Metaphy 11
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristotle-2" aria-label="More works by Aristotle (aristotle)">
—
⋯
Original / primary: Textus receptus
1069.0.1
ἐχόμενον δὲ ὃ ἂν ἑξῆς ὂν ἅπτηται. ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ταῦτα δὲ τὰ ἐναντία καὶ ἀντίφασις, ἀντιφάσεως δ᾽ οὐδὲν ἀνὰ μέσον, δῆλον ὡς ἐν τοῖς ἐναντίοις τὸ μεταξύ. τὸ δὲ συνεχὲς ὅπερ ἐχόμενόν τι. λέγω δὲ συνεχὲς ὅταν ταὐτὸ γένηται καὶ ἓν τὸ ἑκατέρου πέρας οἷς ἅπτονται καὶ συνέχονται, ὥστε δῆλον ὅτι τὸ συνεχὲς ἐν τούτοις ἐξ ὧν ἕν τι πέφυκε γίγνεσθαι κατὰ τὴν σύναψιν. καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς, δῆλον( τὸ γὰρ ἐφεξῆς οὐχ ἅπτεται, τοῦτο δ᾽ ἐφεξῆς: καὶ εἰ συνεχές, ἅπτεται, εἰ δ᾽ ἅπτεται, οὔπω συνεχές: ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, οὐκ ἔστι σύμφυσις ἐν τούτοις): ὥστ᾽ οὐκ ἔστι στιγμὴ μονάδι ταὐτόν: ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δ᾽ οὔ, ἀλλὰ τὸ ἐφεξῆς: καὶ τῶν μὲν μεταξύ τι τῶν δ᾽ οὔ.