Cynegeticus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia">
—
⋯
Original / primary: Textus receptus
10.0.1
μέγα δὲ ὄφελος κυνὶ καὶ τρῖψις τοῦ σώματος παντός, οὐ μεῖον ἢ ἵππῳ: τά τε γὰρ μέλη πῆξαι καὶ ῥῶσαι ἀγαθή, καὶ τὴν τρίχα μαλθακὴν ἐργάζεται καὶ τὴν χρόαν στιλπνήν, καὶ τοῦ χρωτὸς ἀποκαθαίρει ὅ τι περ πονηρόν.
10.0.2
τρίβειν δὲ τὰ μὲν νῶτα καὶ τὴν ὀσφὺν τῇ δεξιᾷ, ὑποθέντα τὴν ἀριστερὰν τῇ λαγόνι, ὡς μὴ ἐπιθλιβομένην ἄνωθεν τὴν κύνα ὀκλάζουσαν κακοπαθεῖν:
10.0.3
τὰς δὲ πλευρὰς ἑκατέρᾳ τῇ χειρί, καὶ τοὺς γλουτοὺς μέχρι ἄκρων τῶν ποδῶν, καὶ τὰς ὠμοπλάτας ὡσαύτως.
10.0.4
ἐπειδὰν δ᾽ ἱκανῶς φαίνωνται ἔχειν, ἐπαίρειν τῆς οὐρᾶς λαβόμενον καὶ ἀνατείναντα ἀφιέναι: ἣ δὲ διασείσεταί τε ἀφεθεῖσα καὶ δήλη ἔσται ὅτι ἠγάπησεν τὸ πραχθέν.