Homiliae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
Ἀνὴρ Φαρισαῖος, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Λουκᾶ λέγοντος, προτρέπει τὸν Κύριον εἰς ἑστίασιν καὶ ὑπωρόφιον ἄγει καὶ κοινὴν παρα τίθεται τράπεζαν. Ὁ δὲ οὔτε τὴν κλῆσιν ἀπαναίνεται οὔτε φεύγει τὸν ἄνθρωπον, μήτε μαθητὴν ὄντα μήτε πιστεύσαντα, τῷ γράμματι δὲ προσδεδεμένον τοῦ νόμου καὶ οὐδέπω πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας τοὺς ὀφθαλμοὺς ἀνοίξαντα, χαλεπῶς δὲ πρὸς τὰς ἐπαγγελίας ἀμβλυω ποῦντα τῶν προφητῶν.
13.1.2
Τί οὖν ἡμῖν τοῦτο τὸ κεφάλαιον ἀνέγραψεν ὁ Λουκᾶς; Πότερον ἵνα τὴν γνῶσιν ἔχωμεν ὧν ὁ Ἰησοῦς κατειργάσατο πολιτευόμενος ἐν τῷ σώματι, καὶ γνῶσιν ἱστορίας ἐπωφελοῦς παραλάβωμεν; ἢ νοῦ τινος ἐπωφελοῦς καὶ παιδευτικοῦ γέμει τὰ γράμματα τὸν ἡμέτερον βίον πρὸς τὸ ὀρθὸν καὶ ἀδιάστροφον κανονίζοντα; Οὕτως δὲ ἔχειν ἔγωγε ἡγοῦμαι καὶ ὑμᾶς προσῆκον πείθεσθαι.
13.1.3
Πολλοὶ γάρ εἰσι τῶν ἑαυτοὺς δικαιούντων φίλαυτοι καὶ αὐτάρεσκοι ἐν ὑπολήψει διὰ κενοῦ φρονήματος ὠγκωμένοι, ἁμαρτωλοὺς καλοῦντες τοὺς ἐγγίζοντας καὶ πρὶν ἐλθεῖν τὸ ἀληθινὸν κριτήριον ἑαυτοὺς ὡς ἄρνας ἀπὸ τῶν ἐρίφων χωρίζοντες καὶ πρὸς τὴν θύραν τῆς βασιλείας βλέποντες ὡς ἀναπε πταμένην αὐτοῖς, οὐ στέγης, οὐκ ἐδεσμάτων ἀξιοῦντες τοῖς πολλοῖς κοινωνεῖν, βδελυσσόμενοι δὲ πάντας τοὺς μὴ τὴν ἄκραν, ἀλλὰ τὴν μέσην ἐπὶ τοῦ βίου πορευομένους ὁδόν.
13.2.1
Ὁ τοίνυν Λουκᾶς, ὁ πλέον τῶν ψυχῶν ἢ τῶν σωμάτων ἰατρός, ἔγραψε τὸ ἐν χερσὶ διήγημα οὐ λόγον ἁπλῶς, ἀλλὰ φάρμακον τῶν νοσούντων αὐθάδειαν, αὐτὸν ἡμῶν τὸν Θεὸν καὶ Σωτῆρα δεικνύς, τὸν ἀσυγκρίτως καθαρὸν καὶ μόνον δίκαιον, συγγνωμονικῶς λίαν τοῖς κατεγνωσμένοις συναναστρεφόμενον καὶ τοῖς οὐδέπω κεκαθαρμένοις συνδιαιτώμενον, οὐχ ἵνα τι προσλάβῃ τῆς ἐκείνων κακίας, ἀλλ' ἵνα μεταδῷ τῆς οἰκείας δικαιοσύνης κατὰ τὴν ἡλιακὴν ταύτην τὴν φαινομένην ἐνέργειαν ὅσον ἀπὸ τοῦ κτίσματος παραστῆσαι τοῦ κτίστου τὴν πρόνοιαν.
13.2.2
Ἴσμεν μὲν γὰρ ὅτι καὶ ὁ ἥλιος οὐ τὰς ἡπλωμένας μόνον ἐπιλάμπει χώρας, ἀλλὰ καὶ ὅσαι κοιλότεραι καὶ τῆς ἀντρώδους ἔλαχον θέσεως. Παυσώμεθα τοίνυν, εἴ τινες οὕτως φρονοῦμεν ὡς ὁ λόγος φησίν· μιμησώμεθα δὲ τοῦ Δεσπότου τὸ ἵλεων καὶ φιλάνθρωπον τοῖς ταπεινοῖς διὰ τοῦτο συγκαταβαίνοντες, οὐχ ἵνα ἑαυτοὺς τοῖς κειμένοις συνταπεινώσωμεν, ἀλλ' ἵνα κἀκείνους ὑψώσωμεν, οἷον κολυμβηταί τινες ἔφυδροι τοὺς πνιγομένους πρὸς τὸν ζωτικὸν ἀέρα τοῦτον ἀνέλκοντες.
13.3.1
Ἐπειδὴ δὲ πρὸς ἀρίστην νόησιν τὸ εὐαγγελικὸν γράμμα χειραγωγεῖ, φέρε πρὸς τὸν ἐμπεσόντα σκοπὸν ἑαυτοὺς ἀποτείνωμεν. Θαυμάζω σφόδρα τοὺς τὴν ἐμπαθῆ ταύτην καὶ φιλήδονον περικειμένους σάρκα, ἡττωμένους δὲ καθ' ἡμέραν ὕπνου καὶ γαστρός, οὐ μὴν οὐδὲ τῶν ἄλλων ἐρεθισμῶν ἀπείρως ἔχοντας τῶν ὅσοι γνώριμοι πᾶσιν ἡμῖν τοῖς τῆς μίας καὶ τῆς αὐτῆς κοινωνοῦσι φύσεως, ὅπως εἰσὶ σκληροὶ δικασταὶ τῶν ἁμαρτανόντων καὶ ἑαυτῶν συγγνώμονες·
13.3.2
ἀσθενεῖς ἀγωνισταὶ καὶ ἀπαραίτητοι νομοθέται, ὡς καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀναιρεῖν τὴν ἐλπίδα καὶ ἀποφράττειν, ὡς νομίζουσι, τὴν ἄφθονον τοῦ ἐλέους πηγὴν καὶ μετὰ πολλῆς δὲ τῆς αὐθεντίας ἀποκλείειν τοῖς πλανηθεῖσιν τῆς βασιλείας τὴν εἴσοδον. Τοῦτο δὲ οὐδὲν [ἄλλως] οἰκονομικόν, ἀπόγνωσιν ἐμποιεῖν ψυχαῖς ἰατρείαν ζητούσαις. Ὁ γὰρ τῆς θεραπείας ἀπελπίσας δοῦλος γίνεται καθάπαξ τῆς νόσου καὶ πρός γε πάσης τῆς τῶν ἡμετέρων Γραφῶν ἐπαγγελίας ἀλλότριος, οὐδὲ γὰρ ἐκεῖ τῷ συνετῶς ἐξετάζοντι τοιοῦτον, ὃ μὴ χάρις δωρεῖται καὶ θεραπεύει συγγνώμη.
