Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 12 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Ὡς ἱερὸς ἀληθῶς καὶ καλὸς τῶν εὐφραινόντων ἡμᾶς πραγμάτων ὁ κύκλος! Ἑορτὴ γὰρ ἑορτὴν διαδέχεται καὶ πανήγυρις καταλαμβάνει πανήγυριν· καλούμεθα δὲ ἀπὸ εὐχῆς εἰς εὐχὴν καὶ τοῦ Κυρίου τὰ θεο φάνεια καταλαμβάνει ἡ τοῦ δούλου τιμή. Κἄν τε δὲ πρὸς τὴν γέννησίν τις ἀπίδῃ τοῦ χθὲς τεχθέντος διὰ σαρκὸς καὶ ἀεὶ ὄντος κατὰ θεότητα, κἄν τε πρὸς τὸ ἐκείνου μαρτύριον, ὅπερ σήμερον ὁ γενναῖος ὑπέστη θεράπων, πολλὰ μὲν εὑρήσει καὶ ποικίλα τὰ πράγματα, ἕνα δὲ σκόπον, ἵνα ἡμεῖς διδαχθῶμεν εὐσέβειαν.
12.1.2
Χθὲς μὲν οὖν ἐμάθομεν διὰ τῆς ἐγκυκλίου καὶ συνήθους ἑορτῆς, ὅτι ἐγεννήθη ὁ τοῦ κόσμου Σωτὴρ καὶ ὁ ἄσαρκος τὴν σάρκα ἠμφιάσατο καὶ ὁ ἀσώματος ἐνεδύσατο σῶμα, εἶτα ὅτι καὶ πάθη ὑπὲρ ἡμῶν κατεδέξατο καὶ ὑψώθη ἐπὶ τοῦ ξύλου οὐχ ὑπὲρ ἄλλου τινὸς ἢ ὑπὲρ ἡμετέρας προνοίας. Σήμερον δὲ βλέπομεν τὸν γενναῖον ἀγωνιστὴν ὑπὲρ ἐκείνου καταλιθούμενον, ἵνα αἵματι ἀποτίσῃ τὴν ὑπὲρ αἵματος χάριν.
12.2.1
Στέφανος οὖν, ὁ τῆς πανηγύρεως ταύτης συναγωγεύς, ὁ καλέ σας ἡμᾶς ἐπὶ τὴν ὁρωμένην εὐφροσύνην, ὁ δημαγωγήσας ὡς ἕνα τὴν πόλιν, ἀνὴρ ἀπαρχὴ τῶν μαρτύρων, διδάσκαλος τῶν ὑπὲρ Χριστοῦ πόνων, κρηπὶς τῆς καλῆς ὁμολογίας. Πρὸ γὰρ Στεφάνου οὐδεὶς ὑπὲρ τοῦ εὐαγγελίου ἐξέχεεν αἷμα.
12.2.2
Ἀλλ' ὥσπερ Κάϊν ἐκεῖνος ὁ ἀδελφοκτόνος καθώς με διδάσκει ἡ τοῦ Μωϋσέως ἱστορία τὴν ἀδελφοκτονίαν εἰργάσατο ἀναλαβὼν γὰρ ἀντὶ τῆς φυσικῆς φιλίας ἔριδα πρῶτος φόνῳ τὴν γῆν ἐκαίνισεν, οὕτως καὶ Στέφανος ὁ τρισμακάριος πρῶτος τῷ οἰκείῳ αἵματι τὴν γῆν διὰ τῶν εὐσεβῶν ἀγωνισμάτων ἡγίασεν, ἀνὴρ τοῖς χρόνοις τῶν ἀποστόλων δεύτερος, τοῖς δὲ ἀνδραγαθήμασι πρῶτος.
12.2.3
Καί μοι μὴ ἀγανακτήσῃς Πέτρε, μὴ ἀχθεσθῇς Ἰάκωβε, μὴ δυσχεράνῃς Ἰωάννη, εἰ μὴ μόνον συγκρίνω τῇ ὑμετέρᾳ φιλοσοφίᾳ τὸν ἄνδρα, ἀλλ' εἴ τι καὶ πλέον αὐτῷ νέμειν ἐθέλω· μᾶλλον γάνυσθε, ἄφθονοι γάρ ἐστε πατέρες καὶ τοῖς κατορθώμασι τῶν υἱῶν ἐπαγάλλεσθε καὶ ἡδέως νικᾶσθε παρὰ τῶν τέκνων εἰς ἀρετήν. Εἰ γάρ τι καλὸν καὶ μέγα παρὰ Στεφάνῳ, τοῦτο πάντως ὑμέτερον, τῶν παιδευτῶν ἐκείνου καὶ μυσταγωγῶν.
