Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 10 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Ἔστιν, ὡς ἔοικεν, καὶ παρὰ τῶν σφόδρα δυσμενῶν καὶ ἀδιαλλάκτων ἐχθρῶν ὠφεληθῆναι τὰ μέγιστα· καὶ τοῦτο δείκνυσιν ἥ τε ἄλλη τοῦ βίου πεῖρα καὶ τὰ ἀρτίως τελούμενα. Εἰ μὴ γὰρ ἐδίωξεν χριστιανοὺς ὁ διάβολος καὶ τὸν κατὰ τῆς ἐκκλησίας ἤρατο πόλεμον, οὐκ ἂν εἴχομεν μάρτυρας· μαρτύρων δὲ μὴ ὄντων σκυθρωπὸς ἡμῶν ὁ βίος ἐγίνετο καὶ ἀνέορτος. Τί γὰρ ἀντάξιον τούτων τῶν πανηγύρεων; Τί δὲ οὕτως σεμνὸν καὶ πάγκαλον ὡς τὸ πόλιν ὅλην ἰδεῖν παγγενῆ ἐκφοιτῶσαν τοῦ ἄστεος, ἱερὸν δὲ τόπον καταλαμβάνουσαν εὐσεβείας ἀληθεστάτης τελεῖν καθαρὰ μυστήρια;
10.1.2
Εὐσέβεια δὲ ἀληθὴς Θεὸν προσκυνεῖν τε καὶ τιμᾶν τοὺς δι' ἐκεῖνον πάθη καρτερῶς ἐνεγκόντας καὶ παραταξαμένους πρὸς τὸν ἔσχατον τοῦ θανάτου κίνδυνον, ὧν κορυφαῖοι καὶ πρωτοστάται τυγχάνουσι οἱ σήμερον ἡμᾶς δημαγωγήσαντες· ἄνδρες διὰ καλὸν θάνατον ἀθάνατοι, διὰ τὸ καταφρονῆσαι ζωῆς ζῶντες ἀεί, τοῦ αἵματος τὴν βασιλείαν ἀλλαξάμενοι καὶ τὴν ἐπίβουλον σάρκα εὐεργέτην τῆς ψυχῆς ἀποφήναντες.
10.1.3
Οὕτως προαίρεσις ἀγαθὴ ὅταν ἡνιόχου δίκην ἐφεστῶσα ᾖ τῷ ἀνθρώπῳ, ὑποζεύξῃ δὲ αὑτῇ τὰς ὁρμὰς πάσας καὶ τὰ κινήματα καὶ προσεχόντως ὡς ἡνίας διατείνῃ τοὺς λογισμοὺς ἀργίαν νύττουσα καὶ ὀξύτητα ἄμετρον ἀναστέλλουσα, οὐχ οἷόν τε ἄτακτον ἢ ἐπικίνδυνον γενέσθαι τοῦ βίου τὸν δρόμον.
10.2.1
Ἔχομεν τοίνυν τοὺς μάρτυρας τοῦ Χριστοῦ οὐ διδασκάλους μόνον ἀγαθῆς πολιτείας, ἀλλὰ καὶ κατηγόρους τῆς ἁμαρτίας. Πῶς δ' ἂν γένοιτο μάρτυς κατήγορος, ἄκουσον. Εἰ ἐκεῖνος ἐνίκησε φλόγα πυρὸς τῇ καρτερίᾳ, σὺ πῶς πορνείαν οὐ δαμάζεις τῇ σωφροσύνῃ; Εἰ ὁ μάρτυς οὐκ ἠλέησε πλοῦτον ὃν ἠφίει καὶ χρήματα, διὰ τί σὺ ὀλίγου οὐ καταφρονεῖς ἀργυρίου ὑπὲρ δικαιοσύνης; Εἰ ὁ μάρτυς γένος Θεοῦ οὐ προετίμησεν, ἀλλ' ἀπεζεύχθη γυναικός, παίδων, φιλτάτων, πῶς σὺ οὐ κολάζεις τὴν προσπάθειαν, διὰ δὲ πρόσωπα τυχὸν σχέσιν πρός σε οἰκειότητος ἔχοντα ὑπερ πηδᾷς τὸ δίκαιον καὶ τοῦ Θεοῦ τὸν φόβον παραλογίζῃ; Εἰ ὁ μάρτυς τὸ σῶμα διὰ Θεὸν ἐξεδύσατο, πῶς αὐτὸς ἑνὸς οὐ καταφρονεῖς χιτωνίσκου εἰς σκέπην γυμνοῦ;
10.2.2
Ταῦτα ἀλλήλοις ἀντεξεταζόμενα τὴν ἡμετέραν δυστροπίαν ἐλέγχει. Ἢ τοίνυν ὡς διδασκάλους τοὺς ἁγίους αἰδεσθῶμεν ἢ ὡς κατηγόρους φοβηθῶμεν, δείξωμεν δὲ τὸν ἑαυτῶν βίον τοῖς τιμωμένοις ἀκόλουθον· πεισθῶμεν δὲ καὶ ἡμεῖς οὕτως Θεῷ, ὡς οἱ ἅγιοι ταῖς ἐντολαῖς ἐπειθάρχησαν καὶ τὰς ἐπαγγελίας βεβαίως ἤλπισαν.
10.3.1
Ἀγαθὴ γὰρ σφόδρα διδάσκαλος ἀνδρείας καὶ καρτερίας ἡ τῶν ἀγαθῶν τῶν νοητῶν ἐλπίς, ἥτις ὡς ἐνέχυρον ἀξιόπιστον καὶ ἀρραβὼν ἀσφαλὴς ἐγκειμένη τοῖς λογισμοῖς πάντα παρακελεύεται κίνδυνον ὁρᾶν ἀκαταπλήκτως καὶ φέρειν ἐν τῇ πείρᾳ γενναίως· καὶ τοῦτο ἀκολούθως συμβαίνει. Φύσει γάρ πως ἐλάχομεν ἄνθρωποι μαλακίζεσθαι μὲν καὶ χαυνοῦσθαι πρὸς τοὺς ἀγεράστους τῶν πόνων, ἐρρωμένως δὲ τοὐναντίον ἐκείνων ἀντιλαμβάνεσθαι ὧν ἆθλα καὶ τιμαὶ τέλος εἰσίν.
10.3.2
Διὸ πάντες μάρτυρες τῷ εὐαγγελικῷ γράμματι προσέχοντες τὸν νοῦν, ἐν ᾧ προτρέπων τοὺς ἱεροὺς ἀθλήτας καὶ φιλοθέους ὁ Κύριος λέγει· Ἐάν τις ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου, ὑπὲρ ταύτης τῆς ὁμολογίας ἤνεγκαν ἀτρέπτοις τοῖς λογισμοῖς σίδηρον τεθηγμένον καὶ πυρκαϊᾶς ἐπέβησαν καὶ θηρίων στόμασιν ἔκδοτον τὸ σῶμα παρέσχον καὶ τὸν νῶτον ἕκαστος ὑπέθηκαν μάστιξι καὶ ταῖς ἀκμαῖς τῶν ὀνύχων τὰς πλευρὰς ἐσπαράχθησαν καὶ δεσμῶν τῶν διὰ σιδήρου ἠνέσχοντο καὶ δεσμωτηρίων ἤνεγκαν σκοτεινὰ καταγώγια·
10.3.3
ἐπιέσθησαν δὲ λιμῷ καὶ δίψει κατεξηράνθησαν, παρέθηκαν δὲ ὡς λίθους τὰ πρόσωπα τοῖς ῥαπίζουσιν, ἤκουσαν τῶν ὕβρεων ὡς κώφοι, ἐσιώπησαν πρὸς τοὺς ὀνειδίζοντας καὶ λοιδορουμένους ὡς ἄλαλοι, δήμοις καὶ θεάτροις ἐπομπεύθησαν, περιήχθησαν ἀγορὰς καὶ ἄμφοδα ἐν ὁλογύμνοις τοῖς σώμασιν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, τὸ σχετλιώτατον. Ἄλλοι πυρὶ κατεφλέχθησαν, ἕτεροι διὰ χειμῶνος ἐπάγησαν· ποικίλοις τρόποις τὰς ἀριστείας ἡμῖν κατεμερίσαντο, ἵνα πεσόντες νικήσωσιν.
10.4.1
Διὰ τοῦτο τὰ εὐσεβῆ σώματα σεμνῶς περιστείλαντες, τὰ σκεύη τῆς ἐκλογῆς, τὰ τῶν μακαρίων ψυχῶν ὄργανα, τὰς οἰκίας τῶν φιλοσόφων ἐνοίκων, ὡς κειμήλια πολυτίμητα τῷ παντὶ βίῳ φυλάσσομεν, φρουροῦμεν δὲ αὐτοῖς ὡς ἡμετέροις πλεονεκτήμασιν καὶ τοῖς μάρτυσιν ἡ ἐκκλησία τετείχισται ὡς πόλις ὁπλίταις γενναίοις καὶ πάνδημοι πανηγύρεις ἀθροίζονται καὶ τῆς θυμηδίας τῶν ἑορτῶν ἀπολαύομεν.
10.4.2
Οἱ δὲ ταῖς ἀνθρωπικαῖς περιστάσεσιν ἢ συμφοραῖς πιεζόμενοι ὡς ἐπί τι κρησφύγετον τὰς ἀναπαύσεις τῶν τρισμακαρίων σπεύδουσιν πρεσβευτὰς αὐτοὺς τῶν εὐχῶν καὶ αἰτημάτων διὰ τὸ ὑπερβάλλον τῆς παρρησίας ποιούμενοι. Ἐντεῦθεν πενίαι λύονται καὶ ἰατρεύονται νόσοι καὶ ἀρχόντων ἀπειλαὶ κοιμίζονται· πασῶν δὲ τῶν ταραχῶν καὶ χειμώνων τοῦ βίου λιμένες εἰσὶν εὔδιοι οἱ ἱεροὶ τῶν μαρτύρων σηκοί.
10.4.3
Οὕτως πατὴρ ἢ μήτηρ ἀραμένη τὸν ἄρρωστον παῖδα καὶ περιστείλασα ταῖς ἀγκάλαις παρατρέχει μὲν ἰατρεῖα καὶ ἰατρούς, ἐπὶ δὲ ἄτεχνον καταφεύγει βοήθειαν· καὶ πρὸς ἕνα τῶν μαρτύρων ἐλθοῦσα δι' ἐκείνου τῷ Δεσπότῃ προσάγει τὴν αἴτησιν τοιαύταις κεχρημένη πρὸς τὸν μεσίτην φωναῖς· «Παθὼν διὰ Χριστὸν πρέσβευσον ὑπὲρ πάθους καὶ νόσου. Ἔχων παρρησίαν χρῆσον λόγον τοῖς ὁμοδούλοις. Εἰ καὶ τὸν ἡμέτερον βίον ἀπέλιπες, ἀλλὰ γοῦν οἶδας τὰ πάθη τῆς ἀνθρωπότητος· παρεκάλεσας καὶ σύ ποτε μάρτυρας πρὶν γενέσθαι μάρτυς. Τότε ζητῶν ἐλάμβανες, νῦν ἔχων χάρισαι. Εἰς τὸ γέρας τὸ σὸν αἴτησον τὸ κέρδος ἡμῖν. Ἰαθείημεν τῷ σῷ μώλωπι ὡς τῷ τοῦ Χριστοῦ ὁ κόσμος».
10.4.4
Ἄλλος ἐπὶ γάμον σπεύδων προοίμιον ποιεῖται τῶν θαλάμων τὴν ἐν μαρτυρίοις εὐχήν· καί τις εἰς πλοῦν ἐπειγόμενος οὐ πρότερον τῆς νεὼς λύει τὰ πείσματα, πρὶν ἂν τὸν τῆς θαλάσσης Δεσπότην διὰ τῶν μαρτύρων ἐπικαλέσηται· πτωχῶν δὲ φῦλα καὶ πενήτων ἐσμοὶ κοινὴν ἑστίαν καὶ τροφὴν κέκτηνται τὴν τῶν μαρτύρων ἀνάπαυσιν· ᾄδονται δὲ πανταχοῦ γῆς καὶ θαλάττης οἱ μάρτυρες. Εἰκότως καὶ πρὸς ἀξίαν.
10.4.5
Οὐ γὰρ ὡς πολλοὶ τὴν δικαιοσύνην καθόρθωσαν, αὐτῷ δὲ σώματι τὸν σταυρὸν ἐβάστασαν· οὐ χρήματα ἐσκόρπισαν, ἀλλ' αἷμα ἐξέχεαν· οὐ πένητα ᾤκτειραν, ἀλλ' ἑαυτοὺς οὐκ ἠλέησαν· οὐκ ἐν δεσμωτηρίῳ τὸν κεκακωμένον ἐπεσκέψαντο, ἀλλ' αὐτοὶ τὰς ἁλύσεις ἐφόρεσαν. Διὰ τοῦτο τῆς ὑπομονῆς καὶ τῆς κακώσεως ἀντίρροπον τὴν δόξαν καὶ τὴν τιμὴν ἐκαρπώσαντο.
10.5.1
Οἱ μὲν οὖν μάρτυρες οὕτως· οἱ δὲ τούτων τύραννοι καὶ φονεῖς ποῦ, οἱ τὰ ὑψηλὰ φρονήσαντες καὶ τὰ ὑπερήφανα ἀπειλήσαντες, οἱ ἐπὶ θρόνων μετεώρων καθήμενοι καὶ τὸν ἑαυτῶν ἄρχοντα μὴ γνωρίσαντες; Ἐβρυ χήσαντο ὑπὲρ τοὺς λέοντας, ἔδραμον ὑπὲρ τὰς παρδάλεις, ἐσπάραξαν ὑπὲρ τὰς ἄρκτους, ἐξέχεαν αἵματα κατὰ τοὺς λύκους, ἐκακούργησαν ὡς αἱ ἀλώπεκες. Κεῖνται τῶν ὄνων τῶν νεκρῶν μυσαρώτεροι, λήθη ἐκάλυψεν τὴν ζωὴν αὐτῶν· ἔχουσι δὲ τάφον τὸν ᾅδην καὶ στήλην τὴν ἀσέβειαν καὶ μνήμην τὴν ἀτιμίαν· μετανοοῦσιν ἀνόνητα, στένουσιν ἄπρακτα.
10.5.2
Τοὺς δὲ παρὰ τούτων αἰκισθέντας διεδέξατο μνήμη ἄληκτος, ἀγήρως ἔπαινος. Τὰ γὰρ διηγήματα καὶ τὰς τιμὰς οἱ μεθηλικέστεροι παρὰ τῶν πρεσβυτέρων ὑποδεχόμενοι καὶ πάππος ἐκγόνῳ ἢ πατὴρ παιδὶ παρα διδόντες τὴν εἰς αὐτοὺς θεραπείαν ἀθάνατον ποιοῦσι τὸν ἔπαινον· καὶ ὥσπερ τινὰ κληρονομίαν ἄσυλον τὰς ἑορτὰς ταύτας ἐν διαδοχαῖς σώζει ὁ βίος, ἢ μᾶλλον καὶ κληρονομίας τιμιώτερον χρῆμα. Κληρονομίας μὲν γὰρ τὰ καλὰ ἢ λῃστὴς ἀφείλετο ἢ πολέμιος λάφυρον ἔλαβεν ἢ περίστασις πραγμάτων ἐκένωσεν, ἁγίων δὲ ἀνδρῶν ἑορτὴν οὐδεὶς ἐκκόψει ἐνιαυτοῦ, μέχρις ἂν ὦσιν ἐνιαυτοὶ καὶ χρόνος τρέχῃ καὶ οὐρανὸς ἔχῃ τὸν ἥλιον καὶ γῆ βόσκῃ τὰ ἴδια ζῷα καὶ θάλασσα τὰ ἐξαίρετα.
10.5.3
Τὸ δὲ ἀληθέστερον εἰπεῖν, καὶ τῶν στοιχείων παυσαμένων τούτων, κἄν τισι μὴ δοκῇ, μαρτύρων καὶ δικαίων οὐ σβεσθήσεται δόξα οὐδὲ συναπολήξει τῇ δημι ουργίᾳ τὰ κατ' ἐκείνους· ἀλλὰ τότε καὶ μᾶλλον ἀνθήσουσι πρὸς τὴν ἄφθαρτον ζωὴν μετακοσμηθείσης τῆς ἀνθρωπότητος.
10.6.1
Ἔξεστιν δὲ τοῖς ἀπίστοις καὶ περὶ τῆς μελλούσης ἐλπίδος ἡμῶν ἀμφιβάλλουσιν ἀπὸ τῶν ἐν τῷδε τῷ βίῳ πραττομένων τῆς ἀγαθῆς προσδοκίας ἡμῶν λαβεῖν βέβαια τὰ ἐνέχυρα. Ἰδοὺ γὰρ πεπλήρωται πᾶς τῆς οἰκουμένης κύκλος τῶν ἀθλητῶν τοῦ Χριστοῦ καὶ πᾶς τόπος ἔχει τῶν ἁγίων τὴν μνήμην· πάντες δὲ καιροὶ κρείττονα τῶν ἀπὸ γῆς δώρων καὶ βλαστημάτων τὰ τῶν ἀγωνιστῶν τοῖς ἑορτάζουσι χαρίζονται διηγήματα. Ὡς εἴ τις ἦν σπουδαῖος τῶν μαρτύρων φίλος, ἔθετο δὲ φροντίδα τοῖς τῶν ὅλων πανηγυρίζειν πάθεσιν, οὐκ ἂν ἡμέραν παρῆλθεν τοῦ ἐνιαυτοῦ ἀνεόρταστον. Πᾶσαι γὰρ ἔχουσι κρείττονα τοῦ ἡλιακοῦ κύκλου κόσμον τὰ τῶν γενναίων ἀνδραγαθήματα.
10.6.2
Ἐπειδὴ γὰρ ὁ τοῖς καλοῖς ἀντιτεταγμένος σφοδρὸν πρὸς τὸ μυστήριον τῶν χριστιανῶν ἐπηρείσατο, πάντας δὲ πάσσων τῇ κόνει τοῖς ἰδίοις φρονήμασι χωννύειν ἐσπούδαζεν καὶ μάτην ἐνασχολεῖν τοῖς ἐπιτηδεύμασι τοῦ πηλοῦ, ἀρίστων ἀνδρῶν πλῆθος ὁ Θεὸς ἀλείψας τοῖς παραγγέλμασι καὶ παιδοτριβήσας πρὸς καρτερίαν καὶ δύναμιν ἀντέστησεν τῷ ἀναιδεῖ καὶ ἐπιβούλῳ τῆς ἀνθρωπότητος. Οὗτοι δὲ καινὸν ἠγωνίσαντο καὶ οὐ τὸν συνήθη ἀγῶνα. Οὐ γὰρ τύπτοντες ἢ ῥηγνύντες ἐκράτησαν, ἀλλὰ πάσχοντες ἠρίστευσαν καὶ σφαζόμενοι.
10.7.1
Καὶ ποῖον ἐρεῖς, ὁ ἀκροατής, κράτος πολέμου; Τίς δὲ εὐδοκίμησις αὕτη τὸ στρεβλωθῆναι καὶ μαστιχθῆναι καὶ πρός γε διὰ πυρὸς ἢ ξίφους ἢ κακώσεως δεσμωτηρίων καταλῦσαι τὸν βίον; Ἀλλὰ μάθε, ὡς οἱ ὑπὲρ εὐσεβείας πόλεμοι ἀπ' ἐναντίου κατορθοῦνται τῶν ἄλλων. Οἱ μὲν γὰρ ἐν τῷ φονεῦσαι τὴν ἀριστείαν ἔχουσι, οἱ δὲ διὰ τοῦ παθεῖν καὶ πεσεῖν ἀναιροῦνται τὴν νίκην. Παρρησία δὲ δικαίων ἐκτελεῖ τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας· καὶ ἔλαθεν ὁ ἐχθρὸς τοῖς ἐναντίοις περιπεσὼν ἢ ἐβούλετο. Ὅσους γὰρ ἔσφαξε μαρτυρήσαντας, τοσούτους ἀνθρώπων βοηθοὺς παρεσκεύασεν.