13.3.3
Καὶ τίς οὕτως ὑπόκωφος καὶ ἀνήκοος τῶν λόγων τοῦ Ἰὼβ διαρρήδην πρὸς πάντας ἐκβοῶντος ὅτι Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ; Τίς δ' ἂν σωφρονῶν τοιοῦτον φρονήσειεν, ὡς ὑποκείμενος εὐθύναις καὶ ταύταις ἐν δικαστηρίῳ Θεοῦ περιττὸν οἴεσθαι συγγνώμην καὶ ἀχρεῖον τὸν ἔλεον;
13.4.1
Εἰ δὲ καὶ πρὸς τὸ ἀκρότατον δικαιοσύνης καὶ ἀκριβείας ἦσαν ἐληλακότες, πατήσαντες δὲ ἀληθῶς κατὰ τὸ γεγραμμένον ἐπάνω ὄφεων καὶ σκορπίων, νικηταὶ δὲ καὶ στεφανῖται κατὰ τῆς ἁμαρτίας ἀνηγορεύθησαν, οὐδ' οὕτως ἐχρῆν πρὸς τὴν οἰκείαν ἀνδρείαν καὶ τῶν ἄλλων ἁπάντων κανονίζειν τὸν βίον, ἀλλὰ τῆς μὲν ἰδίας εὐδοκιμήσεως τῷ δεδώκοτι Θεῷ τὴν χάριν ὁμολογεῖν, ὅτι καὶ φύσιν ἡγεμονικῶς ἡνιόχησαν καὶ πειρασμῶν σατανικῶν οὐκ ἐγένοντο χείρους, τοῖς δὲ ἀσθενήσασιν ὀρέγειν φιλαδελφίας δεξίαν καὶ ἀνεγείρειν ἐκ τοῦ πηλοῦ καὶ καθαίρειν ἐκ τῶν μολυσμάτων.
13.4.2
Διπλοῦν γὰρ ἂν οὕτως τὸν ἔπαινον ἤραντο τῆς τε ἰδίας ἀνδραγαθίας ὁμοῦ καὶ τῆς φιλαδέλφου καὶ χρηστῆς συμπαθείας τὰ γέρα λαμβάνοντες. Νυνὶ δὲ ἄνθρωποί τε ὄντες τῶν χαμαὶ ἐρχομένων καὶ ζῶντες βίον οὐ τὸν ἀγγελικὸν καὶ ἐγγὺς τῶν ἀσωμάτων, ἀλλὰ τοιοῦτον οἷον ἄν τις καὶ ὑπ' εὐθύνας ἀγάγοι καὶ σκώψειεν, δικάζουσιν αὐστηρῶς καὶ μετὰ πολλῆς τῆς αὐθεντίας τὴν κατακρίνουσαν φέρουσι ψῆφον, ὡς ἐμὲ πολλάκις ὑπὸ τοῦ τύφου καὶ τῆς ἀλαζονείας ἀποπνιγόμενον εἰπεῖν ἐπ' αὐτοῖς τὰς εὐαγγελικὰς ῥήσεις, ὅτι τὰς δοκοὺς ἐν τοῖς ἰδίοις ὀφθαλμοῖς μὴ βλέποντες τῶν ἀλλοτρίων ὄψεων ἀποφυσᾶτε τὰ κάρφη.
13.4.3
Καὶ τὰ βαρύτατα φορτία τοῖς ἄλλοις δεσμεύοντες περινοστεῖτε βαρεῖς κριταὶ καὶ ἀσθενεῖς ἀχθοφόροι τὸ βῆμα τοῦ Χριστοῦ προλαμβάνοντες καὶ τοῦ κριτοῦ τὴν ἀπόφασιν προαρπάζοντες, δοῦλοι καταφρονηταὶ καὶ ἀπαραίτητοι τῶν ὁμοδούλων κριταί.
13.5.1
Εἰ ζηλοῦτε Θεὸν ὡς κατ' εἰκόνα κτισθέντες, μιμήσασθε ὑμῶν τὸν ἀρχέτυπον· ὦ χριστιανοί, τὸ φιλάνθρωπον ὄνομα, ζηλώσατε τοῦ Χριστοῦ τὴν ἀγάπην, ἀποβλέψατε πρὸς τὸν πλοῦτον τῆς ἐκείνου φιλαν θρωπίας. Μέλλων γὰρ ἀνθρώποις ἐπιφαίνεσθαι δι' ἀνθρώπου προκαθῆκε τὸν Ἰωάννην, μετανοίας κήρυκα, μεταμελείας εἰσηγητὴν καὶ πάντας πρὸ Ἰωάννου προφήτας ἐπιστροφῆς διδασκάλους.
13.5.2
Εἶτα καὶ αὐτὸς μετ' ὀλίγον ἐπιφανεὶς οἰκείᾳ φωνῇ βοᾷ αὐτοπροσώπως· Δεῦτε πρὸς μέ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοὺς δὲ τῇ κλήσει πεισθέντας πῶς ὑπεδέξατο; Ἄπονον ἔδωκεν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἀκαριαίαν καὶ σύντομον τὴν τῶν λυπούντων ἀπαλλαγήν· Λόγος ἡγίασεν, Πνεῦμα ἐσφράγισεν· ὁ παλαιὸς ἄνθρωπος ἐνετάφη τῷ ὕδατι, ὁ νέος ἐτέχθη ἀνηβήσας τῇ χάριτι.
13.5.3
Τί τὰ ἑξῆς; Ὁ ἄνθρωπος οἰκεῖος ἀντ' ἀλλοτρίου, υἱὸς ἀντὶ ξένου, μύστης ἐκ βεβήλου, ἅγιος ἐξ ἀσεβῶν. Ὁ τοίνυν ταῖς οὕτως μεγαλοπρεπέσι καὶ ἀνυπερβλήτοις δωρεαῖς πλουτισθείς, ἁμαρτὼν εἰς τὸν φιλότιμον καὶ ἀγαθὸν εὐεργέτην, παρὰ μὲν ὑμῖν τοῖς δυσκόλοις καὶ ἀμειλίκτοις δικασταῖς εὐθὺς μήτε λόγου μεταλαβών, πάντως ἂν ἐπὶ τὸν ὄλεθρον ἤχθη καὶ τῆς ἐνθάδε ζωῆς ἀποκοπεὶς καὶ τὴν ἐκεῖ κολαζόμενος.
