Ranas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristophanes" aria-label="More works by Aristophanes">
—
⋯
Original / primary: Textus receptus
1.1
ΞανθίαςΕἴπω τι τῶν εἰωθότων ὦ δέσποτα, ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι; Διόνυσοςνὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι, τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή. Ξανθίαςμηδʼ ἕτερον ἀστεῖόν τι; Διόνυσοςπλήν γʼ ὡς θλίβομαι. Ξανθίαςτί δαί; τὸ πάνυ γέλοιον εἴπω; Διόνυσοςνὴ Δίαθαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς, Ξανθίαςτὸ τί; Διόνυσοςμεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς. Ξανθίαςμηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων, εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι; Διόνυσοςμὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν. Ξανθίαςτί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχοςεἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας; Διόνυσοςμή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος, ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι. Ξανθίαςὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί, ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. Διόνυσοςεἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή, ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίουαὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι; Ξανθίαςοὐ γὰρ φέρω ʼγώ; Διόνυσοςπῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ; Ξανθίαςφέρων γε ταυτί. Διόνυσοςτίνα τρόπον; ΞανθίαςΒαρέως πάνυ. Διόνυσοςοὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει; Ξανθίαςοὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ. Διόνυσοςπῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει; Ξανθίαςοὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται. Διόνυσοςσὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε. Ξανθίαςοἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά. Διόνυσοςκατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύραςἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά μεἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
1.38
Ἡρακλῆςτίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶςἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν; Διόνυσοςὁ παῖς. Ξανθίαςτί ἔστιν; Διόνυσοςοὐκ ἐνεθυμήθης; Ξανθίαςτὸ τί; Διόνυσοςὡς σφόδρα μʼ ἔδεισε. Ξανθίαςνὴ Δία μὴ μαίνοιό γε. Ἡρακλῆςοὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν· καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ. Διόνυσοςὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου. Ἡρακλῆςἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλωνὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην; ποῖ γῆς ἀπεδήμεις; Διόνυσοςἐπεβάτευον Κλεισθένει— Ἡρακλῆςκἀναυμάχησας; Διόνυσοςκαὶ κατεδύσαμέν γε ναῦςτῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα. Ἡρακλῆςσφώ; Διόνυσοςνὴ τὸν Ἀπόλλω. Ξανθίαςκᾆτʼ ἔγωγʼ ἐξηγρόμην. Διόνυσοςκαὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοιτὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθοςτὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα. Ἡρακλῆςπόθος; πόσος τις; Διόνυσοςμικρὸς ἡλίκος Μόλων. Ἡρακλῆςγυναικός; Διόνυσοςοὐ δῆτʼ. Ἡρακλῆςἀλλὰ παιδός; Διόνυσοςοὐδαμῶς. Ἡρακλῆςἀλλʼ ἀνδρός; Διόνυσοςἀπαπαί. Ἡρακλῆςξυνεγένου τῷ Κλεισθένει; Διόνυσοςμὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς· τοιοῦτος ἵμερός με διαλυμαίνεται.
1.60
Ἡρακλῆςποῖός τις ὦδελφίδιον; Διόνυσοςοὐκ ἔχω φράσαι. ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ. ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους; Ἡρακλῆςἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ. Διόνυσοςἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω; Ἡρακλῆςμὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω. Διόνυσοςτοιουτοσὶ τοίνυν με δαρδάπτει πόθοςΕὐριπίδου. Ἡρακλῆςκαὶ ταῦτα τοῦ τεθνηκότος; Διόνυσοςκοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκἐλθεῖν ἐπʼ ἐκεῖνον. Ἡρακλῆςπότερον εἰς Ἅιδου κάτω; Διόνυσοςκαὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω. Ἡρακλῆςτί βουλόμενος; Διόνυσοςδέομαι ποιητοῦ δεξιοῦ. οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί. Ἡρακλῆςτί δʼ; οὐκ Ἰοφῶν ζῇ; Διόνυσοςτοῦτο γάρ τοι καὶ μόνονἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα· οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει. Ἡρακλῆςεἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδουμέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν; Διόνυσοςοὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω. κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢνκἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι· ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ. ἩρακλῆςἈγάθων δὲ ποῦ ʼστιν; Διόνυσοςἀπολιπών μʼ ἀποίχεται, ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις. Ἡρακλῆςποῖ γῆς ὁ τλήμων; Διόνυσοςἐς Μακάρων εὐωχίαν. Ἡρακλῆςὁ δὲ Σενοκλέης; Διόνυσοςἐξόλοιτο νὴ Δία. ἩρακλῆςΠυθάγγελος δέ; Ξανθίαςπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγοςἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα. Ἡρακλῆςοὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλιατραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια, Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα. Διόνυσοςἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ, ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ. γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτιζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι. Ἡρακλῆςπῶς γόνιμον; Διόνυσοςὡδὶ γόνιμον, ὅστις φθέγξεταιτοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν, γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός. Ἡρακλῆςσὲ δὲ ταῦτʼ ἀρέσκει; Διόνυσοςμἀλλὰ πλεῖν ἢ μαίνομαι. Ἡρακλῆςἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ. Διόνυσοςμὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν. Ἡρακλῆςκαὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται. Διόνυσοςδειπνεῖν με δίδασκε. Ξανθίαςπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγος. Διόνυσοςἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχωνἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένουςτοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον, τούτους φράσον μοι, λιμένας ἀρτοπώλιαπορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺςπόλεις διαίτας πανδοκευτρίας, ὅπουκόρεις ὀλίγιστοι. Ξανθίαςπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγος. Ἡρακλῆςὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε; Διόνυσοςμηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶνὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω· καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς. Ἡρακλῆςφέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα; μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν. Διόνυσοςπαῦε, πνιγηρὰν λέγεις. Ἡρακλῆςἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένηἡ διὰ θυείας. Διόνυσοςἆρα κώνειον λέγεις; Ἡρακλῆςμάλιστά γε. Διόνυσοςψυχράν γε καὶ δυσχείμερον· εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια. Ἡρακλῆςβούλει κατάντη καὶ ταχεῖαν σοι φράσω; Διόνυσοςνὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ. Ἡρακλῆςκαθέρπυσόν νυν ἐς Κεραμεικόν. Διόνυσοςκᾆτα τί; Ἡρακλῆςἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν— Διόνυσοςτί δρῶ; Ἡρακλῆςἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ, κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοιεἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν. ΔιόνυσοςποῖἩρακλῆςκάτω. Διόνυσοςἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. Ἡρακλῆςτί δαί; Διόνυσοςἥνπερ σὺ τότε κατῆλθες. Ἡρακλῆςἀλλʼ ὁ πλοῦς πολύς. εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυἄβυσσον. Διόνυσοςεἶτα πῶς περαιωθήσομαι; Ἡρακλῆςἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρωνναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών. Διόνυσοςφεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ. πῶς ἠλθέτην κἀκεῖσε; ἩρακλῆςΘησεὺς ἤγαγεν. μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρίαδεινότατα. Διόνυσοςμή μʼ ἔκπληττε μηδὲ δειμάτου· οὐ γάρ μʼ ἀποτρέψεις. Ἡρακλῆςεἶτα βόρβορον πολὺνκαὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους, εἴ που ξένον τις ἠδίκησε πώποτε, ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο, ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθονἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν, ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
1.152
Διόνυσοςνὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰτὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου. Ἡρακλῆςἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή, ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμοναςἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν. Διόνυσοςοὗτοι δὲ δὴ τίνες εἰσίν; Ἡρακλῆςοἱ μεμυημένοι— Ξανθίαςνὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια. ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον. Ἡρακλῆςοἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ. οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸνἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις. καὶ χαῖρε πόλλʼ ὦδελφέ. Διόνυσοςνὴ Δία καὶ σύ γεὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε. Ξανθίαςπρὶν καὶ καταθέσθαι; Διόνυσοςκαὶ ταχέως μέντοι πάνυ. Ξανθίαςμὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινατῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται. Διόνυσοςἐὰν δὲ μὴ εὕρω; Ξανθίαςτότε μʼ ἄγειν. Διόνυσοςκαλῶς λέγεις. καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν, οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα· ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν; Νέκροςπόσʼ ἄττα; Διόνυσοςταυτί. Νέκροςδύο δραχμὰς μισθὸν τελεῖς; Διόνυσοςμὰ Δίʼ ἀλλʼ ἔλαττον. Νέκροςὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ. Διόνυσοςἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι. Νέκροςεἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου. Διόνυσοςλάβʼ ἐννέʼ ὀβολούς. Νέκροςἀναβιοίην νυν πάλιν. Ξανθίαςὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται; ἐγὼ βαδιοῦμαι. Διόνυσοςχρηστὸς εἶ καὶ γεννάδας. χωρῶμεν ἐπὶ τὸ πλοῖον. Χάρωνὠὸπ παραβαλοῦ. Ξανθίαςτουτὶ τί ἔστι; Διόνυσοςτοῦτο; λίμνη νὴ Δίααὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ. Ξανθίαςνὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί. Διόνυσοςχαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
1.185
Χάρωντίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας, ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον; Διόνυσοςἐγώ. Χάρωνταχέως ἔμβαινε. Διόνυσοςποῖ σχήσειν δοκεῖς; ἐς κόρακας ὄντως; Χάρωνναὶ μὰ Δία σοῦ γʼ οὕνεκα. ἔσβαινε δή. Διόνυσοςπαῖ δεῦρο. Χάρωνδοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν. Ξανθίαςμὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν. Χάρωνοὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ; Ξανθίαςποῦ δῆτʼ ἀναμενῶ; Χάρωνπαρὰ τὸν Αὑαίνου λίθονἐπὶ ταῖς ἀναπαύλαις. Διόνυσοςμανθάνεις; Ξανθίαςπάνυ μανθάνω. οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών; Χάρωνκάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω. οὗτος τί ποιεῖς; Διόνυσοςὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ; Χάρωνοὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων; Διόνυσοςἰδού. Χάρωνοὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς; Διόνυσοςἰδού. Χάρωνοὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰςἐλᾷς προθύμως; Διόνυσοςκᾆτα πῶς δυνήσομαιἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιοςὢν εἶτʼ ἐλαύνειν; Χάρωνῥᾷστʼ· ἀκούσει γὰρ μέληκάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ, Διόνυσοςτίνων; Χάρωνβατράχων κύκνων θαυμαστά. Διόνυσοςκατακέλευε δή. Χάρωνὦ ὀπὸπ ὦ ὀπόπ.
1.209
Βάτραχοιβρεκεκεκὲξ κοὰξ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰνφθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν, κοὰξ κοάξ, ἣν ἀμφὶ ΝυσήιονΔιὸς Διόνυσον ἐνΛίμναισιν ἰαχήσαμεν, ἡνίχʼ ὁ κραιπαλόκωμοςτοῖς ἱεροῖσι Χύτροισιχωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος. βρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσοςἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαιτὸν ὄρρον ὦ κοὰξ κοάξ· ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
1.225
Βάτραχοιβρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσοςἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ· οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ. Βάτραχοιεἰκότως γʼ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαικαὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων· προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων, ἕνεκα δόνακος, ὃν ὑπολύριονἔνυδρον ἐν λίμναις τρέφω. βρεκεκεκὲξ κοάξ κοάξ. Διόνυσοςἐγὼ δὲ φλυκταίνας γʼ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ— Βάτραχοιβρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσοςἀλλʼ ὦ φιλῳδὸν γένοςπαύσασθε. Βάτραχοιμᾶλλον μὲν οὖνφθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοιςἐν ἁμέραισινἡλάμεσθα διὰ κυπείρουκαὶ φλέω, χαίροντες ᾠδῆςπολυκολύμβοισι μέλεσιν, ἢ Διὸς φεύγοντες ὄμβρονἔνυδρον ἐν βυθῷ χορείαναἰόλαν ἐφθεγξάμεσθαπομφολυγοπαφλάσμασιν. Διόνυσοςβρεκεκεκὲξ κοὰξ κοάξ. τουτὶ παρʼ ὑμῶν λαμβάνω. Βάτραχοιδεινά τἄρα πεισόμεσθα. Διόνυσοςδεινότερα δʼ ἔγωγʼ, ἐλαύνωνεἰ διαρραγήσομαι. Βάτραχοιβρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσοςοἰμώζετʼ· οὐ γάρ μοι μέλει. Βάτραχοιἀλλὰ μὴν κεκραξόμεσθά γʼὁπόσον ἡ φάρυξ ἂν ἡμῶνχανδάνῃ διʼ ἡμέρας. Διόνυσοςβρεκεκεκὲξ κοὰξ κοάξ. τούτῳ γὰρ οὐ νικήσετε. Βάτραχοιοὐδὲ μὴν ἡμᾶς σὺ πάντως. Διόνυσοςοὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲοὐδέποτε· κεκράξομαι γὰρκἂν δέῃ διʼ ἡμέραςβρεκεκεκὲξ κοὰξ κοάξ, ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ.
1.268
Διόνυσοςἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ. Χάρωνὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω, ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον. Διόνυσοςἔχε δὴ τὠβολώ. ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία. Ξανθίαςἰαῦ. Διόνυσοςβάδιζε δεῦρο. Ξανθίαςχαῖρʼ ὦ δέσποτα. Διόνυσοςτί ἔστι τἀνταυθοῖ; Ξανθίαςσκότος καὶ βόρβορος. Διόνυσοςκατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθικαὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν; Ξανθίαςσὺ δʼ οὔ; Διόνυσοςνὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ. ἄγε δὴ τί δρῶμεν; Ξανθίαςπροϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρίατὰ δείνʼ ἔφασκʼ ἐκεῖνος. Διόνυσοςὡς οἰμώξεται. ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς. ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινιλαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ. Ξανθίαςνὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός. Διόνυσοςποῦ ποῦ ʼστιν; Ξανθίαςἐξόπισθεν. Διόνυσοςἐξόπισθʼ ἴθι. Ξανθίαςἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε. Διόνυσοςπρόσθε νυν ἴθι. Ξανθίαςκαὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. Διόνυσοςποῖόν τι; Ξανθίαςδεινόν· παντοδαπὸν γοῦν γίγνεταιτοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴὡραιοτάτη τις. Διόνυσοςποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω. Ξανθίαςἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων. ΔιόνυσοςἜμπουσα τοίνυν ἐστί. Ξανθίαςπυρὶ γοῦν λάμπεταιἅπαν τὸ πρόσωπον. Διόνυσοςκαὶ σκέλος χαλκοῦν ἔχει; Ξανθίαςνὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, σάφʼ ἴσθι. Διόνυσοςποῖ δῆτʼ ἂν τραποίμην; Ξανθίαςποῖ δʼ ἐγώ; Διόνυσοςἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης. Ξανθίαςἀπολούμεθʼ ὦναξ Ἡράκλεις. Διόνυσοςοὐ μὴ καλεῖς μʼὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα. ΞανθίαςΔιόνυσε τοίνυν. Διόνυσοςτοῦτό γʼ ἧττον θατέρου. ἴθʼ ᾗπερ ἔρχει. Ξανθίαςδεῦρο δεῦρʼ ὦ δέσποτα. Διόνυσοςτί δʼ ἔστι; Ξανθίαςθάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἥμπουσα φρούδη. Διόνυσοςκατόμοσον. Ξανθίαςνὴ τὸν Δία. Διόνυσοςκαὖθις κατόμοσον. Ξανθίαςνὴ Δίʼ. Διόνυσοςὄμοσον. Ξανθίαςνὴ Δία. Διόνυσοςοἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών. Ξανθίαςὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου. Διόνυσοςοἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν; τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι; Ξανθίαςαἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα; αὐλεῖ τις ἔνδοθεν̓ Διόνυσοςοὗτος. Ξανθίαςτί ἔστιν; Διόνυσοςοὐ κατήκουσας; Ξανθίαςτίνος; Διόνυσοςαὐλῶν πνοῆς. Ξανθίαςἔγωγε, καὶ δᾴδων γέ μεαὔρα τις εἰσέπνευσε μυστικωτάτη. Διόνυσοςἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
1.316
ΧορόςἼακχʼ ὦ Ἴακχε. Ἴακχʼ ὦ Ἴακχε. Ξανθίαςτοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοιἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν. ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας. Διόνυσοςκἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγεινβέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
1.323
ΧορόςἼακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων, Ἴακχʼ ὦ Ἴακχε, ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσωνὁσίους ἐς θιασώτας, πολύκαρπον μὲν τινάσσωνπερὶ κρατὶ σῷ βρύονταστέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούωνποδὶ τὰν ἀκόλαστονφιλοπαίγμονα τιμάν, χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰνὁσίοις μύσταις χορείαν.