10.7.2
Καὶ ἐπὶ πάσης δὲ πράξεως τοῦτο πάσχων εὑρίσκεται· ὅθεν ἐμποδίζειν οἴεται τὴν εὐσέβειαν, ἐκεῖθεν κατασκευάζει τῆς εὐσεβείας τὴν αὔξησιν. Τῷ γὰρ μωρῷ καὶ ἄφρονι εἰς τοὐναντίον ὁ σοφὸς Θεὸς περιίστησι τὰ βουλεύματα. Καὶ τοῦτο τοῖς πράγμασιν ἑκάστου καιροῦ παρακολουθοῦντες εὑρίσκομεν, τὴν ἔκθεσιν τοῦ Μωσέως, τὴν πρᾶσιν τοῦ Ἰωσήφ. Εὐθὺς ἐν ἀρχῇ τὸν δεύτερον ἄνθρωπον Ἄβελ ἐφόνευσεν, ἵνα τῶν εὐσεβῶν ἐκκόψῃ τὸ σπέρμα, καὶ τὸ ἔμπαλιν ἐγένετο. Ἔκτοτε γὰρ ἀνδροφόνοι μισοῦνται σφοδρῶς, ἐξ οὗ Κάϊν παρὰ τοῦ Θεοῦ κατηράθη. Τὸ τοῦ Χριστοῦ, ὅτι ἐνήργησεν εἰς Ἰουδαίους ὁ σατανᾶς, ἵνα σταυρώσωσιν αὐτόν.
10.7.3
Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῖς μάρτυσι πέπονθεν, ὧν καταφρονοῦσι πολλοὶ ὑπὸ ἰδίας ἀνοίας ἐξευτελίζοντες αὐτῶν τὸ ἀξίωμα. Οὐκ ἄνθρωπός ἐστιν; Οὐκ ἐδαπανήθη τὸ σῶμα; Οὐκ ἐν ὀλίγοις λειψάνοις καὶ τούτοις ἐγκεχωσμένοις αὐτῶν ἡ μνήμη; Μάλιστα δὴ ταῦτα Ἕλληνες καὶ Εὐνομιανοί φασιν· εἴπωμεν δὲ πρὸς ἀμφοτέρους.
10.8.1
Ἡμεῖς μάρτυρας οὐ προσκυνοῦμεν, ἀλλὰ τιμῶμεν ὡς γνησίους προσκυνητὰς Θεοῦ· οὐ σέβομεν ἀνθρώπους, θαυμάζομεν δὲ τοὺς ἐν καιρῷ πειρασμῶν καλῶς σεβασθέντας Θεόν. Ἐν θήκαις φιλοκάλοις ἀποτιθέμεθα καὶ οἴκους τῆς ἀναπαύσεως αὐτῶν ἐγείρομεν ταῖς κατασκευαῖς μεγαλοπρεπεῖς, ἵνα ζηλώσωμεν τὰς τῶν καλῶς τελευτησάντων τιμάς· οὐκ ἄμισθον δὲ τὴν εἰς αὐτοὺς σπουδὴν ἐπιδεικνύμεθα, ἀλλὰ τῆς προστασίας αὐτῶν τῆς πρὸς Θεὸν ἀπολαύομεν.
10.8.2
Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ ἡμετέρα εὐχὴ δυσωπῆσαι Θεὸν ἐν καιρῷ ἀνάγκης ἢ συμ φορᾶςἡ γὰρ δέησις ἡμῶν οὐ παράκλησίς ἐστιν, ἀλλὰ ἁμαρτημάτων ὑπόμνησις, διὰ τοῦτο τοῖς ἀγαπωμένοις παρὰ τοῦ Δεσπότου ὁμοδούλοις προσφεύγομεν, ἵν' ἐκεῖνοι ἐν τοῖς ἰδίοις κατορθώμασι τὰ ἡμέτερα θεραπεύσωσι πλημμελήματα. Ποῖον οὖν ἔγκλημα, ὅτι τιμῶντες μάρτυρας καὶ αὐτοὶ σπουδάζομεν ἀρέσκειν Θεῷ; Τίς κατηγορία προστάταις προσφεύγειν; Ἐξετάσωμεν λοιπὸν καὶ τὰ σά, εἰ τοῦ ἐγκλήματος ὁ κατήγορος καθαρεύεις. Καὶ πῶς, ὅς γε μυρίους τῶν τεθνεώτων ἀνθρώπων οὐ τιμᾷς, ἀλλ' ὡς θεοὺς προσκυνεῖς;
10.9.1
Οὐ σὺ Δήμητραν καὶ Κόρην ὑπὸ τῆς ἀνοίας σαυτοῦ ἐθέωσας, ἐδείμω δὲ δύο γυναίους ναοὺς καὶ θυσίαις ταύτας τιμᾷς καὶ παντοίαις προσκυνεῖς θεραπείαις; Οὐ κεφάλαιον τῆς σῆς θρησκείας τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ δῆμος Ἀττικὸς καὶ ἡ Ἑλλὰς πᾶσα συρρεῖ, ἵνα τελέσῃ ματαιότητα; Οὐκ ἐκεῖ τὸ καταβάσιον τὸ σκοτεινὸν καὶ αἱ σεμναὶ τοῦ ἱεροφάντου πρὸς τὴν ἱέρειαν συντυχίαι, μόνου πρὸς μόνην; Οὐχ αἱ λαμπάδες σβέννυνται καὶ ὁ πολὺς καὶ ἀναρίθμητος δῆμος τὴν σωτηρίαν αὐτῶν εἶναι νομίζουσι τὰ ἐν τῷ σκότῳ παρὰ τῶν δύο πραττόμενα;
10.9.2
Οὐ σὺ ὁ τὸν Θηβαῖον Διόνυσον ὡς θεὸν προσκυνῶνλέγω γὰρ τὴν πατρίδα, ἵνα γνωρίσῃς τὸν ἄνθρωπον, ἄνδρα γεωργὸν ἀμπέλων καὶ φίλοινον, κωμαστὴν πάροινον, δῆμον ἐπισυρόμενον ἀσχημονοῦντα τῇ μέθῃ, ἐκεῖνα ποιοῦντα ἃ τοὺς ἀσώτους νέους στηλιτεύει ἀκολασταίνοντας, μεθύοντα δὲ μετὰ τοῦ γέροντος τοῦ Σιληνοῦ καὶ τοῖς φιλοσκιρτηταῖς Σατύροις συνδιαιτώμενον καὶ ἱστορίαν μέθης ὄντα τῷ βίῳ; Οὐ σὺ ὁ τῷ ἀνδρὶ Ἡρακλεῖ ὡς θεῷ τὰς θυσίας προσάγων, ἀνθρώπῳ ῥωμαλαίῳ, σῶμα λαχόντι δυνατὸν καὶ ἀνδρεῖον, καὶ σέβεις ἐκεῖνον, ἐπειδὴ ἐν πολλοῖς ἠρίστευσεν καὶ θηρίων περιεγένετο;
10.9.3
Τί δὲ πάλιν τὸν Ἀσκληπιὸν τὸν ἐν τῷ νάρθηκι πολλὰ καὶ τῇ σιδηροθήκῃ περινοστήσαντα οὐ σέβεις καὶ τέθηπας; Καὶ οὐκ ἂν ἀρνηθείης ὡς οὐ τοῦτο ποιεῖς. Οἱ γὰρ πανταχοῦ τῆς οἰκουμένης ἀνεστῶτες ναοί, τὰ Ἀσκληπιεῖα λέγω καὶ τὰ Ἡράκλεια καὶ τὰ Διονύσια, ἔλεγχοι ἑστᾶσιν ὑψηλοὶ τῆς σῆς ματαιότητος· καὶ οὕτως ἐγὼ μὲν ἀθῷος ἀπελεύσομαι τοῦ ἐγκλήματος, οὐ γὰρ προσκύνω μάρτυρας οὐδὲ νομίζω θέους· σὺ δὲ πέφηνας ἐνεχόμενος τοῖς ἐγκλήμασιν, καὶ ταῦτα κατηγορῶν ἑτέρων, ὥσπερ οἱ διὰ κακὸν συνειδὸς προκατηγοροῦντες τῶν ἀνευθύνων. Ἀνθρώπους γὰρ ὡς θεοὺς προσκυνῶν ἐπιδέ δειξαι. Ταῦτα πρὸς τὸν ἐθνικὸν ἐκ πολλῶν ὀλίγα.