13.5.4
Ἐπεὶ δὲ ἄλλος ἐστὶν ὁ τῆς ψήφου Κύριος, ὁ ποιῶν τὸ ἔλεος εἰς χιλιάδας καὶ μυριάδας καὶ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀναμένων δὲ τὴν ἐπιστροφήν, οὐδ' οὕτως οἱ τὴν πρώην χάριν ὑβρίσαντες ἐτιμωρήθησαν, ἀλλὰ πάλιν δεύτερος ἔλεος ἀκολουθεῖ τῷ προτέρῳ καὶ ἀμνηστείᾳ συγγνώμη συν άπτεται καὶ δάκρυον στάζον ἰσοδυναμεῖ τῷ λουτρῷ καὶ στεναγμὸς ἐπί μοχθος ἐπανάγει τὴν χάριν πρὸς ὀλίγον ἀναχωρήσασαν.
13.5.5
Εἰ ἀπιστεῖς τῷ λόγῳ, Πέτρον ἐρώτησον ἐν τῇ οἰκίᾳ τοῦ ἀρχιερέως καθήμενον, καὶ λέξει σοι, ὅπως τὸ παράπτωμα τῆς ἀρνήσεως πικρῶς ὀδυράμενος ἐκαθάρθη καὶ οὐκ ἀνέλυσεν εἰς τὸν Σίμωνα, ἀλλὰ Πέτρος διέμεινεν ὁ ἀπόστολος.
13.6.1
Ἐγὼ δὲ νομίζω, ὅτι καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἰ μὴ ταχέως αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος ἀσύγγνωστον κρίνας τὴν ἁμαρτίαν, προσ πεσὼν δὲ τὸν ἔλεον ᾔτησεν, οὐκ ἂν τῶν οἰκτιρμῶν τῶν πάσης ὑπερχεομένων τῆς οἰκουμένης ἠστόχησεν. Τεκμήριον δὲ τοῦ λόγου πάντες Ἑβραῖοι οἱ μετὰ τὸν σταυρὸν πιστεύσαντες καὶ τῷ λουτρῷ τὰς ψυχὰς ὁμοῦ καὶ τὰς χεῖρας νιψάμενοι. Εἰ δὲ οἱ σταυρώσαντες ἠλεήθησαν, πῶς οὐκ ἂν ὁ προδοὺς τῆς ἀμνηστείας ἀπέλαυσεν;
13.6.2
Ἐδέσμει ποτὲ καὶ Παῦλος χριστιανοὺς, ἀλλὰ βαστάσας ὕστερον ἁλύσεις ὑπὲρ Χριστοῦ ἐκ τῆς ταὐτοπαθείας ἔλυσε τὰ ἐγκλήματα· ἥμαρτε λιθάζων Στέφανον καὶ συνευδοκῶν τοῖς φονεύουσιν, ἀλλὰ λιθασθεὶς ἐξήλειψε τὸ πλημμέλημα. Ἐτελώνουν ποτὲ Ματθαῖος καὶ Ζακχαῖος, ἀλλὰ τῇ καταφρονήσει τῶν χρημάτων τὴν τελωνείαν πατήσαντες ὁ μὲν τῇ οἰκίᾳ τὸν Ἰησοῦν ἐδέξατο καὶ τῇ ψυχῇ πλέον, ὁ δὲ τῶν θαυμαστῶν πράξεων εὐαγγελιστὴς καὶ συγγραφεὺς ἀπεδείχθη. Ὁ τελώνης ὁ μετὰ τοῦ Φαρισαίου ἀναγκαῖος εἰς μνήμην, ἡ γυνὴ ἡ τὴν δραχμὴν ἀπολέσασα καὶ εὑροῦσα.
13.6.3
Ἐξ ἀρχῆς δὲ εἰς τέλος εἴ τις τοὺς ἀνθρώπους τοῦ βίου παντὸς ἐν τοῖς καθεξῆς χρόνοις λογίσαιτο, τοὺς πολλοὺς εὑρήσει πρότερον μὲν ἐνσχεθέντας ἁμαρτήμασιν, εἶτα τῇ πρὸς τὸ κρεῖττον ῥοπῇ μετα θεμένους τῆς γνώμης. Θεοῦ γὰρ οἰκεῖον καὶ μόνου ἐξαίρετον πλημμελείας χωρὶς πάντα κατορθοῦν. Ἄνθρωπος δὲ ὑπὸ γένεσιν καὶ φθορὰν ἠγμένος καὶ τοσούτων ὑπάρχων δεκτικὸς παθῶν οὔποτ' ἂν ἀκατηγόρητος δειχθείη περικοπείσης συγγνώμης.
13.6.4
Ἀπόβλεψον πρὸς τὸν Δαβὶδ τὸν βασιλέα τοῦ Ἰσραήλ, ὃν κατ' ἐκλογὴν ἐχειροτόνησεν ὁ Θεός, ἐπαίνοις δὲ τοῖς τῆς μαρτυρίας ἐκόσμησε λέγων· Ηὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου Δαβὶδ τὸν τοῦ Ἰεσσαί. Οὗτος μετὰ τὴν λαμπρὰν ἐκείνην τῶν ἐπαίνων ἀνάρρησιν, ἐπειδὴ τῷ πάθει τῆς σωμεραστίας ἑάλω καὶ περιέπεσεν ἐκείνοις οἷς γινώσκομεν ἅπαντες, ἦλθε δὲ μετὰ τὸν ἔλεγχον τοῦ προφήτου εἰς ἀναλογισμὸν τοῦ κακοῦ, ἀνάγραπτον ἀφῆκεν τοῖς εἰς ὕστερον ἐσομένοις τῆς μετανοίας τὸν μόχθον.
13.6.5
Καὶ θεωροῦμεν, ὡς ἐν εἰκόνι, τῷ ψαλτηρίῳ τὸν ἄνδρα, νῦν μὲν ἐκτηκόμενον τῇ λύπῃ τὸ σῶμα, αὖθις δὲ τὴν νύκτα καιρὸν θρήνων ποιούμενον, τὴν κοινὴν τῶν πόνων ἀνάπαυσιν· καὶ τῇ κλίνῃ τὸ δάκρυον ἐπιρρέοντα ὡς ἐκ πηγῶν τῶν βλεφάρων, καὶ πάλιν ἡμῖν τὸν πεντηκοστὸν ψαλμὸν ἐκπονήσαντα, τύπον τὸν ἱλασκόμενον Θεόν. Οὐ μὲν ὁ θρῆνος αὐτῷ μάτην ἐξεπονήθη, ἀλλ' οἱ βαρεῖς στεναγμοὶ τὸν ἔλεον ἐφειλκύσαντο, ἀπέλαβε δὲ καὶ τῆς βασιλικῆς αὐθεντίας τὴν ἐξουσίαν καὶ τῆς πρὸς Θεὸν ἱκεσίας τὴν παρρησίαν.
