Cynegeticus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia">
—
⋯
Original / primary: Textus receptus
11.0.1
δεδέσθαι δὲ κύνα γενναίαν δι᾽ ἡμέρας, ὥσπερ τι ἄλλο, ἀγαθόν: εἰ δὲ μή, ἀναγώγους ἀποτελεῖσθαι ἀνάγκη. καὶ εἴ ποτε ἄρα δεσμοῦ δεηθεῖεν, ἀσχάλλουσιν καὶ κλαυθμυρίζονται καὶ ἀπεσθίουσιν τοὺς ἱμάντας: ὥστε σιδήρου δεῖν ἐπ᾽ αὐταῖς, καθάπερ ἐπὶ ἀνθρώποις τοῖς
11.0.2
κακούργοις. καὶ ἐσθίειν δὲ ἀνάγκη λελυμένην κύνα πᾶν τὸ ἐμπεσόν, καὶ τὸ ἀκμαῖον τοῦ δρόμου ἀφαιρεῖται αὐτῶν ὁ δι᾽ ἡμέρας περίπατος. ἀλλὰ χρὴ τεταγμένα μὲν περιπατεῖν, τὸ πολὺ δὲ ἀμπαύεσθαι.