Cynegeticus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia">
—
⋯
Original / primary: Textus receptus
29.0.1
κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος: εὐκράτως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν, ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος: τὸ δὲ καῦμα ταῖς μητράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ: τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος, ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυλάκια πρὶν παγῆναι.