13.6.6
Ὁμοίως κἀκεῖνος ὁ τῆς Νινευὴ βασιλεύειν λαχὼν τῷ μὲν πλήθει τῶν ἁμαρτιῶν συνηλαύνετο πρὸς τὸν ὄλεθρον ὁμοῦ τοῖς ἀρχομένοις λαοῖς, καὶ ὁ τῆς ἁμαρτίας ἔλεγχος ἐγγίζειν μετ' ὀλίγον τὴν προθεσμίαν τῆς τιμωρίας ἐκήρυττεν. Ἐπειδὴ δὲ συνετῶς ἑαυτοὺς κακώσαντες ἔφυγον τὴν πεῖραν τῆς συμφορᾶς, ἐλυπήθη μὲν ὅτι μὴ ἠλήθευσεν ὁ τῶν κακῶν προφήτης καὶ πρὸς τὸν ἔλεον τοῦ Θεοῦ χαλεπῶς ἠγροικίσατο.
13.6.7
Ὁ δὲ πανταχοῦ καὶ διὰ λόγων καὶ πράξεων γνωρίζων ἡμῖν, ὅσην ἔχει τὴν πρὸς τοὺς ἀνθρώπους εὐμένειαν, φύει μὲν τὴν κολόκυνθαν ὑπὲρ κεφαλῆς τῷ προφήτῃ σκέπην τῆς λυπούσης ἀκτῖνος, ὑποκαθεύδοντος δὲ τῇ σκίᾳ ἀθρόον ἀποξηράνας αὐτήν. Εἶτα ὡς δυσκόλως εἶχεν ἀφυπνώσας πρὸς τὸ συμβάν, ὀνειδίζει καὶ μέμφεται. Εἰ ὁ μὲν οὕτως ἐμπαθῶς ἐπιστυγνάζοι τῷ μαρανθέντι λαχάνῳ, ὁ Θεὸς δὲ οὐκ ἂν ἐπε κλάσθη τηλικαύτῃ πόλει ἐγγὺς ἐλθούσῃ κινδύνου;
13.7.1
Μάθετε οὖν, οἱ σκληροὶ καὶ δυσμείλικτοι, τὴν τοῦ κτίσαντος
13.7.2
ἡμᾶς χρηστότητα καὶ μὴ γίνεσθε τῶν ὁμοδούλων πικροὶ καὶ βαρεῖς δικασταί, ἄχρις ἂν ἀφίκηται ὁ τὰ κρυπτὰ τῶν καρδιῶν ἀποκαλύπτων καὶ κατ' ἐξουσίαν δεσποτικὴν ἑκάστῳ τῆς προσδοκωμένης ζωῆς ἀπο κληρῶν τὴν κατάστασιν. Μὴ σκυθρωπὰς ἐκφέρετε τὰς ἀποφάσεις, ἵνα μὴ ταῖς ὁμοίαις ὑποβληθῆτε καὶ τῶν οἰκείων στομάτων τοῖς λόγοις ὡς ὀδοῦσιν ὀξυτάτοις περιπαρῆτε.
13.7.2
Δοκεῖ γὰρ μοὶ καὶ ἡ εὐαγγελικὴ πρόρρησις τούτου προφυλακτικὴ τυγχάνειν τοῦ πλημμελήματος λέγουσα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Οὐ γὰρ τὴν κρίσιν καὶ τὴν εὐγνω μοσύνην ἐκβάλλει, κρίσιν δὲ ὀνομάζει τὴν τραχυτέραν κατάκρισιν. Ποίησον οὖν, εἰ δοκεῖ, κοῦφον τὸ σταθμίον, εἴπερ βούλει μὴ πρὸς τὴν κατακρίνουσαν πλάστιγγα καὶ τὰς σὰς πράξεις καθελκυσθῆναι, ὅταν ὁ βίος ἡμῶν ὡς ἐν ζυγῷ τῇ κρίσει τοῦ Θεοῦ ταλαντεύηται.
13.7.3
Σῶμα περικείμενος καὶ διαζῶν ἐν σαρκὶ μήποτε ἀπελάσῃς τοῦ βίου τὴν ἀπὸ ἰατρικῆς θεραπείαν. Κἂν γὰρ ἐπὶ πλεῖστον ὅσον εὐεξίᾳ τε καὶ ὑγείᾳ συζήσῃς, ἀλλ' οὐχ οὕτως διατελέσεις ἄνοσος, ὡς ἐν χρείᾳ μὴ γενέσθαι τῆς ἐπιμελείας τοῦ θεραπεύοντος. Καὶ ψυχὴν ἔχων κατακλινομένην πρὸς τὰ γήϊνα, ἡνίκα ἂν ἑαυτῆς ἐπιλαθομένη τῶν προσπαθειῶν ἐμπλησθῇ τοῦ σώματος, μὴ ἀναίρει τὸν ἔλεον, ἵνα μὴ ἀμοιρήσῃς συγγνώμης, ὅταν αὐτῆς ἐπιδεὴς καταστῇς.
13.7.4
Ἱερεύς τίς ἐστι καὶ ἡγεμονεύειν ἔλαχε τοῦ λαοῦ· συμπαθῶν ὁράτω τῶν ὑπηκόων τὰ πτώματα, εἰδὼς ὅτι κἂν ἡ τάξις τοῦ βίου διαφορὰν ἔχῃ πρὸς τοὺς πολλούς, ἀλλὰ τῇ φύσει τῶν ποιμαινομένων οὐδὲν διενήνοχεν, κοινωνῶν δὲ αὐτῆς ἴσως ποτὲ κοινωνήσει καὶ πλημμε λήματος.
