Cynegeticus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia">
—
⋯
Original / primary: Textus receptus
28.0.1
κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι: αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος.
28.0.2
μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν— ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν—, ἐφιέναι δὲ αὐτάς λαγῷ μηκέτι: κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν.
28.0.3
καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγῶ ὡσαύτως, πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆναι, ἑξήκοντα ἡμερῶν οὐ μεῖον: ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει.