Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 16 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
16.0.1
κράτιστοι δὲ τῶν λαγῶν οἱ ἐν τόποις περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες: ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δοκεῖν, τὰς κύνας.
16.0.2
οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα, ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου, ἀλλ᾽ ἐς τὰ πεδία βιάζονται, ἐρίζοντες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν: εἰ δὲ ὠκεῖαι,
16.0.3
ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθήν, ὡς ἐπισκιάζεσθαι ὑπ᾽ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας, ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ:
16.0.4
οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλ᾽ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος,
16.0.5
καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας καὶ ἐπτηχότα καὶ ἀπαγορεύοντα ἰδόντες οἳ δὲ ἀνακαλοῦσιν τὰς κύνας, καὶ μάλιστα δή, εἰ καλῶς διαγωνίσαιτο. ὥστε πολλάκις ἤδη ἔγωγε ἐφ᾽ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελθὼν ζῶντα ἀφειλόμην, καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγῶ. καὶ εἰ ὕστερος ἀφικόμην ἢ ὥστε διασῶσαι, ἔπαισα τὴν κεφαλήν, ὅτι ἀνταγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες.
16.0.6
καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλ᾽ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη: ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλ᾽ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη.
16.0.7
ἀλλ᾽ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι τὰς ὠκείας κύνας, συγγνωστὸν εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο.
16.0.8
ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη: ὥστε κἂν ἄναυδον κύνα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.

Intertext edge

Open linked passage

Note