13.7.5
Ταῦτα καὶ Μωϋσῆς εἰδώςἄνθρωπος γὰρ ἦν καὶ τὴν φύσιν ἐγνώριζεντὸν μόσχον ὑπὲρ τοῦ ἱερέως ἱερουργεῖσθαι διέταξεν, ἡμαρτηκότος πάντως καὶ καθαρσίων δεομένου καὶ πλειόνων. Ὅπερ δὲ ἦν τότε ὁ ἔνσαρκος μόσχος, τοῦτο νῦν ἐστιν ἡ ἀσώματος μεταμέλεια καὶ ἡ ἀναίμακτος δέησις, ἧς ὑψηλολογούμενοι καὶ μεγαλαυχοῦντες τὴν εὐεργε σίαν μὴ λύσωμεν
13.7.6
εἰδότες ὅτι καὶ Ἀαρὼν ὁ δοκιμώτατος ἱερεὺς τῷ λαῷ ζητοῦντι θεοὺς συναπήχθη καὶ μετὰ τῆς ἀδελφῆς τῆς Μαρίας ἑάλω τῷ γογγυσμῷ καὶ εἰ μὴ ὁ γογγυσθεὶς ἱκέτευσεν, οὐκ ἂν τὴν τιμωρίαν διέφυγεν. Ἄλλος ἐστίν, οὐχ ἱερεύς, ἀλλὰ εἷς τῶν πολλῶν, φοβείσθω βαρὺν ἐπιτιθέναι ζυγόν. Εἰ γὰρ ὁ καθαίρειν τὸν λαὸν προβληθεὶς χρῄζει καθαρσίων ἐνίοτε, τί ἂν πάθοι ὁ μηδὲ τῆς χειροτονίας ἔχων τὴν δύναμιν;
13.8.1
Μιμησώμεθα τὴν ποιμαντικὴν τοῦ Δεσπότου· ἐγκύψωμεν τοῖς εὐαγγελίοις καὶ ὥσπερ ἐν ἐσόπτρῳ τὴν ἰδέαν καταμάθωμεν τῆς ἐπιμε λείας τε καὶ χρηστότητος. Βλέπω γὰρ ἐκεῖ ἐν παραβολαῖς καὶ τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἄνδρα ποιμένα ἑκατὸν προβάτων· ὃς ἑνὸς θρέμματος ἀποσχισθέντος τῆς ἀγέλης καὶ πλανωμένου οὐ τοῖς ἐν τάξει καὶ ἀπλανῶς νενομένοις παρέμεινεν,
13.8.2
ἀλλ' ὁρμήσας ἐπὶ τὴν ζήτησιν πολλὰς μὲν διώδευσε κοιλότητας τε καὶ φάραγγας, μεγάλων δὲ καὶ ὑψηλῶν ὑπερηνέχθη σκοπέλων καὶ ταῖς ἐρημίαις καρτερῶς ἐνεμόχθησε, μέχρις ἀνίχνευσε τὸ πλανώμενον. Εὑρὼν δὲ οὐκ ἔπληξεν, οὐ μὴν οὐδὲ ἤλασεν σφοδρῶς ἐπείγων πρὸς τὴν ἀγέλην, ἀλλ' ἐπιθεὶς τῷ αὐχένι καὶ κομίσας μετὰ φειδοῦς τοῖς συννόμοις ἀποκατέστησεν χαίρων ἐπ' ἐκείνῳ πλέον ἢ τῷ πλήθει τῶν ἄλλων.
13.8.3
Νοήσωμεν τοίνυν τὸ πρᾶγμα τὸ τοῖς αἰνίγμασιν ἐγκρυπτόμενον. Τὸ γὰρ πρόβατον οὐκ ὄντως πρόβατον καὶ ὁ ποιμὴν δὲ πάντως ἄλλο τι, οὐ μὴν ὁ τῶν ἀλόγων νομεύς, ἀλλ' ἔστιν ὑποδείγματα ταῦτα τῶν ἱερέων παιδευτικά, ἵνα τῶν ἀνθρώπων μήτε προχείρως ἀπελπίζωμεν μήτε καταρρᾳθυμῶμεν κινδυνευόντων. Ζητῶμεν δὲ τὸν ἐμπαθῆ καὶ ἐπανάγωμεν εἰς τάξιν καὶ χαίρωμεν τοῖς ἐπιστρέφουσιν καὶ τῷ πληρώματι τῶν ὀρθῶς βιούντων ἀναμιγνύωμεν.
13.8.4
Ἐπὶ τοσοῦτον δὲ τὸν ἱερέα προσῆκεν ἀντὶ τῆς ἀποτομίας τὴν φιλανθρωπίαν ἀσκεῖν, ὥστε κἂν ὁ Δεσπότης ἐκκόπτειν κελεύῃ τινὰ ὡς φυτὸν ἄχρηστον, αὐτὸν ὡς φυτοκόμον αἰτεῖν δεῖ τὴν φειδὼ καὶ ὑπέρθεσιν. Τοῦτον γὰρ ἡμῖν παρίστησι τὸν νοῦν τῆς ἀκάρπου συκῆς ὁ λόγος, ἣν ἐκτεμεῖν θέλοντος τοῦ Κυρίου διὰ τὴν ἀκαρπίαν, ὁ γεωργὸς ἱκετεύει καὶ ἀναβολὴν αἰτεῖ καὶ ὑπέρθεσιν ἐλπίδας αὐτῷ χρηστὰς ὑπο τείνων διὰ τῆς οἰκείας ἐπιμελείας.
13.8.5
Μὴ τοίνυν κόπτε προχείρως, ὁ τὴν τομὴν παρὰ τοῦ Κυρίου ἐπαγομένην κωλύειν ὀφείλων, μηδὲ καταγίνωσκε ταχέως τὴν ἀχρηστίαν, ἀλλ' ἐκπόνει τὴν ἐπιμέλειαν. Σκάπτε τοῖς ἐλέγχοις, θάλπε ὡς κόπρῳ ταῖς παρακλήσεσιν, πότιζε τῇ ἐπιρροίᾳ τῶν μαθημάτων, περίφρασσε τοῖς προφυλακτικοῖς τῶν παραγγελμάτων ὡς χαρακώματι. Σὸν ἔστω τὸ παραιτεῖσθαι, τοῦ κριτοῦ τὸ δικάζειν.
13.8.6
Ἐκεῖνο κληθῆναι σπουδάσωμεν, ὃ λέγεται καὶ ὁ Κύριος· παράκλητος γὰρ ὀνομάζεται ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων τὸν Πατέρα ἐξιλεούμενος· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα τῆς ἀληθείας τὴν ὑπὲρ ἡμῶν σπουδὴν ἔλαβεν ὄνομα. Παράκλητος γὰρ κἀκεῖνο λέγεται· πρεσβεία δὲ καὶ παράκλησις ὑπὲρ τῶν ἡμαρτηκότων πάντως σπουδάζεται, οὐ μὴν τῶν ἀνευθύνων καὶ ἀνεγκλήτων.