1.337
Ξανθίαςὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν. Διόνυσοςοὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
1.340
Χορός† ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†, Ἴακχʼ ὦ Ἴακχε, νυκτέρου τελετῆς φωσφόρος ἀστήρ. φλογὶ φέγγεται δὲ λειμών· γόνυ πάλλεται γερόντων· ἀποσείονται δὲ λύπαςχρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺςἱερᾶς ὑπὸ τιμᾶς. σὺ δὲ λαμπάδι† φλέγων† προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδονχοροποιὸν μάκαρ ἥβαν.
1.354
Χορόςεὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν, ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ νʼ καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις, ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπειἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων, ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον, ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου· τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴνκαὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
1.372
Χορόςχώρει νυν πᾶς ἀνδρείωςἐς τοὺς εὐανθεῖς κόλπουςλειμώνων ἐγκρούωνκἀπισκώπτωνκαὶ παίζων καὶ χλευάζων, ἠρίστηται δʼ ἐξαρκούντως.
1.378
Χορόςἀλλʼ ἔμβα χὤπως ἀρεῖςτὴν Σώτειραν γενναίωςτῇ φωνῇ μολπάζων, ἣ τὴν χώρανσῴζειν φήσʼ ἐς τὰς ὥρας, κἂν Θωρυκίων μὴ βούληται.
1.384
Χορόςἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειανΔήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
1.386
ΧορόςΔήμητερ ἁγνῶν ὀργίωνἄνασσα συμπαραστάτει, καὶ σῷζε τὸν σαυτῆς χορόν, καί μʼ ἀσφαλῶς πανήμερονπαῖσαί τε καὶ χορεῦσαι·
1.391
Χορόςκαὶ πολλὰ μὲν γέλοιά μʼ εἰ- πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶτῆς σῆς ἑορτῆς ἀξίωςπαίσαντα καὶ σκώψαντα νι- κήσαντα ταινιοῦσθαι.
1.396
Χορόςἄγʼ εἶανῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦροᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
1.399
ΧορόςἼακχε πολυτίμητε, μέλος ἑορτῆςἥδιστον εὑρών, δεῦρο συνακολούθειπρὸς τὴν θεὸνκαὶ δεῖξον ὡς ἄνευ πόνουπολλὴν ὁδὸν περαίνεις. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
1.405
Χορόςσὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτικἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκονκαὶ τὸ ῥάκος, κἀξηῦρες ὥστʼ ἀζημίουςπαίζειν τε καὶ χορεύειν. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
1.411
Χορόςκαὶ γὰρ παραβλέψας τι μειρακίσκηςνῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπουσυμπαιστρίαςχιτωνίου παραρραγέν- τος τιτθίον προκύψαν. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
1.417
Διόνυσοςἐγὼ δʼ ἀεί πως φιλακόλου- θός εἰμι καὶ μετʼ αὐτῆςπαίζων χορεύειν βούλομαι. Ξανθίαςκἄγωγε πρός.
1.420
Χορόςβούλεσθε δῆτα κοινῇσκώψωμεν Ἀρχέδημον; ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
1.423
Χορόςνυνὶ δὲ δημαγωγεῖἐν τοῖς ἄνω νεκροῖσι, κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
1.426
Χορόςτὸν Κλεισθένους δʼ ἀκούωἐν ταῖς ταφαῖσι πρωκτὸντίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
1.429
Χορόςκἀκόπτετʼ ἐγκεκυφώς, κἄκλαε κἀκεκράγειΣεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
1.432
Χορόςκαὶ Καλλίαν γέ φασιτοῦτον τὸν Ἱπποβίνουκύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
1.435
Διόνυσοςἔχοιτʼ ἂν οὖν φράσαι νῷνΠλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ; ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
1.438
Χορόςμηδὲν μακρὰν ἀπέλθῃς, μηδʼ αὖθις ἐπανέρῃ με, ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος. Διόνυσοςαἴροιʼ ἂν αὖθις ὦ παῖ. Ξανθίαςτουτὶ τί ἦν τὸ πρᾶγμα; ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν. Χορόςχωρεῖτενῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσοςπαίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς· ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν, οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
1.449
Χορόςχωρῶμεν ἐς πολυρρόδουςλειμῶνας ἀνθεμώδεις, τὸν ἡμέτερον τρόποντὸν καλλιχορώτατονπαίζοντες, ὃν ὄλβιαιΜοῖραι ξυνάγουσιν.
1.455
Χορόςμόνοις γὰρ ἡμῖν ἥλιοςκαὶ φέγγος ἱλαρόν ἐστιν, ὅσοι μεμυήμεθʼ εὐ- σεβῆ τε διήγομεντρόπον περὶ τοὺς ξένουςκαὶ τοὺς ἰδιώτας.
1.460
Διόνυσοςἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα; πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι; Ξανθίαςοὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας, καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων. Διόνυσοςπαῖ παῖ. Ἄιακοςτίς οὗτος; ΔιόνυσοςἩρακλῆς ὁ καρτερός. Ἄιακοςὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺκαὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερονἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος· τοία Στυγός σε μελανοκάρδιος πέτραἈχερόντιός τε σκόπελος αἱματοσταγὴςφρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σουδιασπαράξει, πλευμόνων τʼ ἀνθάψεταιΤαρτησία μύραινα· τὼ νεφρὼ δέ σουαὐτοῖσιν ἐντέροισιν ᾑματωμένωδιασπάσονται Γοργόνες Τειθράσιαι, ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα. Ξανθίαςοὗτος τί δέδρακας; Διόνυσοςἐγκέχοδα· κάλει θεόν. Ξανθίαςὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺπρίν τινά σʼ ἰδεῖν ἀλλότριον; Διόνυσοςἀλλʼ ὡρακιῶ. ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν. Ξανθίαςἰδοὺ λαβέ, προσθοῦ. Διόνυσοςποῦ ʼστιν; Ξανθίαςὦ χρυσοῖ θεοὶἐνταῦθʼ ἔχεις τὴν καρδίαν; Διόνυσοςδείσασα γὰρἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν. Ξανθίαςὦ δειλότατε θεῶν σὺ κἀνθρώπων. Διόνυσοςἐγώ; πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε; οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ. Ξανθίαςἀλλὰ τί; Διόνυσοςκατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν· ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην. Ξανθίαςἀνδρεῖά γʼ ὦ Πόσειδον. Διόνυσοςοἶμαι νὴ Δία. σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτωνκαὶ τὰς ἀπειλάς; Ξανθίαςοὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα. Διόνυσοςἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ, σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼνκαὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ· ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει. Ξανθίαςφέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον· καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν, εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων. Διόνυσοςμὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.