12.2.4
Ἡ γὰρ τῶν ἀθλητῶν εὐδοκίμησις δόξα γίνεται τοῦ παιδοτρίβου. Διὸ μικρὸν ὑμᾶς παραιτησάμενος ἐρῶ μετὰ παρρησίας ἅ μοι δίδωσιν ἡ ὑπόθεσις εἰς συνηγορίαν τοῦ κατὰ Χριστὸν ἀριστέως.
12.3.1
Πρεσβύτερος εἶ τῶν μαθητῶν, ἅγιε Πέτρε, καὶ πρὸ πάντων τὸν Ἰησοῦν Χριστὸν κατήγγειλας. Ἔτι δὲ σοῦ τὸν λόγον τὸν εὐαγγελικὸν κηρύττοντος καὶ πόλιν ἐκ πόλεως μετιόντος καὶ χώραν ἐκ χώρας ἀμεί βοντος καὶ πονοῦντος τὸ κήρυγμα, οὗτος εἰσελθὼν εἰς τὸ στάδιον καὶ ἁρπάσας τῶν ἀγωνισμάτων τὸν στέφανον, μετελθὼν εἰς τὸν οὐρανὸν ἐδοξάσθη ἔτι σοῦ περὶ γῆν στρεφομένου· καὶ τὸ μεῖζον αὐτοῦ τοῦ Πατρὸς καὶ Υἱοῦ καλούντων αὐτὸν διὰ τῆς θαυμαστῆς ὀπτασίας. Οὕτως μὲν οὖν καὶ ὁ Πέτρος καὶ ἀρκεῖ τὰ εἰρημένα. Τολμηρὸν γὰρ ἐπὶ πλεῖστον περὶ πρωτείων ἁμιλλᾶσθαι πατράσιν.
12.3.2
Ἴδωμεν δὲ καὶ τὰ σά, Ἰάκωβε, ἀδελφὲ τοῦ Ἰωάννου. Εὐαγγελιστὴς εἶ τοῦ Χριστοῦ, θήραμα δεύτερον μετὰ Πέτρον. Καὶ τίς οὐκ ἂν ἀγασθείη σου τῆς πίστεως; Μόνον γὰρ ἐκλήθης καὶ μηδὲν μελλήσας ὑπήκουσας. Κατέλιπες μετὰ τῆς πορθμίδος καὶ τὸν πατέρα τὸν Ζεβεδαῖον· ἠκολούθησας δὲ καὶ τῷ Χριστῷ ὡς γνήσιος μαθητής. Ἔπαθες ὑπὲρ τῆς εὐσεβείας προθύμως, ὁμολογῶ· μαχαίρᾳ γάρ σε Ἡρώδης ὁ τύραννος διεχρήσατο, ἀλλὰ μετὰ Στέφανον πολλοῖς ὕστερον χρόνοις.
12.3.3
Καὶ τί τοὺς καθ' ἕκαστον ὀνομάζω, ὁπότε κατὰ πάντων ὁμοῦ τῶν ἁγίων τὸ τοῦ μαρτυρίου βραβεῖον ἀνείλετο, πρῶτος πρὸς τὸν διάβολον παραταξάμενος καὶ πρῶτος νικήσας, μιμη σάμενος τὸν Δαβίδ, εἰ καὶ δι' ἀντιστρόφου τοῦ πράγματος; Λίθοις ὁ Δαβὶδ τὸν Γολιὰθ ἐνίκησε, λίθοις καὶ Στέφανος τὸν διάβολον· ἀλλ' ὁ μὲν οἷς ἔβαλεν, ὁ δὲ οἷς ἐβλήθη. Ἡμεῖς δέ, ὁ Χριστοῦ λαός, ὡς ἡ στρατιὰ τότε τοῦ Ἰσραὴλ κράζωμεν καὶ εὐφημῶμεν τὰ ἐπινίκια ὡς παρόντα βλέποντες, ὡς ἑστῶτα θαυμάζοντες.
12.4.1
Καλὸς μὲν γὰρ ἅπας ὁ τῆς εὐσεβείας ὑπερμαχῶν, κἂν δεύτερος ἢ τρίτος τοῖς προαθλήσασιν ἐπιγένηται· οὐ μὴν τοιούτου θαύματος ἄξιος οὗπερ ὁ πρῶτος. Ὁ μὲν δεύτερος ζήλῳ τοῦ προλαβόντος ἐναχθεὶς πρὸς τὴν μίμησιν οὕτως ἑλκύσθη πρὸς τὴν σπουδήν· ὁ δὲ μηδενὶ καθηγεμόνι χρησάμενος, εὑρετὴς δὲ γεγονὼς τοῦ καλοῦ εἰκότως τὴν τοῦ πρωτείου δέχεται ψῆφον.
