Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 15 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
15.0.1
χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπιλύειν τῷ λαγῷ μήτε πλείους δυοῖν: καὶ γὰρ εἰ πάνυ ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς, ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ σὺν βοῇ ἐπικειμένων ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν καρδίαν. καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγῲ ἀκλεῶς ἀπώλοντο, μηδὲν μήτε δράσαντες μήτε ἀποδειξάμενοι μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι.
15.0.2
ὃ δέ, εἰ τύχοι δρομικός, ἐπαρεῖ εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται: οἳ δὲ διαρρίψαντες τὰ μέλη, καθάπερ οἱ σκιρτῶντες, ἀπευθυνοῦσιν τὸν δρόμον. καὶ τότε ἄρα ἐστὶν τὸ θέαμα ἄξιον τῶν πόνων, ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.

Intertext edge

Open linked passage

Note