Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 18 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
18.0.1
ἔχουσαν δὲ τὴν κύνα ἢ καὶ ἄλλως κρατήσασαν τῷ δρόμῳ καταπηδήσαντα ἀπὸ τοῦ ἵππου καταψᾶν χρὴ ἐπευφημοῦντα, καὶ τὴν κεφαλὴν φιλεῖν, καὶ τὰ ὦτα ἀποτείνειν, καὶ ὀνομαστὶ ἐπιλέγειν‘ εὖγε ὦ Κιρρά, εὖγε ὦ Βόννα, καλῶς γε ὦ Ὁρμή,’ καὶ ὅ τι περ ἄλλο ἑκάστῃ ὄνομα αὐτὰ τοῦτο ἀνακαλοῦντα: χαίρουσιν γὰρ ἐπαινούμεναι, καθάπερ τῶν ἀνθρώπων οἱ γενναῖοι. ἣ δὲ εἰ μὴ τύχοι ἀπηγορευκυῖα, πρόσεισιν ἐπιμειδιῶσα καὶ φιλοφρονουμένη.
18.0.2
ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα, καθάπερ τοὺς ἵππους ὁρῶμεν: δῆλον γὰρ ὅτι μὴ ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου, καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.

Intertext edge

Open linked passage

Note