12.4.2
Μεγάλη οὖν ἡ τοῦ ἀνδρὸς προθυμία, διὸ μεγάλη καὶ ἡ τιμή· ἀθάνατος δὲ ἡ μνήμη, ἣν οὔτε λήθη ἐκάλυψεν οὔτε χρόνος ἠμαύρωσεν, ἀλλὰ γενεὰ ἐκ γενεᾶς διαδεχομένη τὰ διηγήματα ταύτην ἀπαραβάτως τὴν ἑορτὴν ἐπιτελοῦμεν, ἱερεῖς, λαός, παῖδες, ἄνδρες, γυναῖκες. Σκοπητέον δὲ καὶ τὴν ἱστορίαν αὐτήν, ἵνα ἐν χρῷ τῶν πραγμάτων γενόμενοι μᾶλλον τὸν ἄνδρα θαυμάσωμεν.
12.5.1
Πρῶτος ἦν τῶν κατὰ Χριστὸν διακόνων ὁ Στέφανος, ἡγιασμένος τῇ χάριτι, σκεῦος πεπληρωμένον τοῦ Πνεύματος, καθ' ἡμέραν βεβαιῶν τοὺς οἰκείους καὶ τοὺς πλανωμένους πρὸς τὴν εὐθεῖαν ὑποστρέφων ὁδόν. Ἐπειδὴ δὲ σφοδρότερον εἴχετο τῆς διδασκαλίας, καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἀποστόλους τοὺς ἐχθροὺς ἐλύπει καὶ πρὸ ἐκείνων τὸν πρῶτον δυσμενῆ τὸν διάβολον. Πυρώδεις γὰρ ἐκεῖνος τοὺς ὀφθαλμοὺς ἐφίστησι καὶ ἄγριον βλέποντας τοῖς μᾶλλον τῇ εὐσεβείᾳ συνισταμένοις. Ἤγειρεν οὖν αὐτῷ σύστημα τὸ τῶν Ἀλεξανδρέων γένος εἰς στάσιν ὀξύρροπον. Πάντως δὲ ἀκηκόατε τοὺς ἄνδρας τῆς πόλεως, ὅπως θερμοί τε εἰσὶ καὶ ζέοντες ἐπὶ πᾶν ὅπερ ἂν προχείρως ὁρμήσωσιν. Ὡς δὲ τὸ πλῆθος ἐθεάσατο τῶν ἐπ' αὐτὸν συρρεόντων, ἐν ἀπόρῳ μὲν εἶχε θέσθαι τὸ παρόν· ὅμως δὲ τέχνην εὗρεν εὐμήχανον λόγον ἐμμελῆ καὶ πρᾶον. Οὐδὲν γὰρ φάρμακον τοιοῦτον εἰς θεραπείαν θυμοῦ καὶ κινήσεως, οἷον παραίνεσις προσηνὴς καὶ εὐάρμοστος.