10.10.1
Οἱ δὲ τῆς νέας στάσεως Ἰουδαῖοι, τί θαυμαστὸν εἰ μάρτυρας ἀτιμάζετε Χριστὸν ἀθετοῦντες καὶ τῆς ὁμοιότητος τῆς πρὸς τὸν Πατέρα ἐν τοῖς ἰδίοις λόγοις χωρίζοντες, φυλαττόμενοι δὲ τοὺς τόπους ὡς βεβήλους, ἐν οἷς σώματα ἅγια ἀναπέπαυται; Ἀλλ' οἳ μὴ εἰς ἔννοιαν ἔλθετε τοῦ γινομένου, φοβήθητε χριστιανοὶ λεγόμενοι, μετὰ δὲ Ἑλλήνων μισοῦντες μάρτυρας. Οὐκ ἴστε, ὡς ἀρχιμάρτυς Χριστὸς πρῶτος παθὼν καὶ τοῖς δούλοις τὸν ζῆλον ἀφείς;
10.10.2
Εἶτα μετ' ἐκεῖνον Στέφανος, ὁ φερώνυμος τῆς κατὰ Θεὸν εὐδοξίας ἀγωνιστής· πάντες οἱ ἑξῆς μαθηταὶ καὶ ἀπόστολοι. Καὶ ἐπίσκεψαι διὰ μιᾶς ὕβρεως ὅσους ἀτιμάζεις· Ἰωάννην τὸν βαπτιστήν, Ἰάκωβον τὸν ἀδελφὸν λεγόμενον τοῦ Κυρίου, Πέτρον, Παῦλον, Θωμᾶν τούτους ὡς πρωτοστάτας ὀνομάζω τῶν μαρτύρων, ἔπειτα τὸ ἄπειρον πλῆθος τῶν ἀποθανόντων ὑπὲρ τῆς ζωῆς. Μὴ μικρόν σοι τούτοις προσκρούειν; Μὴ ὀλίγος τῆς ἔχθρας ὁ κίνδυνος;
10.10.3
Τούτων ἕκαστος τὸν διάβολον μετὰ τῆς φρατρίας τῶν δαιμόνων ἐνίκησεν, ἀγγέλοις δὲ ἐνεγράφη καὶ τηρεῖται ὡς εὐδόκιμος ἀθλητὴς τῇ ἀναρρήσει τῆς ἀναστάσεως, παραστήσεται δὲ τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνοίγων ἐν παρρησίᾳ τὸ στόμα, ἐπευφραινόμενος τῇ θέᾳ τῶν ἀγγέλων, τῇ δόξῃ τοῦ Θεοῦ, μακαρίζων ἑαυτὸν τῶν μαστίγων, τῶν δεσμῶν, τῶν στρεβλώσεων, τῆς ἐπικερδοῦς τελευτῆς, ὅτι τῆς ἀτελευτήτου ζωῆς αὐτῷ γεγένηται πρόξενος.
10.11.1
Ἀλλ' ὅταν τούτων ἀκούσῃς, οἶδα ἃ φρονεῖς καὶ λέγεις· «Δεκτικὸς κἀγὼ τῶν ὁμοίων. Ἂν ζήσω κατ' ἀρετήν, οὐ χείρων οὐδὲ ἀτιμότερος τῶν νῦν θαυμαζομένων ἔσομαι». Μάλιστα μὲν οὖν ἀλαζόνος ταῦτα τὰ ῥήματα δικαιοῦτος ἑαυτὸν κατὰ τὸν μεγάλαυχον Φαρισαῖον καὶ πάσης ταπεινότητος ξένα. Πρόδηλον δέ, ὡς ὁ μὴ πρότερον ταπεινωθεὶς εἰς ὕψος οὐκ ἀναβαίνει· ἀπόφασις γάρ ἐστι δεσποτική.
10.11.2
Ἵνα δὲ τίς σοι συγχωρήσῃ, ὅτι γενήσῃ τοιοῦτος, οὐ θέλεις, εἰπέ μοι, αἰδεσθῆναι τοὺς τὴν ὁδόν σοι τῆς εὐσεβείας τέμνοντας, τοὺς ὁδηγοὺς τῶν καλῶν, τοὺς διδασκάλους τῆς ἀρετῆς, τοὺς παιδεύσαντάς σε καρτερίαν καὶ θανάτου καταφρόνησιν; Παρὰ τῶν μαθητῶν τοῦ βίου τούτου εὐγνωμοσύνην διδάχθητι, ὅτι ὅμοιοι γινόμενοι τῶν διδαξάντων καὶ οὐδὲν τῆς τέχνης ἐλλείποντες ὅμως τῶν διδασκόντων φιλοῦσι τὰ στήθη, αἰδοῦνται, εὐφημοῦσι, τῶν πρωτείων παραχωροῦσι, θεραπεύουσι ὡς πατέρας.
10.12.1
Πολλὰ καὶ τελευτήσαντες ἅγιοι δύνανται καὶ ἀπελθόντες τοῦ βίου εὐεργετοῦσιν ἀνθρώπους· καὶ μάρτυς τῶν λεγομένων Ἐλισσαῖος πάλαι μὲν ἀπελθὼν τοῦ βίου καὶ κοιμηθείς, ἀθάνατον δὲ καὶ ἀχώριστον τὴν τοῦ Θεοῦ χάριν λαβὼν τῷ χώματι παρεδρεύουσαν καὶ τοῖς ἀψύχοις ὀστέοις. Οἶδας γάρ, ὁ φιλόπονος τῶν Γραφῶν μαθητής, ὅτι νεκρός τις παρὰ τῶν οἰκείων εἰς τὴν ἐκφορὰν κομιζόμενος λῃστῶν ἀθρόον ἢ πολεμίων κατα λαβόντων, οἷα φιλεῖ συμβαίνειν ἐν συνοχῇ καὶ θορύβῳ, ἐπιρριφθεὶς τῷ τάφῳ τοῦ τρισμακαρίου προφήτου ἀθρόον ἐψυχώθη καὶ πρὸς τοὺς ζῶντας ἀνέλυσεν.
