Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 34 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
34.0.1
Κελτῶν δὲ ἔστιν οἷς νόμος καὶ ἐνιαύσια θύειν τῇ Ἀρτέμιδι, οἳ δὲ καὶ θησαυρὸν ἀποδεικνύουσιν τῇ θεῷ. καὶ ἐπὶ μὲν λαγῷ ἁλόντι δύ᾽ ὀβολὼ ἐμβάλλουσιν ἐς τὸν θησαυρόν, ἐπὶ δὲ ἀλώπεκι δραχμήν, ὅτι ἐπίβουλόν τὸ χρῆμα, καὶ τοὺς λαγὼς διαφθείρει: τούτου ἕνεκα πλέον ἐμβάλλουσιν, ὡς ἐπὶ πολεμίῳ ἁλόντι. ἐπὶ δὲ δορκάδι τέσσαρας δραχμάς, ὅτι μέγα τὸ ζῴον καὶ ἡ θήρα ἐντιμοτέρα.
34.0.2
περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν τὰ γενέθλιαἥκῃ τῆς Ἀρτέμιδος, ἀνοίγνυται μὲν ὁ θησαυρός, ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται, οἳ μὲν οἶν, οἳ δὲ αἶγα, οἳ δὲ μόσχον, εἰ οὕτω προχωροίη.
34.0.3
θύσαντες δὲ καὶ τῶν ἱερείων ἀπαρξάμενοι τῇ Ἀγροτέρᾳ, ὡς ἑκάστοις νόμος, εὐωχοῦνται αὐτοὶ τε καὶ αἱ κύνες. τὰς κύνας δὲ καὶ στεφανοῦσιν ἐν τῇδε τῇ ἡμέρᾳ, ὡς δῆλον εἶναι διότι ἐπ᾽ αὐταῖς ἑορτάζουσιν.

Intertext edge

Open linked passage

Note