12.5.3
Καὶ εἴπατέ μοι, φησί, τὴν αἰτίαν τοῦ μίσους, ἀνθ' ὅτου δὲ τὰς χεῖρας ἐπανατείνεσθε καὶ προδηλοί ἐστε ὡς σπαράξοντες. Εἰπόντων δὲ ὅτι Ἐπειδὴ καταλύεις τοὺς πατρῴους νόμους καὶ ξένων εἶ δογμάτων εἰσηγητής, στὰς εἰς μέσον ὁ μακάριος, ἄτεχνος καὶ αὐτοσχέδιος ῥήτωροὐ γὰρ ἔλεγεν ἅπερ ἐκ τέχνης ἔμαθεν, ἀλλ' ἅπερ ἐνεπνεῖτο ὑπὸ τοῦ Πνεύματος, Ἄνδρες, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
12.6.1
Σοφὸν τὸ προοίμιον, ἀρίστη πρὸς δῆμον θερμαινόμενον ἡ τῆς δημηγορίας ἀρχή. Τὰ γὰρ μειλίχια καὶ προσηνῆ τῶν ῥημάτων οἷον μέλιτός τινος μετέχοντα ἢ ἐλαίῳ ἁπαλῷ παραπλήσια τὴν φλεγμονὴν τῶν θηρίων κατέστελλεν. Ἔπειτα ἄνεισι τῇ μνήμῃ πρὸς τὸν Ἀβραάμ, ἵνα καὶ παλαιῶν ἀρξάμενος χρόνων καὶ μακρὸν ἀποτείνων λόγον ἐν πολλῷ τῷ μέσῳ λάθῃ δαπανήσας τὸν θυμὸν ἐκλυόμενον. Καὶ τὴν πολλὴν ἐκείνην ῥῆσιν ἐξεργασάμενος δείκνυσιν, ὅτι καὶ Μωϋσῆς προεφήτευσε τὸν Χριστόν, ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ νομοθέτου εὐφυῶς, ὥσπερ κλέπτων, παρεισαγάγῃ τὸν τῆς πίστεως λόγον. Πάντα δὲ εἴρηκεν ἐπιστημόνως, ὅσα πρὸς ὠφέλειαν συνετέλει τῶν ἀκουόντων. Ἐπεὶ δὲ τὴν κακίαν εἶδεν ἀνένδοτον καὶ τὴν γνώμην ἀμάλακτον, τότε λοιπὸν παρρησίας πλησ θεὶς καὶ ἀπαγορεύσας πρὸς τὴν ἐνθάδε ζωὴν πᾶσαν δὲ καταλιπὼν τέχνην τὴν κολακεύουσαν ἀπαρακαλύπτως αὐτοὺς προσηγόρευσε σκληροτραχήλους, ἀπεριτμήτους τῇ καρδίᾳ, τῷ νόμῳ μαχομένους, πολεμοῦντας τῷ Πνεύματι. Καὶ τίνα τὰ ἐντεῦθεν; Περιέστησαν αὐτόν, ὡς Δεσπότην, κύνες πολλοὶ καὶ ταῦροι πίονες, κατὰ τὴν ψαλμῳδίαν περιέσχον τὸν δίκαιον. Εἱστήκει δὲ μόνος πανταχόθεν τῷ δήμῳ τῶν φονευτῶν κεκυκλωμένος. Οὐδεὶς δὲ ἦν κατ' ἐκείνην τὴν ὥραν ἐγγύς, οὐ φίλος, οὐκ οἰκεῖος, οὐ συγγενής. Φέρει γάρ πως παραμυθίαν τοῖς κινδυνεύουσι τὸ βλέπειν ἐκ τοῦ σύνεγγύς τινα τῶν γνωρίμων. Ὁ δὲ τοῦ μεγάλου ἀγωνίσματος ὑψηλὸς ἀγωνοθέτης καταμαθὼν ὡς χρεία τῷ ἀνδρὶ παραστάτουεἰ γὰρ καὶ σφόδρα γενναῖος ἦν, πάντως ἔπασχε τὰ ἀνθρώπινα ἀθρόον αὐτῷ φαίνεται πρὸς τὸν οὐρανὸν ἀτενίσαντι, δείκνυσιν δὲ καὶ τὸν Υἱὸν ἐκ δεξιῶν ἑστῶτα ἐν τῷ τῆς ἀνθρωπήσεως σχήματι. Ὢ τῆς φιλανθρωπίας! Ὢ τῆς ἀγαθοσύνης! Ἐπεφάνησαν τῷἀθλητῇ ὑπὲρ ὧν ἠγωνίζετο καὶ μόνον οὐκ ἀφῆκε τοιαύτην φωνὴν πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός·
12.7.2
Μηδὲν ἀγεννὲς πάθῃς, ὦ Στέφανε· οὐδένα ἔχεις ἀνθρώπων σύμμαχον, οὐδείς σοι παρέστηκε τῶν φίλων ἐν καιρῷ τῶν δεινῶν, ἀλλ' ἐγὼ μετὰ τοῦ Ἀγαπητοῦ ἐποπτεύω τὰ δρώμενα. Ἑτοίμη ἡ ἀνάπαυσις, ἀναπεπταμέναι τοῦ παραδείσου αἱ πύλαι. Μικρὸν καρτερίσας κατάλιπε βίον πρόσκαιρον καὶ σπεῦσον πρὸς ζωὴν τὴν ἀΐδιον καὶ ἀτέλεστον. Ἔτι τυγχάνων ἐν τῇ σαρκὶ βλέπεις Θεόν, πρᾶγμα πάσης ἐγκοσμίου φύσεως μεῖζον.