10.12.2
Τί οὖν ἐροῦμεν πρὸς τὸ γενόμενον; Μὴ αἴσθησιν εἶχε τῶν πραττομένων ὁ δίκαιος; Μὴ εὐχὴν ἀνέπεμψεν ὑπὲρ τοῦ νεκροῦ ὡς ὑπὲρ τοῦ παιδαρίου τῆς Σωμανίτιδος; Ἀλλ' οὐδὲν τοιοῦτον δίδωσιν ἡμῖν ἐννοεῖν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἔκειτο γὰρ πρὸ πολλῶν τῶν χρόνων ὁ δίκαιος ἀναλυθέντος τοῦ σώματος πρὸς τὸν συγγενῆ χοῦν καὶ τὴν ὁμόφυλον κόνιν. Πρόδηλον δὲ καθέστηκεν, ὡς δοξάζων ὁ Θεὸς ἀεὶ καὶ μετὰ τελευτὴν τοὺς ἰδίους ἀνθρώπους περὶ τὰς θήκας αὐτῶν καὶ τὰς ἀναπαύσεις θαυματουργεῖ τὰ παράδοξα, ἵνα οἱ ζῶντες ἀεὶ καὶ μεθηλικέστεροι ἐνέχυρον ἔχοντες τῆς ἀγαθῆς ἐλπίδος τὰς εἰς τοὺς ἀπελθόντας τιμὰς προθύμως τὸν τῆς ἀρίστης πολιτείας ἐξανύωσι βίον.
10.12.3
Ὡσαύτως καὶ Ἡλίας ὁ τοῦ προφήτου τούτου καθηγεμὼν μετὰ
10.12.4
τοὺς φλογώδεις ἵππους καὶ τὸ πύρινον ἅρμα ἐν ἄλλῃ βιωτεύων ζωῇ καὶ ἀπελθὼν ἐξ ἀνθρώπων εἰς τὸν χῶρον ὃν ἔλαχεν, ἱκανὸν τῆς ἑαυτοῦ δυνάμεως σύμβολον ἀφῆκεν τὴν μηλωτήν. Καίτοι πόσου τινὸς ἀξία ὑπῆρχεν ἐκείνη; Οὐ γὰρ ἦν ἄλλο τι ἢ δέρμα νεκρὸν καὶ φαῦλον ἐκ παλαιό τητος. Ὅμως δὲ καὶ ὁ Ἰορδάνης αὐτὴν ὑπεστέλλετο καὶ δίχα τὸ ὕδωρ ἐτέμνετο καὶ διακεκριμένον εἱστήκει ὥσπερ ἐπὶ τοῦ Ἰησοῦ τὸ παλαιόν, ὃς ἦν τύπος τοῦ μέλλοντος.
10.12.4
Παρῆν δὲ καὶ ἀπὼν ὁ Θεσβίτης καὶ τὸ ἔνδυμα τοῦ φιλοσόφου ἐδεξιοῦτο τὸν μαθητήν, ἀσφαλῆ τοῦ ποταμοῦ χαριζομένης τὴν περαίωσιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τὰ ἐνδύματα τῶν ἁγίων τιμώσης ὡς ἔμψυχα. Καὶ ἵνα δειχθῇ καθαρῶς ὅτι τὸ περὶ τὸν ποταμὸν θαυματούργημα οὐ διὰ τὴν αἰτίαν ἐγένετο τοῦ πλήττοντος τὸ ὕδωρ, ἀλλὰ διὰ τὴν τιμὴν τοῦ οἰχομένου καὶ ἀναληφθέντος, πατά ξαντος τὸ ὕδωρ τοῦ Ἐλισσαίου ἔρρει τὸ ὕδωρ συνήθως οὐδὲν πεπονθὸς καινόν.
10.12.5
Ἐπειδὴ δὲ ἀποτυχὼν ἐπεβόησεν· Ποῦ δή ἐστιν ὁ Θεὸς Ἡλίου, καὶ βοήσας ἐκ δευτέρου καθίκετο, εὐθὺς ὁ ποταμὸς διασχὼν τὸ ῥεῖθρον γυμνὴν ἔδειξε τὴν ξηρὰν καὶ πεζεύσας ὁ προφήτης εἰς τὸ πέραν ἀφίκετο.
10.13.1
Ὁ δὲ Ἰωσὴφ τὸν Ἰακὼβ τελευτήσαντα οὐχ ὡς πατέρα τοσοῦτονἰδιαζόντως ἀγαπῶν, ὅσον ὡς κοινὸν τοῦ ἔθνους πατριάρχην τιμῶν, μετὰ τῆς πολυθρυλήτου θεραπείας ἐκείνης ἀπήγαγεν ἐξ Αἰγύπτου τὸ λείψανον, ὥστε τὸν Μωϋσέα μετὰ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς λοιπῆς ἱστορίας ἀνάγραπτον δοῦναι καὶ τοῦτο τῷ βίῳ διήγημα.
10.13.2
Ἰωσὴφ δὲ πάλιν ὕπαρ παρὰ τοῦ Ἰσραὴλ ὁδεύοντος ἐκ τῶν ὀφθαλμῶν, ὡς ἂν εἴποι τις, ἐκλάπη τοῦ Φαραώ, πανταχοῦ δὲ συμπαρῆν τῷ λαῷ τὸ σῶμα καὶ ἤγετο μετ' ἐπιμελείας ὡς ἀγαθόν τι καὶ ἀλεξίκακον φυλακτήριον ἀσφαλὲς τῶν ἑξήκοντα μυριάδων. Καὶ τοσαύτην εἶχον τὴν αἰδῶ περὶ τὴν λάρνακα τοῦ προπάτορος, ὅσην περὶ τὴν ἁγίαν κιβωτόν, ἣ τὸν τοῦ Θεοῦ νόμον ἐβάσταζεν.
10.13.3
Διὸ καὶ ὁ Δαβὶδ παρακαλῶν που τὸν Θεὸν ἵλεων εἶναι καὶ εὐμενῆ τῷ λαῷ, καὶ μυρίαις αὐτὸν ταῖς ἱκεσίαις ἐκλιπαρῶν, ἵνα τὴν συνεχῆ καὶ ἐπάλληλον τῶν συμφορῶν στήσας πληγὴν πάλιν ἐν ἀγαθῇ προνοίᾳ διοικῇ τὴν Ἱερουσαλὴμ ὡς τὸ πρότερον, οὕτως φησί· Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Δυσωπεῖ γὰρ τὸν Θεὸν τοῖς τῶν ἀγαπητῶν καὶ φίλων ὀνόμασιν καὶ λίαν εὐμηχάνως τὴν ἱκετηρίαν μεταχειρίζεται τοῦ δυσσε βήσαντος πλήθους τὰς ἁμαρτίας οἷον ἐγκρύπτων καὶ σκέπων ταῖς τῶν ἁγίων πατέρων προσηγορίαις.
