Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 21 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
21.0.1
θηρῶσιν δὲ Κελτοὶ καὶ ἀναμιγνύοντες τοῖς ἰχνευταῖς κυσὶν τὰς ὠκείας. καὶ οἳ μὲν μαστεύουσιν, αὐτοὶ δὲ διίστανται, μετὰ χεῖρας ἔχοντες τὰς κύνας τὰς ἀγαθάς, οἷπερ μάλιστα εἰκὸς τὸν λαγῶ ἀπευθῦναι τὸν δρόμον, ὥστε ἐφιέναι τῶν κυνῶν ὅπως ἄν τῳ προχωρῇ.
21.0.2
καὶ εἰσὶν αἱ κύνες αὗται ὅ τι περ αἱ ἄρκυς τῷ Ξενοφῶντι ἐκείνῳ. ἀλλ᾽ ἄτακτοί τε οὕτω γίγνονται οἱ δρόμοι καὶ ὁ λαγώς, εἰ καὶ πάνυ ἀγαθὸς ὢν τύχοι, τὰ πολὺ ὑπὸ τῆς κλαγγῆς τῶν κυνῶν ἐκπλήσσεται, καὶ εἰ μὴ πρὸ πολλοῦ τύχοι προπηδήσας, ὡς καταστῆναι αὐτῷ τὴν γνώμην, ἁλίσκεται εὐμαρῶς, ἔκφρων γενόμενος.
21.0.3
χρὴ οὗν ὅστις ἐπιλύει κύνα ἀγαθήν, μὴ ἐφεῖναι ἔτι θορυβουμένῳ, ἀλλ᾽ ἐάσαντα ἐξελιχθῆναι τοὺς ἑλιγμοὺς τοὺς πρώτους, οὕτω μεθεῖναι τὴν κύνα, εἰ μὴ διαφθεῖραι ἐθέλει τὴν θέαν.

Intertext edge

Open linked passage

Note