12.7.3
Ἐμυσταγωγήθης παρὰ τῶν πρεσ βυτέρων ἀποστόλων, ὅτι ὁ Πατὴρ ἔχει Υἱὸν γνήσιον ἀγαπητόν. Ἰδοὺ ἐγὼ μέν σοι ἑαυτὸν ἐμφανίζω ὡς δύνασαι φέρειν. Παρέστηκε δέ μοι καὶ ὁ Υἱὸς ἐκ δεξιῶν, ἵνα τῇ σχέσει τοῦ τόπου γνῷς τὴν τιμήν. Ἐσκανδάλιζε τότε τοὺς πολλούς, εἰ Θεὸς ἐν γῇ σάρκα περιεβάλετο· ἀλλ' ὅρα νῦν αὐτὸν ἐν τῷ ὕψει μετ' ἐμοῦ οὐράνιον καὶ ὑπερουράνιον φέροντα τοῦ ἀνθρώπου μορφὴν εἰς βεβαίωσιν τῆς τελεσθείσης οἰκονομίας. Ὑπὲρ τούτου καταλιθούμενος μὴ ὀκλάσῃς, μὴ ἀτονήσῃς.
12.7.4
Βλέπων δὲ τὸν ἀγωνοθέτην μὴ φοβηθῇς τὸν ἀγῶνα. Ἄφες τὸ σῶμα καταφρονῶν ὡς δεσμὸν γήϊνον, ὡς οἶκον σαθρόν, ὡς σκεῦος κεραμέως φθαρτόν. Ἀνάδραμε πρὸς τὴν ἐνθάδε λῆξιν ἐλεύθερος, ἕτοιμος γάρ σοι τῆς ἀνδραγαθίας ὁ στέφανος. Μετάστηθι πρὸς τὸν οὐρανὸν ἐκ τῆς γῆς. Ἄφες τὸ σῶμα τοῖς μιαιφόνοις ὡς βρῶμα κυσί. Κατάλιπε λυσσῶντα δῆμον καὶ ἐλθὲ πρὸς χορὸν ἀγγέλων.
12.8.1
Μετὰ ταύτης τῆς γνώμης ὁ Θεὸς ἐπεφάνη τῷ καρτερῷ, ἵνα μή τι πάθῃ δειλὸν καὶ τὴν πολλὴν ἐκλύσῃ προθυμίαν τῷ μεγέθει τοῦ φόβου. Διὸ οὔτε ἄγγελον αὐτῷ ἔπεμψε βοηθὸν ὡς τοῖς ἀποστόλους ὕστερον ἐν τῷ δεσμωτηρίῳ, οὔτε τινὰ δύναμιν λειτουργικὴν καὶ ὁμοδοῦλον, ἀλλ' αὐτὸς ἑαυτὸν ἐνεφάνισεν.
12.8.2
Ἀπαρχὴ γὰρ ἐγένετο τότε τοῦ μαρτυρίου καὶ ἔδει τὸ πρῶτον ἔργον τελειωθῆναι, ἵνα οἱ ἑξῆς ἐποικοδομούμενοι μάρτυρες ἰσχυρὰν λάβωσι τοῦ ζήλου τὴν ὑποβάθραν καὶ μὴ δειλίας γένωνται μιμηταί, ὅπερ δὴ καὶ ἐπὶ τῶν κοινῶν γίνεται πολέμων. Εἷς γὰρ στρατιώτης πρόμαχος, ὁ τοῦ ἔργου παρασχὼν τὸ ἐνδόσιμον, νικήσας μὲν καὶ ἀνδρισάμενος πάντας τοὺς ἰδίους ἐπέρρωσε καὶ τοὺς ὑπεναντίους κατέ πληξεν, ἀσθενὲς δέ τι παθὼν εὐθὺς κατακλᾷ καὶ δειλίας πληροῖ τὰς τῶν ὁμοφύλων ψυχὰς καὶ φυγῆς γίνεται σύνθημα. Διὰ τοῦτο μὲν ὁ Θεὸς οὐρανόθεν ἐφάνη.