10.14.1
Τοῦτον ἡμῖν ὑπαγορεύει τὸν νοῦν καὶ ὁ περὶ τὰ Σόδομα σωζόμενος λόγος. Ἀβραὰμ γὰρ Σοδομίτας παραιτούμενος, ἡνίκα δυσμεναίνων αὐτοῖς ὁ Θεὸς μετὰ προρρήσεως ἐπήγαγεν τὴν κόλασιν, τῇ φειδοῖ τῶν δικαίων ἠξίου σωθῆναι τὸν σύμπαντα δῆμον. Ἀρξάμενος γὰρ ἀπὸ τῶν πεντήκοντα εἰς τοὺς δέκα κατέληξεν καὶ πρὸς τὴν ἱκεσίαν εὐθέως ἔνευσεν ὁ Θεός, ὥσπερ ἐπί τινος ζυγοῦ καὶ πλαστίγγων ταῖς μυριάσι τῶν ἁμαρτωλῶν τὸ τῶν δέκα δικαίων ἀντιστήσας ἀξίωμα.
10.14.2
Ἵνα δὲ ἐπὶ πλέον ἐνδείξηται πᾶσιν ἡμῖν, ὅτι καὶ εἷς δίκαιος τίμιον πρᾶγμα καὶ Θεῷ φίλον, ἐπειδὴ ὁ μὲν δέκατος ἐξέλιπεν ἀριθμὸς καὶ εὑρέθη ταύτης τῆς ὀλιγότητος τῶν ὁσίων τῶν ἁμαρτωλῶν ὁ δῆμος πενόμενος, ἐχρῆν δὲ τοὺς παρανομή σαντας δοῦναι θρασύτητος δίκην, σφοδρῶς ἐλαύνεται τῶν καταδικασθέντων τόπων ὁ Λὼτ καὶ σώζεται παγγενεὶ εἰς τὸ γέρας τῆς ἰδίας δικαι οσύνης καὶ τοὺς οἰκείους πάντας παρὰ τοῦ Θεοῦ προσλαβών.
10.15.1
Μέγα οὖν κτῆμα δίκαιος· πρῶτον ὄφελος ἑαυτῷ, ἔπειτα τοῖς ἑξῆς τοῦ γένους θησαυρὸς διαρκὴς ἀγνοούμενος τῇ θέᾳ καὶ ἀεὶ συμπαρών, σιωπῶν καὶ παιδεύων τοὺς ἄλλους πράγμασι· πάλαι κείμενος καὶ ζῶν ταῖς εὐδοκιμήσεσιν. Ἀγαθὴ τῶν παίδων κληρονομία καὶ ἄσυλος, ἣν χρόνος οὐ δαπανᾷ καὶ λῃστὴς οὐκ ἀφαιρεῖται. Ἀσώματος γάρ ἐστι καὶ ἄϋλος, ἀσωμάτοις ἐμπολιτευομένη ψυχαῖς.
10.15.2
Ὁρᾷς ὡς καὶ οἱ ἔνδοξοι καὶ ἀοίδιμοι Ἰσραηλῖται πάντων ἀφῃρημένοι καὶ αὐτῆς τῆς γῆς ἐκπε σόντες τῆς πατρικῆς τῆς σεμνῆς προσηγορίας οὐκ ἀφῃρέθησαν οὐδὲ ἐγυμνώθησαν τοῦ καλεῖσθαι ἀπὸ τοῦ φιλοθέου προπάτορος, ἀλλὰ καὶ βαρβάροις δουλεύοντες διὰ τὴν δικαιοσύνην τῶν πατέρων ἠλευθερώθησαν καὶ ἐν ἐρήμῳ διαζῶντες διὰ τὴν εὐδοκίμησιν τῶν γεννησαμένων ἐτρά φησαν· καὶ ἁμαρτάνοντες συνεχῶς καὶ βλασφημοῦντες πολλάκις καὶ ἄξιοι νομισθέντες τῆς ὀλοθρευούσης κολάσεως διὰ τὸν Ἀβραὰμ φειδοῦς ἠξιώθησαν καὶ διὰ τὸν Ἰσραὴλ ἔτυχον συγγνώμης, θρασυκάρδιοι παῖδες εἰς τὰ γέρα τῶν πατέρων σωζόμενοι.
10.16.1
Καὶ οἶδάς γε, ὁ φιλομαθής, ὡς ἐν πρώτοις ὁ Θεός, ἡνίκα ἐκ τῆς ποιμαντικῆς ἐπὶ τὴν ἡγεμονίαν τῶν λαῶν ἐκάλει τὸν Μωϋσῆν, εὐθὺς ταῦτα πρὸς τὸν δοῦλόν φησιν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ μικρὸν πρόσω τοῦ λόγου γενόμενος ταῦτα προστίθησιν· Συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.
10.16.2
Καὶ οὕτως ἐν προοιμίοις ὁ Θεὸς τῷ ὀνόματι τῶν δικαίων πατέρων οἷον σημάντρῳ τινὶ τοὺς ἀπογόνους σφραγίζεται· καλὸν εἰδὼς καὶ συμφέρον τὸ ἀπ' ἐκείνων γνωρίζεσθαι. Χρόνου δὲ προελθόντος, ἐπειδὴ εἰς ὕβριν τοῦ εὐεργέτου ὥρμησεν ὁ λαὸς καὶ καταφρόνησιν τοῦ Σωτῆρος, προσέκοψαν δὲ τῇ εἰδωλοποιήσει τοῦ μόσχου καὶ προσεκύνουν κρανίον ἄψυχον τὴν ἔμψυχον καὶ λογικὴν φρόνησιν ἀπολέσαντες,
10.16.3
οὐκ ἔχων ὁ Μωϋσῆς τηνικαῦτα ὅπως ὑπὲρ τῶν μαθητῶν ἐξιλεώσηται τὸν Δεσπότην, ὁ παιδαγωγὸς ὁ πολύμοχθος καταφεύγει πρὸς τὴν μνήμην τῶν πατέρων καὶ μετ' ἐκείνων τὴν ἰκετηρίαν προβάλλεται, φησὶν δὲ οὕτως· Ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶνἱκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ.
10.16.4
Μεγάλη ἡ ὀργὴ καὶ ὁ θυμὸς ἀπαραίτητος· ἀλλ' ὁ σοφὸς καὶ εὐμήχανος ἱκέτης τὰ προσωπεῖα περι θέμενος τῶν ἁγίων καὶ τὰς πολίας τῶν γερόντων διὰ τῆς μνήμης τῷ Θεῷ ὑπορρίψας ἔσβεσεν ὡς φλόγα τὴν τιμωρίαν, πατρικῷ ἐλαίῳ τῶν μανέντων υἱῶν θεραπεύσας τὰ τραύματα.
