Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tactica
ArrianTact 39 · perseus-grc2More by Arrian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arrian" aria-label="More works by Arrian"> —
⋯
More
Original / primary: Perseus Grc2
39.1
39.1
δὶς δὲ ἀμείψαντες τὰς τάξεις τε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούς τε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραν τε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλʼ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο.
39.2
39.2
καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν,
39.3
39.3
ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν. ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις

Intertext edge

Open linked passage

Note