12.9.1
Ὁ δὲ τῆς μεγάλης ὀπτασίας ἀξιωθεὶς οἵας οὐκ ἄλλος, οὐ κατέσχε σιωπῇ ἅπερ εἶδεν, ἀλλ' εὐθὺς ἐξεβόησεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρα νοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Ἐνόμισε γὰρ τὸ ἐξαγορεῦσαι τὴν ὁπτασίαν τοὺς ἀπίστους ἑλκύσειν εἰς συγκατάθεσιν. Οἱ δὲ τὸ λεχθὲν πλείονος ὀργῆς καὶ μανίας ἀφορμὴν ποιησάμενοι ἐπιφραξάμενοί τε τὰς ἀκοὰς πρὸς τὸν λόγον ὡς βλάσφημον εἴχοντο παραχρῆμα τοῦ φόνου. Ἑλκύσαντες δὲ ἔξω τῆς πόλεως τὸν χριστοφόρον ἄνθρωπον, βαστάζοντα τὴν ὑπομονὴν ὡς ὁ Κύριος τὸν σταυρόν, κακῷ τὸ κακὸν ἰῶνται καὶ φόνῳ ὑπὲρ τοῦ φόνου ἀπολογοῦνται καὶ τῷ σταυρῷ τοὺς λίθους συνάπτουσι.
12.9.2
Στήσαντες δὲ τὸν τρισμακάριον ἐπί τινος ἰσοπέδου χωρίου, τὸ μακρὸν ἐκεῖνο σῶμα καὶ ὑψηλὸν τῶν μαρτύρων τρόπαιον, καὶ κύκλῳ περισχόντες αὐτὸν ὁ τῶν αἱμάτων καὶ τῆς ὀργῆς δῆμος, καὶ τὴν καλουμένην ἐν τοῖς πολέμοις μιμησάμενοι σαγηνείαν ἔβαλλον λίθοις τὸν τοῦ ἀκρογωνιαίου λίθου διάκονον καὶ πᾶσα χεὶρ Ἑβραϊκὴ τὸν φόνον ἐνήργει· σκοπὸς δὲ ἦν τῶν ἀφιέντων ὁ μάρτυς ἑστὼς κατὰ μέσον ὡς σημεῖον τοξότου.
12.9.3
Ὡς δὲ πάντοθεν τὸ σῶμα περιθραυσθὲν καὶ λελουμένον τῷ αἵματι ὤκλαζε λοιπὸν πρὸς τὴν ὄρθιον στάσιν, κατεσείετο δὲ καὶ ἠπείλει τὴν πτῶσιν ὥσπερ τις ὑψηλὴ πλάτανος παρὰ πολλῶν κατεργασθεῖσα τεκτό νων· οὐ δὲ τὴν πτῶσιν ἔπαθε κατὰ τοὺς πολλοὺς ἀπρεπῶς. Οὐ γὰρ πρηνὴς ἐξετάθη οὐδὲ ἐπὶ πλάγιον κατηνέχθη οὐδὲ εἰς τὸ ὕπτιον ἀνεκλίθη σχῆμα, ἀλλὰ θεὶς τὰ γόνατα ἐν τῷ εὐπρεπεῖ σχήματι τοῦ εὐχομένου κατέλυσεν ἐπιταχύνων τῇ ψυχῇ διὰ τῆς προσευχῆς τὸν τῆς σαρκὸς χωρισμὸν καὶ κράζων πρὸς τὸν ὁρώμενον Κύριον· Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμα μου.
12.9.4
Ἔσπευδε γὰρ ὡς ἐπί τινα μετοικίαν, ὡς ἐξ ἀλλοδαπῆς ἐπὶ πατρίδα, ὡς εἰς πόλιν λαμπρὰν ἀπὸ γῆς ἐρήμου καὶ αὐχμηρᾶς. Προσετίθει δὲ τῇ δεήσει καὶ τὴν ὑπὲρ τῶν λιθαζόντων εὐχήν. Εὐεργέτουν γὰρ ἄκοντες καὶ λιθάζοντες ἔσωζον καὶ φονεύοντες ἐζωοποίουν καὶ τοῦ πηλοῦ χωρίζοντες τῇ βασιλείᾳ παρέ πεμπον.
12.10.1
Θεωρήσωμεν οὖν καὶ τὸ ῥῆμα τῆς προσευχῆς, πρὸς οἷον φέρει σκόπον τὸ Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Οὐ γάρ, ὡς οἴονταί τινες κακῶς λογιζόμενοι, ἀτιμώρητον καὶ ἀνεύθυνον εὔχεται γενέσθαι τῶν ἐχθρῶν τὸ ἁμάρτημα. Τοῦτο γὰρ ἦν φανερῶς τῇ τοῦ Θεοῦ διατυπώσει ἀνθίστασθαι καὶ τὴν τοῦ δικαίου κρίσιν καὶ νομοθεσίαν ἐπανορθοῦν τὴν τοῖς ἀνδροφόνοις τὰ πρὸς ἀξίαν ἀποκληρώσασαν.