1.503
Θεράπαιναὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι. ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέωςἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτραςἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον, πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι. Ξανθίαςκάλλιστʼ, ἐπαινῶ. Θεράπαιναμὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼπεριόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέαἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματαἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον. ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί. Ξανθίαςπάνυ καλῶς. Θεράπαιναληρεῖς ἔχωνοὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοιἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδεςἕτεραι δύʼ ἢ τρεῖς. Ξανθίαςπῶς λέγεις; ὀρχηστρίδες; Θεράπαιναἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχηἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο. Ξανθίαςἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσινταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων. Διόνυσοςἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ, ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα; οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία, ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα. Ξανθίαςτί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖἅδωκας αὐτός; Διόνυσοςοὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ. κατάθου τὸ δέρμα. Ξανθίαςταῦτʼ ἐγὼ μαρτύρομαικαὶ τοῖς θεοῖσιν ἐπιτρέπω. Διόνυσοςποίοις θεοῖς; τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸνὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει; Ξανθίαςἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτεἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
1.534
Χορόςταῦτα μὲν πρὸς ἀνδρός ἐστινοῦν ἔχοντος καὶ φρένας καὶπολλὰ περιπεπλευκότος, μετακυλίνδειν αὑτὸν ἀεὶπρὸς τὸν εὖ πράττοντα τοῖχονμᾶλλον ἢ γεγραμμένηνεἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓνσχῆμα· τὸ δὲ μεταστρέφεσθαιπρὸς τὸ μαλθακώτερονδεξιοῦ πρὸς ἀνδρός ἐστικαὶ φύσει Θηραμένους. Διόνυσοςοὐ γὰρ ἂν γέλοιον ἦν, εἰΞανθίας μὲν δοῦλος ὢν ἐνστρώμασιν Μιλησίοιςἀνατετραμμένος κυνῶν ὀρ- χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼδὲ πρὸς τοῦτον βλέπωντοὐρεβίνθου ʼδραττόμην, οὗ- τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργοςεἶδε, κᾆτʼ ἐκ τῆς γνάθουπὺξ πατάξας μοὐξέκοψετοῦ χοροῦ τοὺς προσθίους;
1.549
ΠανδοκευτρίαΠλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί, ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτεἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν. Πλαθάνηνὴ Δίαἐκεῖνος αὐτὸς δῆτα. Ξανθίαςκακὸν ἥκει τινί. Πανδοκευτρίακαὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσινἀνʼ ἡμιωβολιαῖα. Ξανθίαςδώσει τις δίκην. Πανδοκευτρίακαὶ τὰ σκόροδα τὰ πολλά. Διόνυσοςληρεῖς ὦ γύναικοὐκ οἶσθʼ ὅ τι λέγεις. Πανδοκευτρίαοὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι; τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. Πλαθάνημὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν, ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιενΠανδοκευτρίακἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε. Ξανθίαςτούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ. Πανδοκευτρίακαὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν. Πλαθάνηνὴ Δία τάλαινα. Πανδοκευτρίανὼ δὲ δεισάσα γέ πουἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν· ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών. Ξανθίαςκαὶ τοῦτο τούτου τοὔργον. Πλαθάνηἀλλʼ ἐχρῆν τι δρᾶν. Πανδοκευτρίαἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι. Πλαθάνησὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, ἵνʼ αὐτὸν ἐπιτρίψωμεν. Πανδοκευτρίαὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίουςκόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία. Πλαθάνηἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε. Πανδοκευτρίαἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σουδρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας. Πλαθάνηἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερονἐκπηνιεῖται ταῦτα προσκαλούμενος. Διόνυσοςκάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ. Ξανθίαςοἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν. Διόνυσοςμηδαμῶςὦ Ξανθίδιον. Ξανθίαςκαὶ πῶς ἂν Ἀλκμήνης ἐγὼυἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν; Διόνυσοςοἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς· κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία, κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων. Ξανθίαςδέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
1.590
Χορόςνῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴτὴν στολὴν εἴληφας ἥνπερεἶχες ἐξ ἀρχῆς πάλιν, ἀνανεάζειν⋯ καὶ βλέπειν αὖθις τὸ δεινόν, τοῦ θεοῦ μεμνημένονᾧπερ εἰκάζεις σεαυτόν. εἰ δὲ παραληρῶν ἁλώσεικἀκβαλεῖς τι μαλθακόν, αὖθις αἴρεσθαί σʼ ἀνάγκηʼσται πάλιν τὰ στρώματα. Ξανθίαςοὐ κακῶς ὦνδρες παραινεῖτʼ, ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼἄρτι συννοούμενος. ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι, ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταίμʼ εὖ οἶδʼ ὅτι. ἀλλʼ ὅμως ἐγὼ παρέξωʼμʼαυτὸν ἀνδρεῖον τὸ λῆμακαὶ βλέποντʼ ὀρίγανον. δεῖν δʼ ἔοικεν, ὡς ἀκούωτῆς θύρας καὶ δὴ ψόφον.
