Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 12 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
12.0.1
προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ, τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρτᾶν καὶ διαθεῖν:
12.0.2
εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν, καὶ πλεονάκις τοῦτο δρᾶν. καὶ δύο ἐπιλύειν ἐν ταὐτῷ, ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνεσθαι
12.0.3
ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ: ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται.
12.0.4
ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω: βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι, καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον.
12.0.5
ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαίνωνται ἀλλήλας: εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.

Intertext edge

Open linked passage

Note