12.10.2
Ἀλλὰ τί φησι; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, τουτέστι· Δὸς φόβον κατανύξεως, ἄγαγε πρὸς μεταμέλειαν τῶν νῦν τετολμημένων, μὴ συγχωρήσῃς ἐναποθανεῖν τῇ περιτομῇ, ἕλκυσον διὰ μετανοίας πρὸς τὴν σὴν ἐπίγνωσιν, ἄναψον ἐν ταῖς καρδίαις τὴν φλόγα τοῦ Πνεύματος. Ἂν γὰρ οὕτως βελτιωθῶσι, πρόδηλον ὡς οὐ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἀλλὰ τῷ λουτρῷ τῆς χάριτος καὶ τὸ σὸν καὶ τὸ ἐμὸν αἷμα νιψάμενοι ἐλεύθεροι τῶν ἐγκλημάτων γενήσονται.
12.10.3
Ταῦτα ἐγένετο καὶ ἐτελέσθη τὸ δρᾶμα. Καὶ στρατιαὶ μὲν τῶν ἀγγέλων εὐφραίνοντο τὸν ἀγῶνα θαυ μάζουσαι καὶ μετὰ πολλῆς δορυφορίας τὸν Στέφανον εἰς τὸν ἴδιον ἀνάγουσαι κλῆρον· ὁ δὲ διάβολος ἀπεστράφη κενός, ἠπορημένος δεινῶς, ἀλλ' ἵνα τι καὶ σωματικώτερον εἴπω περὶ τοῦ ἐναερίου πνεύματος λόγον προφητικὸν μιμησάμενος, ὡς πρόσκαυμα χύτρας φέρων τὸ πρόσω πον καὶ τοὐναντίον ἢ προσεδόκα κατορθώσας καὶ δι' ὧν ἐνομίζεν χριστιανοὺς ἐλαττοῦν, δι' ἐκείνων πληθύνας τὸν τῶν μαρτύρων κατάλογον.
12.11.1
Τί δὲ καὶ πρὸς Παῦλον τὸν ἱερόν; Εἷς γὰρ ἦν καὶ οὗτος τῶν φονευτῶν, ἀληθὴς Βενιαμὶν λύκος ἅρπαξ. Εἰ γὰρ καὶ αὐτὸς μὴ ἐλίθαζεν, ἀλλ' ἐτήρει τὴν τῶν λιθαζόντων ἐσθῆτα καὶ ὑπηρέτει δήμου δημίου. Πλὴν ὅψομαί σε μετὰ μικρὸν τὸν σφριγῶντα νῦν καὶ θυμὸν ἄγριον πνέοντα ὥσπερ τινὰ γραῦν ἀσθενῆ χειραγωγούμενον, ὅταν μέλλῃς ἄγεσθαι πρὸς τὸν Ἀνανίαν τῆς ἀληθείας γευσάμενος.
12.11.2
Ἡδὺ δὲ σφόδρα γελάσομαι, ὅταν ἀκούσω σου τὰς ὑπὲρ τοῦ εὐαγγελίου θλίψεις ἐξηγουμένου καὶ μεταξὺ τῶν ἄλλων κινδύνων λέγοντος· Ἅπαξ ἐλιθάσθην. Χρὴ γάρ σε διὰ λίθων ὑπὲρ τῶν λίθων ἀπολογήσασθαι καὶ τῷ ταὐτοπάθει λῦσαι τῆς ἁμαρτίας τὸ ἔγκλημα.
12.12.1
Ἄξιον δὲ μηδὲ τὴν ὀπτασίαν καταλείπειν τοῦ Στεφάνου ἀνεξέ ταστον· ἀεὶ γὰρ ὁ τῶν ὅλων Θεὸς τοῦ ἑξῆς προμηθούμενος τῶν μελλόντων ἐπιγίνεσθαι τῷ βίῳ τῶν ἀνθρώπων ἁμαρτημάτων προφυλακτικῶς προ κατασκευάζει τὴν θεραπείαν, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Εἰ γὰρ πρὸς τὸ χρήσιμον τοῦ ἀγωνιστοῦ μόνον ἐτελεῖτο τὰ θεοφάνεια, ἤρκει καὶ φωνὴν γενέσθαι ἐξ οὐρανῶν, ὥσπερ ἐπὶ τοῦ βαπτίσματος πρότερον ἢ χρόνοις ὕστερον ἐπὶ τῆς μεταμορφώσεως ἢ καὶ ὡς ἐπὶ Παύλου τούτου, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο.
