Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Indica
ArrianIndi 36 · perseus-grc2More by Arrian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian"> —
⋯
More
Original / primary: Perseus Grc2
36.1
36.1
ὁ δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξανδρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι, παρεόντα κατιδὼν τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γούνατα,
36.2
36.2
καὶ “οὗτός τοι” ἔφη “ἐγώ εἰμι, ὃς ἀπηγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅκως διάκειμαι.” οὕτω δὴ δέεται Ἀλεξάνδρου Νέαρχος ἀπεῖναι τὸν ἄνδρα, καὶ ἀπίεται.
36.3
36.3
Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλέι καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοὶ, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε, ταινίῃσί τε καὶ ἄνθεσι πρὸς τῆς στρατιῆς βαλλόμενος.
36.4
36.4
ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον “ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι ἐθέλω τὸ πρίσω οὔτʼ ὦν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ τοῦδε, ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.
36.5
36.5
” Νέαρχος δὲ ὑπολαβὼν λέγει “ὦ βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθεσθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλεις, μὴ ποιήσῃς ὧδε, ἀλλὰ με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστʼ ἄν σοι σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας.
36.6
36.6
μηδὲ τὰ μὲν χαλεπά τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέεος ἤδη ἐχόμενα ἑτοίμου, ταῦτα δὲ ἀπαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω.
36.7
36.7
” ἔτι λέγοντα παύει Ἀλέξανδρος, καὶ χάριν προσωμολόγεεν εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς ἐς παραπομπὴν ὡς διὰ φιλίης ἰόντι ὀλίγην.
36.8
36.8
τῷ δὲ οὐδὲ τὰ τῆς ὀδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι ὁ σατράπης αὐτοῖσι ἐτετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, ὁ δὲ νεωστὶ κατεστηκὼς Τληπόλεμος οὔπω βέβαιον τὸ κράτος εἶχε.
36.9
36.9
δὶς ὦν καὶ τρίς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνθαῦτα θύει Νέαρχος Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει γυμνικόν.

Intertext edge

Open linked passage

Note