10.17.1
Καταλιπὼν τὴν Μωσαϊκὴν βίβλον ἐπὶ τὰς βίβλους τῶν Βασιλέων μετάβηθι. Ὄψει γὰρ κἀκεῖ παῖδα φειδοῦς ἀξιούμενον, διότι γέννημα ἦν φιλοθέου πατρός. Σολομὼν δέ ἐστιν οὗτος ὁ πολυθρύλητος· ὅς, ἐπειδὴ προϊόντος τοῦ χρόνου οὐκ ἦν τῶν παθῶν αὐτοκράτωρ, δοῦλος δὲ μᾶλλον καὶ ἀκρατέστερος σωμεραστής, διὰ δὲ τὴν ἀπροσεξίαν τοῦ βίου μετέβαλεν καὶ τὴν πατρῴαν εὐσέβειαν, εἴδωλα μορφώσας τὰ τοῦ νόμου προσκόμματα·
10.17.2
φησὶ πρὸς αὐτὸν ὁ Θεός· Διαρρήσων διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ Δαβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Ταῦτα ἡμᾶς ἡ ἱστορία παιδεύει· διδάσκει καὶ ἡ ᾠδὴ τῶν ψαλμῶν τὰ ὅμοια· Νεώτερος ἤμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
10.18.1
Ἀλλ', ᾗ ἔοικεν, ἐπειδὰν ἅπαξ ψυχὴ τῆς ἀληθείας καταθρασύνηται καὶ τὸ καινοτομεῖν ἐκπλήκτως ἀντὶ τοῦ ζῆν ἐν τάξει προέληται, οὐδὲν αὐτὴν ἐπιστρέφειν ἱκανὸν εἰς τὴν εὐθεῖαν καὶ τεταγμένην ὁδόν· ἐνδακοῦσα δὲ τὸν χαλινὸν ὥσπερ τις πῶλος δυσήνιος φέρεται πρὸς τὸ βάραθρον νικῶσα τὸν ἀναβάτην νοῦν τῇ πρὸς τὴν κακίαν ὁρμῇ, ὥσπερ δὴ καὶ τοὺς Εὐνομιανοὺς τούτους ἔστιν ἰδεῖν.
10.18.2
Οὕτως γὰρ φιλοῦσι καλεῖσθαι μᾶλλον ἢ τοῦ Χριστοῦ ἄνθρωποι, Θεὸν βλασφημοῦντες, τοὺς ἀνθρώπους τοῦ Θεοῦ ἀτιμάζοντες, μᾶλλον δὲ ἐντρεπόμενοι τὰς τῶν ἁγίων ἀναπαύσεις ἢ οἱ σωφρονοῦντες τοὺς βωμοὺς καὶ τοὺς βεβήλους καὶ τοὺς μεμιασμένους τῶν τόπων. Ἐχρῆν δὲ τοὺς τῆς ἀπονοίας ἐκείνης ἀσκητὰς καὶ τὸ κατὰ πάντων θράσος ἀρετὴν νομίζοντας τὰς γοῦν τῶν δαιμόνων αἰδεσθῆναι φωνὰς κραζόντων καὶ βοώντων λαμπρῶς τῶν μαρτύρων τὴν δύναμιν καὶ ὀνόμασι καλούντων ἕκαστον ὡς παρεστῶτα καὶ ἀπελαύνοντα καὶ φυγα δεύοντα τῶν τυραννουμένων ἀνθρώπων.
10.18.3
Εἴτε δὲ τὰ πνεύματα τῶν ἀθλητῶν τῆς εὐσεβείας ἐθέλοι τις ἐνεργεῖν κατὰ τῶν ἀκαθάρτων πνευμάτων εἴτε ἀγγέλους εἰς τιμὴν τῶν ἀναπεπαυμένων παρεδρεύοντας τοῖς ἁγίοις σηκοῖς, οὐδὲν διαφέρει· ὁπότερον γὰρ ἂν λέγηται, δόξα τῶν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης ἐστὶ παθόντων. Πρόδηλον δὲ φαίνονται καθ' ἡμέραν αἱ τῶν μαρτύρων εὐεργεσίαι, ἄλλοτε ἄλλαι καὶ διαφερόντως, αἳ τῶν σατανικῶν ἐνεργημάτων ἐλευθεροῦσι τοὺς παραφόρους. Οἱ γὰρ ὑλακτοῦντες καὶ τοῖς ἀδιηγήτοις τῆς μανίας ποτὲ κακοῖς ἐνεχόμενοι νῦν σωφρονοῦντες ὁρῶνται καὶ τῆς πρεσβείας τῶν ἁγίων τὴν παρρησίαν παρ' αὐτῶν βλέπομεν τῶν πραγμάτων μαρτυρουμένην.
10.18.4
Καὶ ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως ἀναμφίβολα δείγματα ἐν μέσῳ τῶν Ἑβραίων περιενόστουν, οἵ τε τῆς λέπρας ἀποξεσθέντες καὶ οἱ τὰς ὄψεις ἰαθέντες τυφλοὶ καὶ εἴ τις παραλυτικὸς τὰς τῶν μελῶν ἁρμονίας δυναμωθεὶς ἀκωλύτως ἐβάδιζεν, οὕτως καὶ νῦν οἱ τὸν σταυρὸν ὑπὲρ τοῦ σταυρωθέντος βαστάσαντες τῆς παρὰ τοῦ Δεσπότου χάριτος ἐναργεῖς τὰς ἀποδείξεις παρέχονται, ποικίλως καὶ διαφόρως τοὺς πιστοὺς τῶν ὁμοδούλων ἰώμενοι.
10.18.5
Καὶ Παῦλος μὲν καὶ Πέτρος, ὁ μὲν διώξας τὸ τοῦ Πύθωνος δαιμόνιον, ὁ δὲ τὸν χωλὸν ἀναστήσας τῶν τοῦ ναοῦ προπυλαίων, ἐκ πρακτικῶν δυνάμεων Ἑβραίους καὶ Ἕλληνας πρὸς τὴν ὑπακοὴν τοῦ εὐαγγελίου ἐπέστρεψαν· αἱρετικῶν δὲ πονηρὸν σύνταγμα τὸ νῦν κακῶς διοχλοῦν τὴν ἡμετέραν ζωὴν οὐδὲ τῇ μεγαλουργίᾳ τῶν θαυμάτων αἰδεῖται τοὺς μάρτυρας· πολυάνδρια δὲ καὶ τάφους καὶ κοιμήσεις αὐτῶν ὀνομάζουσι καὶ τὰς εἰσόδους αὐτὰς ὡς μιάσματι προστριβομένας μυσάττονται, οὐδὲ ἐκείνου τοῦ θεοπνεύστου λογίου τοῦ παρὰ παντὸς ᾀδομένου στόματος μνημονεύοντες, ὅτι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
10.18.6
Εὐξώμεθα τοίνυν Θεῷ, παρακαλέσωμεν δὲ μάρτυρας τὸν κοινὸν δυσωπῆσαι Δεσπότην, ἵνα δοθῇ πνεῦμα κατανύξεως τοῖς παρὰ τῆς αἱρετικῆς πλάνης ἐνεργουμένοις, λυθείσης δὲ τῆς διχονοίας ὥσπερ μεσοτοίχου τινὸς ἢ φραγμοῦ εἰς ἀδελφικὴν οἱ πάντες συνέλθωμεν ἕνωσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν./* Ἀστερίου ἐπισκόπου Ἀμασείας ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν μάρτυρα*/

Intertext edge

Open linked passage

Note