12.12.2
Νυνὶ δὲ διὰ τὸ μέλλειν τὸ ἐκ Λιβύης κακὸν τὸν Σαβέλλιον ταῖς ἐκκλησίαις ἐπιφύεσθαι τοῦ Θεοῦ καὶ τὴν κακόδοξον τῶν ὑποστάσεων σύγχυσιν εἰς τὸν βίον εἰσάγειν, τούτου χάριν ὁ Θεὸς ὥσπερ προανα κόπτων τὸ μέλλον καὶ τὰς ψυχὰς τῶν εἰς ὕστερον προασφαλιζόμενος δείκνυσι μὲν ἑαυτὸν τῷ Στεφάνῳ ἐν ἰδίᾳ καὶ αὐτοτελεῖ δόξῃ, δείκνυσι δὲ καὶ τὸν Υἱὸν ἐν ἀπηρτισμένῳ προσώπῳ, ἵστησι δὲ αὐτὸν ἐκ δεξίων ἑαυτοῦ, ἵνα τῇ διευκρινήσει τῶν προσώπων ἑρμηνεύσῃ τὰς ὑποστάσεις.
12.13.1
Καὶ τυχὸν ἐρεῖ τις· Τὰ μὲν περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὕτω σοι πεφιλοσόφηται, ποῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον; Εἰ γὰρ τῆς κατὰ τὴν πίστιν ἀσφαλείας ἕνεκεν οὐρανόθεν ὁ Πατὴρ μετὰ τοῦ Υἱοῦ ἐπεφαίνετο, ἐχρῆν συμπαρεῖναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πρακτική τις μυσταγωγία τοῖς ἀνθρώποις ἐτελέσθη διὰ τῆς ὀπτασίας. Εἰπεῖν τοίνυν ἀναγκαῖον πρὸς τὸν ταύτην ἡμῖν ἀνθυποφέροντα τὴν διάνοιαν, ὅτι Ὦ σοφώτατε, χρὴ τὸν τῶν ἀναγνωσμάτων βασανιστὴν ὀρθήν τε ὁμοῦ τὴν διάνοιαν ἔχειν καὶ τὸ μνημονικὸν ἐρρωμένον, ἵν' οὕτως δυνηθῇ πάντων ὁμοῦ περιδράσσεσθαι τῶν γεγραμμένων.
12.13.2
Εἰ γὰρ καὶ ζητεῖς τὴν τοῦ Πνεύματος παρουσίαν, μικρὸν ἀνωτέρω τῶν λίθων καὶ τῆς μιαιφονίας γενοῦ καὶ εὑρήσεις πρὸ τῆς ὀπτασίας τὸ Πνεῦμα λαλούμενον καὶ συμπαρὸν Στεφάνῳ καὶ προκαταρτίζον τὸν ἀθλητήν. Εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ διηγήματος ταύτην ἡμῖν προανεφώνησε τὴν φωνήν· Στέφανος πλήρης χάριτος καὶ ἀληθείας καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει.
12.13.3
Ἰδοὺ τοίνυν καὶ τὸ τοῦ Πνεύματος ἡμῖν πρόσωπον εὐκρινῶς ὁ λόγος ὑπέστησεν. Εἰ δὲ τοῦτο πρότερον γέγραπται, τελευταῖον δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐδὲν ἡ τῆς τάξεως ἀπαλλαγὴ τῇ πίστει λυμαίνεται. Σύνηθες γὰρ τοῦτο ποιεῖν τῇ Γραφῇ· καὶ ποτὲ μὲν ὀνομάζειν τὸν Υἱὸν μόνον, ποτὲ δὲ τὸ Πνεῦμα σὺν τῷ Υἱῷ, ἢ καὶ ἄρχεσθαι μὲν ἐκ τοῦ Πατρός, καταλήγειν δὲ εἰς τὸ Πνεῦμα· καὶ τὸ ἀνάπαλιν τῆς ἀρχῆς ἐκ τοῦ Πνεύ ματος γινομένης διὰ τοῦ Υἱοῦ τῷ λόγῳ ἐπὶ τὸν Πατέρα ὁδεύειν.
12.13.4
Καὶ τοῦτο τὸ τῆς συνηθείας ἰδίωμα μάλιστα παρὰ τῷ μεγάλῳ Παύλῳ ἀπα ραφυλάκτως γινόμενον ἔστιν ἰδεῖν. Πεπλήρωται δὲ παρ' ἡμῖν καὶ τῷ Στεφάνῳ τὸ χρέος· εἰ μὲν πρὸς τὸ μέγεθος βλέπων τις οὐχ ἱκανῶς, εἰ δὲ πρὸς τοῦ λέγοντος δύναμιν αὐτάρκως· ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note