Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
ArrianCyneg 14 · perseus-grc2More by Arrian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian"> —
⋯
More
Original / primary: Perseus Grc2
14.1
14.1
ἐξάγειν δὲ ἐπὶ θήραν ἦρος μὲν καὶ φθινοπώρου θαμινά· ἀσφαλέσταται γὰρ αἱ ὧραι αὗται ταῖς κυσίν.
14.2
14.2
θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα, εἰ πνῖγος εἴη· οὐ γὰρ ἀνέχονται καύματος αἱ κύνες, ἀλλὰ πολλαὶ ἤδη διώξασαι ἀνὰ κράτος ἀπεπνίγησαν ὑπὸ τοῦ ἄσθματος.
14.3
14.3
τούτου δὴ ἕνεκα φέρειν χρὴ ᾠὰ τὸν κυνηγέτην, ὥστε, εἰ ὑπερασθμαίνοι ἡ κύων, καθιέναι ἀθρόα· οὐ γάρ ἐστιν ὅ τι μᾶλλον ἀναψύχει τε αὐταῖς τὸ καῦμα καὶ τὸ ἄσθμα ἀμπαύει.
14.4
14.4
εἰ δὲ πίοι ἀθρόον ὑπερασθμαίνουσα, καὶ τοῦτο οὐκ ἀσφαλές. τούτων δὴ ἕνεκα χρὴ φυλάσσεσθαι ἐν καύματι ἐξάγειν.
14.5
14.5
καὶ χειμῶνος δὲ μὴ ἐξάγειν, εἰ τὸ κρύος τύχοι χαλεπόν, καὶ πολὺ δὴ μάλιστα, εἰ πεπηγυῖα ἡ γῆ τύχοι· ἀποκαίονται γὰρ ἐν τῷ κρυστάλλῳ αἱ κύνες, καὶ τοὺς ὄνυχας ἔστιν αἳ ἀπολλύουσιν, καὶ τὰ νέρθεν τῶν ποδῶν αὐταῖς ῥήγνυται.
14.6
14.6
εἰ δὲ εὐψυχότεραι εἶεν, θραύοιεν ἂν περὶ τῷ κρυστάλλῳ τὰ ὀστᾶ τῶν ποδῶν ἀφειδῶς θέουσαι. ὁ δὲ λαγὼς κοῦφός τέ ἐστιν καὶ δασεῖς ἔχει τοὺς πόδας, ὥστε ἀλύπως θεῖν ἐν τῷ πάγῳ.

Intertext edge

Open linked passage

Note