1.605
Ἄιακοςξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην· ἀνύετον. Διόνυσοςἥκει τῳ κακόν. Ξανθίαςοὐκ ἐς κόρακας; μὴ πρόσιτον. Ἄιακοςεἶεν, καὶ μάχει; ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκαςχωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί. Διόνυσοςεἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶκλέπτοντα πρὸς τἀλλότρια; Ἄιακοςμἀλλʼ ὑπερφυᾶ. Διόνυσοςσχέτλια μὲν οὖν καὶ δεινά. Ξανθίαςκαὶ μὴν νὴ Δίαεἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι, ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ· βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών, κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων. Ἄιακοςκαὶ πῶς βασανίσω; Ξανθίαςπάντα τρόπον, ἐν κλίμακιδήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων, στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳμὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. Ἄιακοςδίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σουτὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται. Ξανθίαςμὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών. Ἄιακοςαὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖςἐνταῦθα μηδὲν ψεῦδος. Διόνυσοςἀγορεύω τινὶἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή, αὐτὸς σεαυτὸν αἰτιῶ. Ἄιακοςλέγεις δὲ τί; Διόνυσοςἀθάνατος εἶναί φημι Διόνυσος Διός, τοῦτον δὲ δοῦλον. Ἄιακοςταῦτʼ ἀκούεις; Ξανθίαςφήμʼ ἐγώ. καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος· εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται. Διόνυσοςτί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί; Ξανθίαςδίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃςκλαύσαντα πρότερον ἢ προτιμήσαντά τιτυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν. Ἄιακοςοὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή. Ξανθίαςπῶς οὖν βασανιεῖς νὼ δικαίως; Ἄιακοςῥᾳδίως· πληγὴν παρὰ πληγὴν ἑκάτερον. Ξανθίαςκαλῶς λέγεις. Ἄιακοςἰδού. Ξανθίαςσκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς. Ἄιακοςἤδη ʼπάταξά σʼ. Ξανθίαςοὐ μὰ Δίʼ. Ἄιακοςοὐδʼ ἐμοὶ δοκεῖς. ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω. Διόνυσοςπηνίκα; Ἄιακοςκαὶ δὴ ʼπάταξα. Διόνυσοςκᾆτα πῶς οὐκ ἔπταρον; Ἄιακοςοὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι. Ξανθίαςοὔκουν ἀνύσεις τι; ἀτταταῖ. Ἄιακοςτί τἀτταταῖ; μῶν ὠδυνήθης; Ξανθίαςοὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισαὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται. Ἄιακοςἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον. Διόνυσοςἰοὺ ἰού. Ἄιακοςτί ἔστιν; Διόνυσοςἱππέας ὁρῶ. Ἄιακοςτί δῆτα κλάεις; Διόνυσοςκρομμύων ὀσφραίνομαι. Ἄιακοςἐπεὶ προτιμᾷς γʼ οὐδέν. Διόνυσοςοὐδέν μοι μέλει. Ἄιακοςβαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν. Ξανθίαςοἴμοι. Ἄιακοςτί ἔστι; Ξανθίαςτὴν ἄκανθαν ἐξελε. Ἄιακοςτί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον. ΔιόνυσοςἌπολλον— ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις. Ξανθίαςἤλγησεν· οὐκ ἤκουσας; Διόνυσοςοὐκ ἔγωγʼ, ἐπεὶἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην. Ξανθίαςοὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει. Ἄιακοςμὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα. ΔιόνυσοςΠόσειδονΞανθίαςἤλγησέν τις. Διόνυσοςὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν. Ἄιακοςοὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖνὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον· ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεταιχἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ. Διόνυσοςὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σεπρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
1.675
ΧορόςΜοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαιμυρίαι κάθηνταιφιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοιςδεινὸν ἐπιβρέμεταιΘρῃκία χελιδὼν† ἐπὶ βάρβαρον ἑζομένη πέταλον·† κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται, κἂν ἴσαι γένωνται.
1.686
Χορόςτὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλειξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα, κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότεαἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει· καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίανκαὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας. κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴχοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις. ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσειπάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθακἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
1.706
Χορόςεἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼοἰμώξεται, οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρουψευδολίτρου κονίαςκαὶ Κιμωλίας γῆς, χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκεἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευξύλου βαδίζων.
1.718
Χορόςπολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναιταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺςἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτωνκαὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοιςἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦχρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοιςχθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφροναςἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺςκαὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαιςκαὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθαὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦοὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπουςχρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρεὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
1.738
Ἄιακοςνὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρὁ δεσπότης σου. Ξανθίαςπῶς γὰρ οὐχὶ γεννάδας, ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον; Ἄιακοςτὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης. Ξανθίαςᾤμωξε μέντἄν. Ἄιακοςτοῦτο μέντοι δουλικὸνεὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν. Ξανθίαςχαίρεις, ἱκετεύω; Ἄιακοςμἀλλʼ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ. Ξανθίαςτί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼνπολλὰς ἀπίῃς θύραζε; Ἄιακοςκαὶ τοῦθʼ ἥδομαι. Ξανθίαςτί δὲ πολλὰ πράττων; Ἄιακοςὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ. Ξανθίαςὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶνἅττʼ ἂν λαλῶσι; Ἄιακοςμἀλλὰ πλεῖν ἢ μαίνομαι. Ξανθίαςτί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν; Ἄιακοςἐγώ; μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι. Ξανθίαςὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν, καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσονπρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴχὠ λοιδορησμός; ἌιακοςΑἰσχύλου κεὐριπίδου. Ξανθίαςἆ. Ἄιακοςπρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγαἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. Ξανθίαςἐκ τοῦ; Ἄιακοςνόμος τις ἐνθάδʼ ἐστὶ κείμενοςἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνωνσίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνεινθρόνον τε τοῦ Πλούτωνος ἑξῆς— Ξανθίαςμανθάνω. Ἄιακοςἕως ἀφίκοιτο τὴν τέχνην σοφώτεροςἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει. Ξανθίαςτί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον; Ἄιακοςἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον, ὡς ὢν κράτιστος τὴν τέχνην. Ξανθίαςνυνὶ δὲ τίς; Ἄιακοςὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτοτοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοιςκαὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοιτῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶνὑπερεμάνησαν κἀνόμισαν σοφώτατον· κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵνʼ Αἰσχύλος καθῆστο. Ξανθίαςκοὐκ ἐβάλλετο; Ἄιακοςμὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖνὁπότερος εἴη τὴν τέχνην σοφώτερος. Ξανθίαςὁ τῶν πανούργων; Ἄιακοςνὴ Δίʼ οὐράνιόν γʼ ὅσον. Ξανθίαςμετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι; Ἄιακοςὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε. Ξανθίαςτί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται; Ἄιακοςἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσινκἄλεγχον αὐτῶν τῆς τέχνης. Ξανθίαςκἄπειτα πῶςοὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
1.788
Ἄιακοςμὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν, κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου· νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνηςδιαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην. Ξανθίαςτὸ χρῆμʼ ἄρʼ ἔσται; Ἄιακοςνὴ Δίʼ ὀλίγον ὕστερον. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται— Ξανθίαςτί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν; Ἄιακοςκαὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶνκαὶ πλαίσια ξύμπτυκτα— Ξανθίαςπλινθεύσουσι γάρ; Ἄιακοςκαὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδηςκατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας. Ξανθίαςἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν. Ἄιακοςἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. Ξανθίαςκρινεῖ δὲ δὴ τίς ταῦτα; Ἄιακοςτοῦτʼ ἦν δύσκολον· σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος— Ξανθίαςπολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους. Ἄιακοςλῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέριφύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόταιἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
1.814
Χορόςἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει, ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόνταἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆςὄμματα στροβήσεται.
1.818
Χορόςἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκησχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων, φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸςῥήμαθʼ ἱπποβάμονα.
1.822
Χορόςφρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν, δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσειῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶνγηγενεῖ φυσήματι·
1.826
Χορόςἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφηγλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺςῥήματα δαιομένη καταλεπτολογήσειπλευμόνων πολὺν πόνον.
1.830
Εὐριπίδηςοὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει. κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην. ΔιόνυσοςΑἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου. Εὐριπίδηςἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτεἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο. Διόνυσοςὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε. Εὐριπίδηςἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον, ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα, ἀπεριλάλητον κομποφακελορρήμονα. Αἰσχύλοςἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδηκαὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη; ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς. Διόνυσοςπαῦʼ Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. Αἰσχύλοςοὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶςτὸν χωλοποιὸν οἷος ὢν θρασύνεται. Διόνυσοςἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται. Αἰσχύλοςὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας, γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην. Διόνυσοςἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε. ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδηἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματιθενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον· σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνωςἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπειἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
1.860
Εὐριπίδηςἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολονκαὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον. Διόνυσοςτί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε. Αἰσχύλοςἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε· οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. Διόνυσοςτί δαί; Αἰσχύλοςὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν. ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. Διόνυσοςἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτωνἀγῶνα κρῖναι τόνδε μουσικώτατα· ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε. Χορόςὦ Διὸς ἐννέα παρθένοι ἁγναὶΜοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτεἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοιςἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετʼ ἐποψόμεναι δύναμινδεινοτάτοιν στομάτοιν πορίσασθαιῥήματα καὶ παραπρίσματʼ ἐπῶν. νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη. Διόνυσοςεὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν. ΑἰσχύλοςΔήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων. Διόνυσοςἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν. Εὐριπίδηςκαλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. Διόνυσοςἴδιοί τινές σοι, κόμμα καινόν; Εὐριπίδηςκαὶ μάλα. Διόνυσοςἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς. Εὐριπίδηςαἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξκαὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
1.895
Χορόςκαὶ μὴν ἡμεῖς ἐπιθυμοῦμενπαρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαιτίνα λόγων ἐμμέλειανἔπιτε δαΐαν ὁδόν. γλῶσσα μὲν γὰρ ἠγρίωται, λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν, οὐδʼ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστιτὸν μὲν ἀστεῖόν τι λέξεινκαὶ κατερρινημένον, τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοιςτοῖς λόγοισινἐμπεσόντα συσκεδᾶν πολλὰςἀλινδήθρας ἐπῶν.
1.905
Διόνυσοςἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτονἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
1.907
Εὐριπίδηςκαὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι, ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω, ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰςἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας, Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς, πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί. Διόνυσοςμὰ τὸν Δίʼ οὐ δῆθʼ. Εὐριπίδηςὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂνμελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων. Διόνυσοςἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπενοὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες. Εὐριπίδηςἠλίθιος γὰρ ἦσθα, σάφʼ ἴσθι. Διόνυσοςκἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα; Εὐριπίδηςὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο, ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει. Διόνυσοςὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ. τί σκορδινᾷ καὶ δυσφορεῖς; Εὐριπίδηςὅτι αὐτὸν ἐξελέγχω. κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμαἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν, ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά, ἄγνωτα τοῖς θεωμένοις. Αἰσχύλοςοἴμοι τάλας. Διόνυσοςσιώπα. Εὐριπίδηςσαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν— Διόνυσοςμὴ πρῖε τοὺς ὀδόντας. Εὐριπίδηςἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόνταςγρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα, ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν. Διόνυσοςνὴ τοὺς θεοὺς ἐγὼ γοῦνἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησατὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις. Αἰσχύλοςσημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο. Διόνυσοςἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι. Εὐριπίδηςεἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι; Αἰσχύλοςσὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
1.937
Εὐριπίδηςοὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν· ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺςοἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλονἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν· εἶτʼ ἀνέτρεφον μονῳδίαις— ΔιόνυσοςΚηφισοφῶντα μιγνύς. Εὐριπίδηςεἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον, ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺςτοῦ δράματος. Διόνυσοςκρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ. Εὐριπίδηςἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν, ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον, χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. Αἰσχύλοςεἶτα δῆταοὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα; Εὐριπίδηςμὰ τὸν Ἀπόλλω· δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων. Διόνυσοςτοῦτο μὲν ἔασον ὦ τᾶν. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. Εὐριπίδηςἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα— Αἰσχύλοςφημὶ κἀγώ. ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι. Εὐριπίδηςλεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν, κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα— Αἰσχύλοςφημὶ κἀγώ. Εὐριπίδηςοἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν, ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοιἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουνἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς. τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς, σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. ΔιόνυσοςΘηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
1.971
Εὐριπίδηςτοιαῦτα μέντοὐγὼ φρονεῖντούτοισιν εἰσηγησάμην, λογισμὸν ἐνθεὶς τῇ τέχνῃκαὶ σκέψιν, ὥστʼ ἤδη νοεὶνἅπαντα καὶ διειδέναιτά τʼ ἄλλα καὶ τὰς οἰκίαςοἰκεῖν ἄμεινον ἢ πρὸ τοῦκἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει; ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε; Διόνυσοςνὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίωνἅπας τις εἰσιὼνκέκραγε πρὸς τοὺς οἰκέταςζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκεντῆς μαινίδος; τὸ τρύβλιοντὸ περυσινὸν τέθνηκέ μοι· ποῦ τὸ σκόροδον τὸ χθιζινόν; τίς τῆς ἐλάας παρέτραγεν; τέως δʼ ἀβελτερώτατοικεχηνότες ΜαμμάκυθοιΜελιτίδαι καθῆντο.
1.992
Χορόςτάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ· σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις; μόνον ὅπως⋯ μή σʼ ὁ θυμὸς ἁρπάσαςἐκτὸς οἴσει τῶν ἐλαῶν· δεινὰ γὰρ κατηγόρηκεν. ἀλλʼ ὅπως ὦ γεννάδαμὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισιχρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξειςκαὶ φυλάξεις, ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖονκαὶ καθεστηκὸς λάβῃς.
1.1004
Διόνυσοςἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰκαὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
1.1006
Αἰσχύλοςθυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με, ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν; Εὐριπίδηςδεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεντοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. Αἰσχύλοςτοῦτʼ οὖν εἰ μὴ πεποίηκας, ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι; Διόνυσοςτεθνάναι· μὴ τοῦτον ἐρώτα. Αἰσχύλοςσκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας, μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείαςκαὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους. Διόνυσοςκαὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει. Εὐριπίδηςκαὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας; ΔιόνυσοςΑἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε. Αἰσχύλοςδρᾶμα ποιήσας Ἄρεως μεστόν. Διόνυσοςποῖον; Αἰσχύλοςτοὺς ἕπτʼ ἐπὶ Θήβας· ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι. Διόνυσοςτουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκαςἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου. Αἰσχύλοςἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε. εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξανικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον. Διόνυσοςἐχάρην γοῦν,† ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,† ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ. Αἰσχύλοςταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆςὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι, Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲγῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηροςἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν, τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν; Διόνυσοςκαὶ μὴν οὐ Παντακλέα γεἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν. Αἰσχύλοςἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως· ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτηνἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
1.1045
Εὐριπίδηςμὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη. Αἰσχύλοςἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο, ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν. Διόνυσοςνὴ τὸν Δία τοῦτό γέ τοι δή. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης. Εὐριπίδηςκαὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι; Αἰσχύλοςὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισαςκώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας. Εὐριπίδηςπότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα; Αἰσχύλοςμὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισινἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί. πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς. Εὐριπίδηςἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺςκαὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως; Αἰσχύλοςἀλλʼ ὦ κακόδαιμον ἀνάγκημεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν. κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι· καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ. Εὐριπίδηςτί δράσας; Αἰσχύλοςπρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶτοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι. Εὐριπίδηςτοῦτʼ οὖν ἔβλαψά τι δράσας; Αἰσχύλοςοὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι. Διόνυσοςνὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν. Αἰσχύλοςεἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεντῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισενἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων, οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν. Διόνυσοςνὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι, καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι· νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
1.1078
Αἰσχύλοςποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ; οὐ προαγωγοὺς κατέδειξʼ οὗτος, καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν; κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶνὑπογραμματέων ἀνεμεστώθηκαὶ βωμολόχων δημοπιθήκωνἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρεινὑπʼ ἀγυμνασίας ἔτι νυνί. Διόνυσοςμὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθηνΠαναθηναίοισι γελῶν, ὅτε δὴβραδὺς ἄνθρωπός τις ἔθει κύψαςλευκὸς πίων ὑπολειπόμενοςκαὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆςἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦγαστέρα πλευρὰς λαγόνας πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαιςὑποπερδόμενοςφυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
1.1099
Χορόςμέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται. χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον· ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων. ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον ἔπιτον ἀνά τε δέρετοντά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
1.1109
Χορόςεἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇτοῖς θεωμένοισιν, ὡς τὰλεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει. ἐστρατευμένοι γάρ εἰσι, βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά· αἱ φύσεις τʼ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. μηδὲν οὖν δείσητον, ἀλλὰπάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.
