Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
ArrianCyneg 8 · perseus-grc2More by Arrian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian"> —
⋯
More
Original / primary: Perseus Grc2
8.1
8.1
ἐσθίουσιν δὲ αἳ μὲν λάβρως αἳ δὲ κοσμίως, καὶ τὸ
8.2
8.2
κόσμιον γενναιότερον τοῦ ἀκόσμου. ἀγαθαὶ δέ, ὅσαι μὴ κακόσιτοι, ἀλλʼ ἄρτῳ ἢ μάζῃ χαίρουσιν· κράτιστον γὰρ κυνὶ τοῦτο σιτίον, καὶ οὐ δέος μὴ ὑπερεμπλησθῇ ἀπʼ αὐτοῦ. ἄμεινον δὲ εἰ ξηρᾷ τῇ τροφῇ χαίροιεν. εἰ δὲ καὶ ὕδατι καταβρέχοις καὶ τούτῳ χαίροιεν, οὐ κακόν.
8.3
8.3
καμνούσῃ δὲ ἐμβάλλειν ἢ ὕδωρ ἀπὸ κρέως λιπαροῦ, ἢ βοὸς ἧπαρ ἐν σποδιᾷ θερμῇ φρύξαντα, ἔπειτα τρίψαντα καθάπερ ἄλφιτα ἐπιπάττειν.
8.4
8.4
καὶ ταῖς γε σκυλακευομέναις ἀγαθὸν τοῦτο ἐς τὸ πῆξαι τὰ μέλη, ἐπειδὰν ἀποπαύσωνται τοῦ γάλακτος. τὸ γάλα δὲ σκυλακεῦσαι κράτιστον ἐς ἔνατον μῆνα καὶ πορρωτέρω· καὶ καμνούσῃ δὲ καὶ μαλθακιζομένῃ ἀγαθὸν καὶ πῶμα καὶ σιτίον, ἀγαθὴ δὲ καὶ ἀσιτία καμνούσῃ. οὐδὲν δὲ οἷον εὐνὴ μαλθακὴ καὶ ἀλεεινή.

Intertext edge

Open linked passage

Note