Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 31 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
31.0.1
ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια, ὀρθῶς συμβουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά, καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τὰ τε σκέλη αὐτοῖς διαστρέφουσιν
31.0.2
καὶ τοῖς σώμασιν νόσου ἐμβάλλουσιν. καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς κυσίν, καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. καὶ ὅσα ἀναγέγραφεν ὀνόματα, τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας, δεξιῶς ἀναγέγραφεν.
31.0.3
εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι, φυλάσσειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας, ἐπειδὰν τῆ ἀνάγκῃ ταύτῃ ἔχωνται: ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος, καὶ τείνεται τὰ ὑπὸ τῇ γαστρί.
31.0.4
καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγῶ: ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρῆ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί: ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν συνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται.
31.0.5
ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ: τότε γὰρ λύονται, ἐμοὶ δοκεῖν, ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.

Intertext edge

Open linked passage

Note