Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On S
AsclepiadesOn S 1 · textus-receptusMore by Asclepiades
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asclepiades" aria-label="More works by Asclepiades"> —
⋯
More
Original / primary: Textus receptus
1.5.153
Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον, πυκνὰ δι᾽ ὑψορόφων φαινόμενον θυρίδων, αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν, Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.
1.5.158
Ἑρμιόνῃ πιθανᾖ ποτ᾽ ἐγὼ συνέπαιζον, ἐχούσῃζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη, χρύσεα γράμματ᾽ ἔχον διόλου δ᾽ ἐγέγραπτο, φίλει με: καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ᾽ ἕτερος.
1.5.169
ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταιςἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον: ἥδιον δ᾽ ὁπόταν κρύψῃ] μία τοὺς φιλέονταςχλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπ᾽ ἀμφοτέρων.
1.5.19
νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ᾽ ἐπὶ Πλειάδα δύνει: κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος, τρωθεὶς τῆς δολίης κείνης πόθῳ: οὐ γὰρ ἔρωταΚύπρις, ἀνιηρὸν δ᾽ ἐκ πυρὸς ἧκε βέλος.
1.7.11
γλυκὺς γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς, ἀλλ᾽ ἑτέρων πολλῶν δυνατώτερος: εἰ δ᾽ Ἀίδας μοιμὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ᾽ ὄνομα;
1.7.145
ἅδ᾽ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαιΑἴαντος τύμβῳ κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ᾽ Ἀχαιοῖςἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.
1.12.46
οὐκ εἴμ᾽ οὐδ᾽ ἐτέων δύο κεἴκοσι, καὶ κοπιῶ ζῶν. Ὥρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε; ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες, ὡς τὸ πάρος παίξεσθ᾽ ἄφρονες ἀστραγάλοις.
1.12.5
πῖν᾽, Ἀσκληπιάδη: τί τὰ δάκρυα ταῦτα; τί πάσχειςοὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο, οὐδ᾽ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺςπικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι; πίνωμεν Βάκχου ζωρὸν πόμα: δάκτυλος ἀώς: ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν; πίνωμεν, δύσερως: μετά τοι χρόνον οὐκέτι πουλύν, σχέτλιε, τὴν μακρὰν νύκτ᾽ ἀναπαυσόμεθα.

Intertext edge

Open linked passage

Note