1.1119
Εὐριπίδηςκαὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέροςπρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ. ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων. Διόνυσοςκαὶ ποῖον αὐτοῦ βασανιεῖς; Εὐριπίδηςπολλοὺς πάνυ. πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε. Διόνυσοςἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε. ΑἰσχύλοςἙρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. Διόνυσοςτούτων ἔχεις ψέγειν τι; Εὐριπίδηςπλεῖν ἢ δώδεκα. Διόνυσοςἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία. Εὐριπίδηςἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας. ΔιόνυσοςΑἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ. Αἰσχύλοςἐγὼ σιωπῶ τῷδʼ; Διόνυσοςἐὰν πείθῃ γʼ ἐμοί. Εὐριπίδηςεὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον. Αἰσχύλοςὁρᾷς ὅτι ληρεῖς; Διόνυσοςἀλλʼ ὀλίγον γέ μοι μέλει. Αἰσχύλοςπῶς φῄς μʼ ἁμαρτεῖν; Εὐριπίδηςαὖθις ἐξ ἀρχῆς λέγε. ΑἰσχύλοςἙρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη. Εὐριπίδηςοὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγειτῷ τοῦ πατρὸς τεθνεῶτος; Αἰσχύλοςοὐκ ἄλλως λέγω. Εὐριπίδηςπότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετοαὐτοῦ βιαίως ἐκ γυναικείας χερὸςδόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη; Αἰσχύλοςοὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν ἘριούνιονἙρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγωνὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας— Εὐριπίδηςἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην· εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας— Διόνυσοςοὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος. ΑἰσχύλοςΔιόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. Διόνυσοςλέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος. Αἰσχύλοςσωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι— Εὐριπίδηςδὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος. Διόνυσοςπῶς δίς; Εὐριπίδηςσκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω. ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι· ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
1.1158
Διόνυσοςνὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι, χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον. Αἰσχύλοςοὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένεἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον. Εὐριπίδηςπῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις; Αἰσχύλοςἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν· φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται. Διόνυσοςεὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη; Εὐριπίδηςοὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε· λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους. Διόνυσοςεὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω. Εὐριπίδηςπέραινε τοίνυν ἕτερον. Διόνυσοςἴθι πέραινε σὺΑἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε. Αἰσχύλοςτύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶκλύειν ἀκοῦσαι. Εὐριπίδηςτοῦθʼ ἕτερον αὖθις λέγει, κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα. Διόνυσοςτεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ, οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα. Αἰσχύλοςσὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους; Εὐριπίδηςἐγὼ φράσω. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃςἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον. Διόνυσοςἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέατῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν. Εὐριπίδηςἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ— Αἰσχύλοςμὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει, ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφηἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι· πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ; Εὐριπίδηςεἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν. Αἰσχύλοςμὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενονχειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς· εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε· ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέοςκαὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα· εἶτʼ ἐξετύφλωσεν αὑτόν. Διόνυσοςεὐδαίμων ἄρʼ ἦν, εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου. Εὐριπίδηςληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ. Αἰσχύλοςκαὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσωτὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖςἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. Εὐριπίδηςἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς; Αἰσχύλοςἑνὸς μόνου. ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν, καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον, ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα. Εὐριπίδηςἰδού, σὺ δείξεις; Αἰσχύλοςφημί. Διόνυσοςκαὶ δὴ χρὴ λέγειν.
1.1206
ΕὐριπίδηςΑἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃἌργος κατασχών— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Διόνυσοςτουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται; λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. ΕὐριπίδηςΔιόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖςκαθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάταπηδᾷ χορεύων— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Διόνυσοςοἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου. Εὐριπίδηςἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶτὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὤν— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. ΔιόνυσοςΕὐριπίδη— Εὐριπίδηςτί ἔσθʼ; Διόνυσοςὑφέσθαι μοι δοκεῖ· τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ. Εὐριπίδηςοὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε· νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται. Διόνυσοςἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου. ΕὐριπίδηςΣιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼνἈγήνορος παῖς— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Διόνυσοςὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν. Εὐριπίδηςτὸ τί; ἐγὼ πρίωμαι τῷδʼ; Διόνυσοςἐὰν πείθῃ γʼ ἐμοί. Εὐριπίδηςοὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγεινἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον. Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼνθοαῖσιν ἵπποις— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Διόνυσοςὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον. ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν. Εὐριπίδηςμὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί. Οἰνεύς ποτʼ ἐκ γῆς— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Εὐριπίδηςἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον. Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυνθύων ἀπαρχάς— Αἰσχύλοςληκύθιον ἀπώλεσεν. Διόνυσοςμεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο; Εὐριπίδηςἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω. Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο— Διόνυσοςἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν. τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σουὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ. Εὐριπίδηςκαὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸνμελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
1.1251
Χορόςτί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγʼ ἔχω, τίνʼ ἄρα μέμψιν ἐποίσειἀνδρὶ τῷ πολὺ πλεῖστα δὴκαὶ κάλλιστα μέλη ποιήσαντιτῶν μέχρι νυνί. θαυμάζω γὰρ ἔγωγʼ ὅπῃμέμψεταί ποτε τοῦτοντὸν Βακχεῖον ἄνακτα, καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ. Εὐριπίδηςπάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα. εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ. Διόνυσοςκαὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·( διαύλιον προσαυλεῖ τις) ΕὐριπίδηςΦθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούωνἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; Διόνυσοςδύο σοὶ κόπω Αἰσχύλε τούτω. Εὐριπίδηςκύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; Διόνυσοςτρίτος ᾠσχύλε σοὶ κόπος οὗτος. Εὐριπίδηςεὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν. ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; Διόνυσοςὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι· ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ. Εὐριπίδηςμὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶνἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην. Διόνυσοςἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει. Εὐριπίδηςὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ, σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις, τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ, τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι, τοφλαττοθρατ τοφλαττοθρατ.