13.8.7
Ζήλωσον, ὁ ἱερεύς, τὸ κηδεμονικὸν τοῦ Μωσέως· μίμησαι τὴν ἐκείνου περὶ τοὺς ἀρχομένους διάθεσιν, ὃς παρα καλῶν τὸν Θεόν, ἵνα μὴ δυσμενῇ τῷ λαῷ πλημμελήσαντι, ἐπειδὴ μικρὸν ᾔσθετο παρελκομένης τῆς χάριτος, τοῦτο γοῦν ἱκέτευε προαπελθεῖν τοῦ λαοῦ, ὡς μήτε θεάσηται τῶν ποιμαινομένων τὸν ὄλεθρον.
13.8.8
Οὐδὲν δὲ οἷον αὐτῆς ἀπομνημονεῦσαι τῆς λέξεως· Δέομαι, ἡμάρτηκεν ὁ λαὸς ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. Καὶ νῦν εἰ μὲν ἀφίῃς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ὅπως τὴν τοῦ πλήθους σωτήριαν τῆς οἰκείας προτίθησιν καὶ ἐξαλειφθῆναι ζητεῖ, εἰ μὴ κατορθοῖ τῷ κοινῷ τὴν συγγνώμην; Οἱ δὲ νῦν πρὸς τοὺς ἁμαρτάνοντας πικραινόμενοι προσιόντας ἐλαύνουσιν, ὑποπίπτοντας παρατρέχουσιν, θεραπευθῆναι ζητούντων ὑπερορῶσιν, δακρυόντων οὐκ ἐπικλῶσι τὸ πρόσωπον.
13.9.1
Τί οὖν ὁ Λουκᾶς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνέγραψέ μοι τὸν υἱὸν τὸν ἄσωτον, ὃς καθύβρισε μὲν τῇ ἀναχωρήσει πρώτῃ τὸν γεννη σάμενον, εἶτα πρὸς ἡδονὰς καὶ μέθας ἐκβακχευθεὶς καὶ φιλογύνης γενόμενος πάντα τὸν πατρικὸν πλοῦτον ἐκένωσεν; Ἐπειδὴ δὲ χρόνοις ὕστερον ἱκανῶς ἐνταλαιπωρήσας τοῖς μόχθοις, ὡς καὶ συβώτης γενέσθαι μισθωτὸς καὶ τῆς αὐτῆς μετασχεῖν τοῖς χοίροις τροφῆς, ἐπανῆλθε πρὸς τὴν πατρικὴν ἑστίαν σωφρονισθείς, οὐκ ἀπεστράφη ὁ πατὴρ οὐδὲ ἐπέθηκεν αὐτῷ τὰς θύρας ἐπανελθόντι,
13.9.2
ἀλλὰ πᾶν τοὐναντίον προσέδραμεν ἐγγίζοντι καὶ ἐπεκλίθη τῷ τραχήλῳ καὶ δάκρυον ἐπέσταξε συμπαθῶς τῷ αὐχένι, ἐποίησε δὲ πάλιν ἀντὶ ἀθλίου μακαριστὸν ἐλευθερίῳ ἀμφιέσας ἐσθῆτι καὶ δακτύλιον τῇ χειρὶ περιθεὶς καὶ ἑορτὴν ἄγων τὴν ἡμέραν καὶ εὐτρεπίσας εὐωχίαν λαμπράν. Ταῦτα δὲ πάντα λόγος ἐστὶ παραβολικὸς ὑπανοίγων τοῖς μετανοοῦσιν ὡς πατρικὴν ἑστίαν τὴν ἐκκλησίαν καὶ δεχόμενος φιλοφρόνως, ἵνα μὴ ὦσιν ὁμοδίαιτοι τοῖς χοίροις, τοῖς δαί μοσιν, γεννῶνται δὲ πάλιν ἐξ ἀλλοτρίων υἱοί, ἵνα τῷ βουλήματι τοῦ Θεοῦ συζῶσιν ὡς γνώμῃ πατρὸς καὶ τοῖς ἁγίοις ἀνδράσιν ὡς ἀδελφοῖς.
13.9.3
Σὺ δὲ μὴ ζήλου τὴν γνώμην τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου, μηδὲ καταγόγγυζε τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὅτι καὶ τὸν ἄσωτον καὶ ὑβριστὴν εἰσῳκίσατο. Θαύμαζε δὲ μᾶλλον τὴν ἀγαθότητα καὶ μιμοῦ τοῦ Θεοῦ τὴν εὐμένειαν καὶ τοὺς ἐκ τῆς πλάνης ὑποστρέφοντας ἐναγκαλίζου καὶ περιπτύσσου· οὕτως γὰρ ἔσῃ τυφλῶν ὁδηγὸς καὶ πλανωμένων διδάσκαλος.
13.10.1
Πρὸς μὲν οὖν τοὺς τραχυτέρους τὴν γνώμην καὶ τὴν ἀποτομίαν πρὸ τῆς συμπαθείας ἀσκοῦντας ἱκανῶς ἡμῖν εἴρηται καὶ οὐδὲν δεῖ μακροτέρων· ἄκουε δὲ λοιπὸν καὶ ὁ τῆς ἐπιστροφῆς δεόμενος, ὅπως σε προσῆκεν ἐπιστυγνάζειν τοῖς ἁμαρτήμασιν καὶ τὰ παραπτώματα τῆς καρδίας ἀποθρηνεῖν· μᾶλλον δέ, εἰ δοκεῖ, σκόπησον τὴν ἁμαρτωλὸν γυναῖκα τὴν παρὰ τῷ Λουκᾷ ἐπὶ τοῦ παρόντος ἀναγνωσθεῖσαν ἡμῖν. Κἀκείνης τὸ ταπεινὸν καὶ εὐσύνετον ζήλωσον καὶ λάβε κανόνα μετανοίας ἠκριβω μένης.
13.10.2
Ἐλθοῦσα γὰρ ἐπὶ τὸν οἶκον τοῦ Φαρισαίου οὔτε τὸ πλῆθος τῶν ἑστιωμένων ἠρυθρίασεν, οὔτε τὸν καιρὸν τῆς εὐωχίας ὡς ἄκαιρον εἰς ἐξομολόγησιν ἔφυγεν, ἀλλὰ τῇ λύπῃ συνεχομένη καὶ σφοδρὸν ἔχουσα τῶν πλημμελημάτων τὸ πένθος οὐδὲ τὸ βραχύτατον ἠφίει τὸν τῶν ἁμαρτιῶν ἰατρόν. Οὐ μὴν οὐδὲ εἰς τὸ πρόσωπον κατ' ὄψιν ἐρχομένη ἱκέτευεν, ἀλλὰ τὸ ἀνάξιον ἑαυτῆς καὶ ἀπαρρησίαστον διὰ τοῦ σχήματος ἑρμηνεύουσα, τὴν κατὰ νώτου χώραν καταλαβοῦσα καὶ οὐδὲ ἑστῶσα ἁπλῶς,
13.10.3
ἀλλὰ κατόπιν τῶν ποδῶν λαβομένη, λύσασα δὲ τὰς κόμας καὶ τοῖς πράγμασι δημοσιεύουσα τὴν πενθοῦσαν ψυχὴν καὶ τοῖς ποσὶν τοῦ Ἰησοῦ τὸ δάκρυον ἐπιρρέουσα μετὰ πολλῆς τῆς συμπαθείας ᾔτει τὸν ἔλεον· καὶ τοσοῦτον προχεομένη, ὥστε καὶ βρέχειν τοὺς πόδας καὶ τῇ κόμῃ πάλιν ἐκμάττουσα τὴν ὑγρότητα πᾶσαν εὐλάβειαν ταπεινὴν ἐπεδείκνυτο.
