Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cynegeticus
Arrian of NicomediaCyneg 8 · textus-receptusMore by Arrian of Nicomedia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian of Nicomedia"> —
⋯
More
Original / primary: Textus receptus
8.0.1
ἐσθίουσιν δὲ αἳ μὲν λάβρως αἳ δὲ κοσμίως, καὶ τὸ
8.0.2
κόσμιον γενναιότερον τοῦ ἀκόσμου. ἀγαθαὶ δέ, ὅσαι μὴ κακόσιτοι, ἀλλ᾽ ἄρτῳ ἢ μάζῃ χαίρουσιν: κράτιστον γὰρ κυνὶ τοῦτο σιτίον, καὶ οὐ δέος μὴ ὑπερεμπλησθῇ ἀπ᾽ αὐτοῦ. ἄμεινον δὲ εἰ ξηρᾷ τῇ τροφῇ χαίροιεν. εἰ δὲ καὶ ὕδατι καταβρέχοις καὶ τούτῳ χαίροιεν, οὐ κακόν.
8.0.3
καμνούσῃ δὲ ἐμβάλλειν ἢ ὕδωρ ἀπὸ κρέως λιπαροῦ, ἢ βοὸς ἧπαρ ἐν σποδιᾷ θερμῇ φρύξαντα, ἔπειτα τρίψαντα καθάπερ ἄλφιτα ἐπιπάττειν.
8.0.4
καὶ ταῖς γε σκυλακευομέναις ἀγαθὸν τοῦτο ἐς τὸ πῆξαι τὰ μέλη, ἐπειδὰν ἀποπαύσωνται τοῦ γάλακτος. τὸ γάλα δὲ σκυλακεῦσαι κράτιστον ἐς ἔνατον μῆνα καὶ πορρωτέρω: καὶ καμνούσῃ δὲ καὶ μαλθακιζομένῃ ἀγαθὸν καὶ πῶμα καὶ σιτίον, ἀγαθὴ δὲ καὶ ἀσιτία καμνούσῃ. οὐδὲν δὲ οἷον εὐνὴ μαλθακὴ καὶ ἀλεεινή.

Intertext edge

Open linked passage

Note