Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Indica
ArrianIndi 39 · perseus-grc2More by Arrian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian"> —
⋯
More
Original / primary: Perseus Grc2
39.1
39.1
ἐνθένδε ὁρμηθέντες ἐς Ἱέρατιν πόλιν ἀπίκοντο, ἐς χῶρον οἰκεόμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι ὁ πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ ἐμβεβλημένῃ ἐς θάλασσαν, ᾗ οὔνομα ἦν Ἠράτεμις.
39.2
39.2
ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλώουσιν ἐς ποταμὸν χειμάροον, οὔνομα Πάδαργον, ὁ δὲ χῶρος χερσόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο· οὔνομα τῷ χώρῳ Μεσαμβρίη.
39.3
39.3
ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους.
39.4
39.4
κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι εἶναι πήχεων πεντήκοντα·
39.5
39.5
δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν· ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺ δελφῖνας.
39.6
39.6
ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμέντ εὐόρμῳ· μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι.
39.7
39.7
ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο·
39.8
39.8
ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξι ἀμείβουσα ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ·
39.9
39.9
οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.

Intertext edge

Open linked passage

Note