13.10.4
Ἵνα δὲ συνελὼν εἴπω, πάσαις ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσι τοῖς ἡμαρτηκόσιν ἡ γυνὴ τὴν μετάνοιαν ἐξεπόνει· ἡ δὲ δημοσία καὶ εἰς τοὔμφανες οὕτως ὀδυρομένη τὰς ἁμαρτίας τίνα κατ' ἰδίαν ἐπὶ σχολῆς ἔπραττεν, ἔξεστιν τεκμηράμενον συνορᾶν. Ἡμῶν δὲ ἡ μὲν ὑπόσχεσις μετάνοιαν ἐπαγγέλλεται· ἡ δὲ πρᾶξις οὐδὲν ἐπίπονον δείκνυσιν, ἀλλὰ τὴν αὐτὴν ἔχομεν τοῦ βίου κατάστασιν ἣν καὶ πρὸ τῆς ἁμαρτίας ἐζῶμεν.
13.10.5
Φαιδρότης γὰρ ὁμοία καὶ ἐσθὴς ἡ αὐτὴ καὶ τραπέζης ἀπόλαυσις δαψιλὴς καὶ ὕπνος μακρὸς καὶ λελυμένος εἰς κόρον, ἀσχολίαι δὲ καὶ φροντίδες ἐπάλληλοι λήθην ἐμποιοῦσαι τῇ ψυχῇ τῆς οἰκείας ἐπιμελείας. Μόνον δὲ τὸ ὄνομα τῆς μετανοίας ἐπιγραφόμεθα ἄκαρπον τε καὶ ἀνενέργητον· τῶν μὲν μυστηρίων ἑαυτοὺς χωρίζοντες καὶ τῆς κοινωνίας τῶν ἀπορρήτων ἁγιασμάτων, οὐδεμίαν δὲ σπουδὴν τῆς ἐπιστροφῆς τῆς πρὸς αὐτὰ ποιούμενοι, ἀλλ' ὡς εὐώνου καταφρονοῦντες τῆς ἀπολαύσεως.
13.10.6
Ἐννόησον, ἄνθρωπε, πηλίκων ἀξιούμενος ἐχωρίσθης τῆς μετουσίας ἐκείνων. Εἰ βασιλικῆς σὺ τραπέζης μετέχων ᾖς, εἶτα προσκρούσας τῆς τιμῆς ἀπερρίφης, πόσων ἂν ἐξωνήσω χρημάτων τὸ πάλιν γενέσθαι φίλος καὶ ὁμοτράπεζος; Τίνων δὲ θύρας οὐκ ἂν διώχλησας ἱκετεύων, ἀπορούμενος, στένων, ἀβίωτον νομίζων τὸν βίον, τῇ τήξει καὶ σχέσει τοῦ προσώπου τῆς ἐν τῷ βάθει λύπης τὴν ὀδύνην ἐκφαίνων· πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, μέχρις οὗ σαυτῷ τὴν συμφορὰν ἐπηνώρθωσας;
13.10.7
Ὁ δὲ τῆς πρὸς Θεὸν οἰκειώσεως χωρισθεὶς καὶ τῆς ὄντως ὑψηλῆς τιμῆς ἐκπεσὼν τί μέγα καὶ ἀξιόλογον ποιήσας ψυχῆς κεκακωμένης ἐνδείξηται ταπεινότητα; Οὐκ ἔστιν ἀκόλουθον νοσεῖν λέγοντα τὴν αὐτὴν ζωὴν μετιέναι τοῖς ὑγιαίνουσιν. Ἄλλη γὰρ δίαιτα τοῦ ἀρρώστου καὶ ἕτερος βίος τοῦ ὑγιαίνοντος.
13.11.1
Ὁρᾷς ὅση ἐστὶν ἡ τοῦ εὐεκτοῦντος μεταβολὴ πρὸς τὴν τοῦ ἀσθενοῦντος διαγώγην· οὗτος μὲν γὰρ τῆς κατὰ τὴν ἕξιν ἀρρωστίας αἰσθόμενος ἐν δωματίῳ σμικρῷ κατακεῖται πάσης συνήθους ἀναχωρήσας φροντίδος· ἀμελεῖ γεωργίας καὶ σφόδρα γεωργικὸς ὑπάρχων· ἀφίησι πλούτου μέριμναν ὁ χρηματιστὴς καὶ φιλέμπορος. Ὕδατι καὶ ψωμῷ διατρέφεται, εἰ καὶ πρότερον τρυφῆς γέμουσαν καὶ συβαριτικὴν παρετίθετο τράπεζαν. παισὶν οὐκ ἐπευφραίνεται τὰ συνήθη γαμετῆς χωρισθείς· τοῖς ἰατροῖς σύνεστιν νύκτωρ τε καὶ μεθ' ἡμέραν καὶ πολλοῖς μισθοῖς πρὸς ἀγαπητὸν κέρδος σπεύδει τὴν ὑγιείαν. Ταῦτα ὁ τοῦ σώματος ἄρρωστος.
13.11.2
Ὁ δὲ τὴν ψυχὴν κακῶς διακείμενος τὴν ἀσώματον περινοστήσας τῷ ἰατρῷ καὶ προσποιητῶς ὁμολογῶν καὶ δεικνὺς τὴν ἀσθένειαν καταλιμπάνει νέμεσθαι καὶ σφακελίζειν τὸ πάθος, ἵνα πρὸς τὸν ὅλον ὄγκον διαχεθῇ; Ἀλλὰ σωφρό νησον, γνῶθι σαυτόν· Θεὸν ἐλύπησας, τὸν Δημιουργόν σου παρώργισας, τὸν καὶ τῆς παρούσης ζωῆς τὴν ἐξουσίαν ἔχοντα καὶ τῆς μελλούσης Κύριον καὶ κριτήν. Ἀπὸ τρυφῆς ἐκακώθης; νηστείᾳ θεράπευσον τὴν ἀπόλαυσιν. Ἀκολασία τὴν ψυχὴν ἔβλαψεν; σωφροσύνη γενέσθω τῆς ἀρρωστίας φάρμακον.