1.1296
Διόνυσοςτί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢπόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; Αἰσχύλοςἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳλειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· οὗτος δʼ ἀπὸ πάντων† μὲν φέρει, πορνιδίων†, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων, θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖλύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοιςαὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη. Διόνυσοςαὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
1.1309
Αἰσχύλοςἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσηςκύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶνῥανίσι χρόα δροσιζόμεναι· αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίαςεἱειειειλίσσετε δακτύλοις φάλαγγεςἱστόπονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶςπρῴραις κυανεμβόλοιςμαντεῖα καὶ σταδίους, οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλʼ ὦ τέκνον ὠλένας. ὁρᾷς τὸν πόδα τοῦτον; Διόνυσοςὁρῶ. Αἰσχύλοςτί δαί; τοῦτον ὁρᾷς; Διόνυσοςὁρῶ. Αἰσχύλοςτοιαυτὶ μέντοι σὺ ποιῶντολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανονΚυρήνης μελοποιῶν; τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτιτὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. ὦ νυκτὸς κελαινοφαὴςὄρφνα, τίνα μοιδύστανον ὄνειρονπέμπεις ἐξ ἀφανοῦς, Ἀίδα πρόμολον, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα, φόνια φόνια δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατεκάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ, ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. ἰὼ πόντιε δαῖμον, τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι, τάδε τέρα θεάσασθε. τὸν ἀλεκτρυόνα μου συναρπάσασαφρούδη Γλύκη. Νύμφαι ὀρεσσίγονοι. ὦ Μανία ξύλλαβε. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχονἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτονεἱειειειλίσσουσα χεροῖνκλωστῆρα ποιοῦσʼ, ὅπωςκνεφαῖος εἰς ἀγορὰνφέρουσʼ ἀποδοίμαν· ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρακουφοτάταις πτερύγων ἀκμαῖς· ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτωνἔβαλον ἔβαλον ἁ τλάμων. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ τόξα λαβόντες ἐπαμύνατε, τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰτὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσαλαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνονἐς Γλύκης, ὅπως ἂνεἰσελθοῦσα φωράσω. Διόνυσοςπαύσασθον ἤδη τῶν μελῶν. Αἰσχύλοςκἄμοιγʼ ἅλις. ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον. τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων. Διόνυσοςἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό μεἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
1.1370
Χορόςἐπίπονοί γʼ οἱ δεξιοί. τόδε γὰρ ἕτερον αὖ τέραςνεοχμόν, ἀτοπίας πλέων, ὃ τίς ἂν ἐπενόησεν ἄλλος;⋯ μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τιςἔλεγέ μοι τῶν ἐπιτυχόντων, ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂναὐτὸν αὐτὰ ληρεῖν.
1.1378
Διόνυσοςἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ, Αἰσχύλος καί Εὐριπίδηςἰδού. Διόνυσοςκαὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον, καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω. Αἰσχύλος καὶ Εὐριπίδηςἐχόμεθα. Διόνυσοςτοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν. Εὐριπίδηςεἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος. ΑἰσχύλοςΣπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί. Διόνυσοςκόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρωχωρεῖ τὸ τοῦδε. Εὐριπίδηςκαὶ τί ποτʼ ἐστὶ ταἴτιον; Διόνυσοςὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶςὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια, σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον. Εὐριπίδηςἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω. Διόνυσοςλάβεσθε τοίνυν αὖθις. Αἰσχύλος καί Εὐριπίδηςἢν ἰδού. Διόνυσοςλέγε. Εὐριπίδηςοὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος. Αἰσχύλοςμόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ. Διόνυσοςμέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει· θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν. Εὐριπίδηςἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον. Διόνυσοςπειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα. Εὐριπίδηςφέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ; Διόνυσοςφράσω· βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα. Διόνυσοςλέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις. Εὐριπίδηςσιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον. Αἰσχύλοςἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός. Διόνυσοςἐξηπάτηκεν αὖ σὲ καὶ νῦν. Εὐριπίδηςτῷ τρόπῳ; Διόνυσοςδύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο, οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι. Αἰσχύλοςκαὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸναὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶνἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία· ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον. Διόνυσοςἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.
1.1414
Πλούτωνοὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα; Διόνυσοςἐὰν δὲ κρίνω; Πλούτωντὸν ἕτερον λαβὼν ἄπει, ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην. Διόνυσοςεὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν; ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ. ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃμᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετονγνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ. Εὐριπίδηςἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην; Διόνυσοςτίνα; ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν. ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι. Εὐριπίδηςμισῶ πολίτην, ὅστις ὠφελεῖν πάτρανβραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον. Διόνυσοςεὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις; Αἰσχύλοςοὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν, μάλιστα μὲν λέοντα μὴ νʼ πόλει τρέφειν, ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Διόνυσοςνὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω· ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς. ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατονπερὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν. Εὐριπίδηςεἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. Διόνυσοςγέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα; Εὐριπίδηςεἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδαςῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων. ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν. Διόνυσοςλέγε. Εὐριπίδηςὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα, τὰ δʼ ὄντα πίστʼ ἄπιστα. Διόνυσοςπῶς; οὐ μανθάνω. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. Εὐριπίδηςεἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶςτἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν; Διόνυσοςεὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν; Εὐριπίδηςἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν. τί δαὶ σύ; τί λέγεις; Αἰσχύλοςτὴν πόλιν νῦν μοι φράσονπρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς; Διόνυσοςπόθεν; μισεῖ κάκιστα. Αἰσχύλοςτοῖς πονηροῖς δʼ ἥδεται; Διόνυσοςοὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν. Αἰσχύλοςπῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
1.1460
Διόνυσοςεὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν. Αἰσχύλοςἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι. Διόνυσοςμὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά. Αἰσχύλοςτὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίωνεἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον. Διόνυσοςεὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος. Πλούτωνκρίνοις ἄν. Διόνυσοςαὕτη σφῷν κρίσις γενήσεται· αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει. Εὐριπίδηςμεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσαςἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους. Διόνυσοςἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι. Εὐριπίδηςτί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων; Διόνυσοςἐγώ; ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ; Εὐριπίδηςαἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος; Διόνυσοςτί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; Εὐριπίδηςὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα; Διόνυσοςτίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; Πλούτωνχωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω. Διόνυσοςτί δαί; Πλούτωνἵνα ξενίσω ʼγʼὼ σφὼ πρὶν ἀποπλεῖν. Διόνυσοςεὖ λέγειςνὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
1.1482
Χορόςμακάριός γʼ ἀνὴρ ἔχωνξύνεσιν ἠκριβωμένην. πάρα δὲ πολλοῖσιν μαθεῖν. ὅδε γὰρ εὖ φρονεῖν δοκήσαςπάλιν ἄπεισιν οἴκαδʼ αὖ, ἐπʼ ἀγαθῶ μὲν τοῖς πολίταις, ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦξυγγενέσι τε καὶ φίλοισι, διὰ τὸ συνετὸς εἶναι.
1.1491
Χορόςχαρίεν οὖν μὴ Σωκράτειπαρακαθήμενον λαλεῖν, ἀποβαλόντα μουσικὴντά τε μέγιστα παραλιπόντατῆς τραγῳδικῆς τέχνης. τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισικαὶ σκαριφησμοῖσι λήρωνδιατριβὴν ἀργὸν ποιεῖσθαι, παραφρονοῦντος ἀνδρός.
1.1500
Πλούτωνἄγε δὴ χαίρων Αἰσχύλε χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέρανγνώμαις ἀγαθαῖς καὶ παίδευσοντοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρωνκαὶ τουτὶ τοῖσι πορισταῖςΜύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ, τόδε δʼ Ἀρχενόμῳ· καὶ φράζʼ αὐτοῖς ταχέως ἥκεινὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼνὴ τὸν Ἀπόλλω στίξας αὐτοὺςκαὶ συμποδίσαςμετʼ Ἀδειμάντου τοῦ Λευκολόφουκατὰ γῆς ταχέως ἀποπέμψω. Αἰσχύλοςταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκοντὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖνκαὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτεδεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼσοφίᾳ κρίνω δεύτερον εἶναι. μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρκαὶ ψευδολόγος καὶ βωμολόχοςμηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸνμηδʼ ἄκων ἐγκαθεδεῖται. Πλούτωνφαίνετε τοίνυν ὑμεῖς τούτῳλαμπάδας ἱεράς, χἄμα προπέμπετετοῖσιν τούτου τοῦτον μέλεσινκαὶ μολπαῖσιν κελαδοῦντες.
1.1528
Χορόςπρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας, τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας. πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτωςἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθωκἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.