Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 4 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
4.0.1
λέξω δὲ καὶ αὐτός, ἀφ᾽ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν ἂν προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνειεν αὐτῶν.
4.0.2
πρῶτα μὲν δὴ μακραὶ ἔστων ἀπὸ κεφαλῆς ἐπ᾽ οὐράν: ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον, ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς.
4.0.3
καὶ μὴν καὶ αἱ μείζους εἰ τὰ ἄλλα φαῦλαι τύχοιεν, κατ᾽ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν. φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀσύμμετροι: ὥστε φαυλότεραι ἂν εἶεν οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς.
4.0.4
ἐχόντων δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις: εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν, οὐ παρὰ μέγα διοίσει τοῦτο: οὐδ᾽ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον. ἀλλ᾽ αἱ βαρυκέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλ᾽ ἀθρόως ἀπολήγοντα.
4.0.5
τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά, ἐκπλήττοντα τὸν θεώμενον. καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα, οἷα πορδάλεων ἢ λεόντων ἢ λυγκῶν: δεύτερα δὲ ἐπὶ τούτοις τὰ μέλανα, εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν: τρίτα δὲ τὰ χαροπά: οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν, οὐδὲ φαύλων κυνῶν σύμβολα, εἰ τύχοι καθαρὰ καὶ γοργὰ ἰδεῖν.

Intertext edge

Open linked passage

Note