13.11.3
Πλεονεξία πολύϋλος τὸν νοητὸν εἰργάσατο πυρετόν; ἐλεημοσύνη κενωσάτω τὴν πλησμονήν, καθάρσιον γὰρ τῶν πεπληρωμένων μετάδοσις. Ἔβλαψεν ἡμᾶς ἁρπαγὴ τῶν ἀλλοτρίων; ἐπανελθέτω πρὸς τὸν ἴδιον δεσπότην τὸ ἅρπαγμα. Ψεῦδος ἡμᾶς ἐγγὺς τῆς ἀπωλείας ἤγαγεν ἀπολεῖς γάρ, φησί, τοὺς λαλοῦντας τὸ ψεῦδος; ἀλήθεια μελετηθεῖσα στησάτω τὸν κίνδυνον.
13.11.4
Ὅρκος παραβαθεὶς ἄγει πετόμενον τὸ διαέριον τοῦ Ζαχαρίου δρέπανον τὴν τόμην ἀπειλοῦν; ἐνδυσώμεθα πᾶσαν τὴν πανοπλίαν τῆς μετανοίας, ἵνα τὴν ἀκμὴν ἀποκρουσώμεθα τοῦ δρεπάνου. Αἱρετικοῖς δόγμασιν ἀσεβῶς τις ἐδούλευσεν; ὀρθῆς δόξης φρονήματι τὴν δεισιδαιμονίαν φυγαδευσάτω. Τοῦτο γάρ ἐστιν ἡ μετάνοια· λύσις καὶ ἀφανισμὸς τῶν πρώην ἢ κατὰ πρᾶξιν ἐνεργουμένων ἢ κατὰ διάθεσιν νοουμένων.
13.12.1
Ὁ δὲ γνωρίζων τὸ τῆς μετανοίας ὠφέλιμον, ἀεὶ δὲ περὶ τὸν βόρβορον τῆς ἀνομίας στρεφόμενος, δούλῳ τυγχάνει παραπλήσιος γνωρίζοντι τὴν ὀργὴν τοῦ δεσπότου, ἐν ὄψεσι δὲ αὐτοῦ τὸ κακὸν ἐργαζομένῳ καὶ τὴν ἁμαρτίαν τριπλασιάζοντι. Εὐαίσθητος γενοῦ πρὸς τὴν περιέχουσαν σε νόσον. Σύντριψον σαυτὸν ὅσον δύνασαι, ζήτησον καὶ ἀδελφῶν ὁμοψύχων πένθος βοηθοῦν σοι πρὸς τὴν ἐλευθερίαν, δεῖξον μοι πικρόν σου καὶ δαψιλὲς τὸ δάκρυον, ἵνα μίξω καὶ τὸ ἐμόν, λάβε καὶ τὸν ἱερέα κοι νωνὸν τῆς θλίψεως ὡς πατέρα.
13.12.2
Τίς γὰρ οὕτως πατὴρ ψευδώνυμος ἢ τὴν ψυχὴν ἀδαμάντινος, ὡς μὴ συνοδύρεσθαι τοῖς τέκνοις λυπομένοις ἢ πάλιν συνευφραίνεσθαι χαίρουσιν; Ἱερεὺς υἱοῦ τοῦ κατὰ θρησκείαν οὕτως ὀδύρεται ἁμαρτίαν, ὡς Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν ᾑμαγμένον χιτῶνα, ὡς Δαβὶδ τοῦ Ἀβεσσαλὼμ τὸν ὄλεθρον, ὡς ὁ Ἠλὶ τὸν Ὀφνὶ καὶ Φινεὲςπεσόντας ἐπὶ τῆς παρατάξεως, ὡς Μωϋσῆς τὸν λαὸν τὴν ἄθεον μοσχοποιΐαν καινοτομήσαντα.
13.12.3
Πρὸ τῶν σωματικῶν πατέρων θάρρησον τῷ κατὰ Θεόν σε γεννήσαντι, δεῖξον αὐτῷ ἀνερυθριάστως τὰ κεκρυμμένα, γύμνωσον τὰ τῆς ψυχῆς ἀπόρρητα ὡς ἰατρῷ πάθος δεικνύων κεκαλυμμένον· αὐτὸς ἐπιμελήσεται καὶ τῆς εὐσχημοσύνης καὶ τῆς θεραπείας· πλέον ἡ αἰδὼς τῶν γονέων ἅπτεται τῶν πεπονθότων αὐτῶν. Ἡ γὰρ ἐκείνων δόξα τῶν γεννησαμένων ἐστὶν καὶ ἡ αἰσχύνη ὁμοίως. Ἄδηλος, ἀδελφοί, τῆς ζωῆς ἡ προθεσμία. Φθάσωμεν τῇ ἐπιμελείᾳ τὴν ἔξοδον.
13.12.4
Ἄτοπον γὰρ τοὺς μὲν τῆς σαρκὸς λελογισμένως ποιουμένους τὴν πρόνοιαν καθαίρειν ἑαυτοὺς τῶν ὑλῶν πρὸ τῆς ἐπιτολῆς τοῦ λεγομένου κυνός, ἵνα μὴ διασαπὲν ἐκ τῆς ἄγαν θερμότητος τὸ ὕγρον νοσοποιὸν σῆψιν ἐργάσηται, τοὺς δὲ κατὰ διάνοιαν ἐπιμελείας χρῄζοντας μὴ προφθάνειν τοῦ θανάτου τὴν ἀδηλίαν καὶ τοῦ κολαστηρίου πυρὸς τὴν ζέσιν, τοῦ ἀλήκτως φλέγοντος καὶ μηδέποτε ψυχομένου.
13.12.5
Τὴν δραχμὴν εἶχες τὴν εὐαγγελικὴν καὶ καλῶς ἐπλούτεις τῷ χρήματι, εἶτα διὰ ῥᾳθυ μίαν ἀπώλεσας. Ἅψον τὸν ἐκ τῆς μετανοίας λύχνον, κατάκυψον ἐπιμελῶς, ζήτησον τὸ κειμήλιον τοῖς γηΐνοις ἐγκρυπτόμενον πάθεσιν. Εὑρηκὼς ἀνελοῦ καὶ σῶσον, ἵνα σοι συγχαρῶμεν οἱ γείτονες χαρὰν τὴν ἐν Χριστῷ, ᾧ πρέπει δόξα, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν./* Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὴν εἴσβασιν τῶν ἁγίων νηστειῶν*/