Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Asterius Amasenus
Homiliae
Homi 14.2.3
Choose a text More by Asterius Amasenus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
14.2.1
Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι καὶ τῶν ὑψηλῶν ἐρασταὶ καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν ἁγίαν τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε ὡς σωφροσύνης διδάσκαλον καὶ ἀρετῆς μητέρα καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ καὶ παιδαγωγὸν τῶν ἀτάκτων καὶ γαλήνην ψυχῶν καὶ εὐστάθειαν βίου καὶ εἰρήνην ἔνσπονδον καὶ ἀτάραχον.
14.2.2
Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσιν, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ὁ ἥλιος τὸ φλογῶδες καταλάμπῃ τῆς γῆς, ὁ βορρᾶς τοὺς θαλπομένους εὐεργετεῖ πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος, τοιοῦτον καὶ ἡ νηστεία χαρίζεται τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα.
14.2.3
Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες.
14.2.4
Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατά στασιν, οὔτε τῶν ἀρτηρίων παλλομένων οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας καὶ τοῦ ζέειν ὡς λέβης, κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχέειν εἴωθε τῶν ὀμμάτων, καὶ τῶν ποδῶν ἡ βάσις ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια.
14.2.5
Ἆσθμα τεταγμένον καὶ μέτριον, παρ' οὐδενὸς τῶν ὀχλούντων πνευμά των ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελῇ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωή, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν.
14.2.6
Ὥσπερ γὰρ ὁ πολέμιος ὅταν ἴδῃ τὸν ἐναντίον γρήγορον καὶ νηφάλιον, ὁπλιζόμενον ἐπιμελῶς καὶ τὴν ἀνδρείαν ἀσκοῦντα, ἧτταν οἰκείαν ἡγεῖται τὴν φιλόπονον ἐκείνου παρασκευήν, οὕτως καὶ ὁ τῆς ἡμετέρας σωτηρίας ἐπίβουλος πᾶσαν ἡμῶν τὴν κατ' ἀρετὴν ἀκριβείαν ὡς ἱδίαν μισεῖ συμφοράν.

Intertext edge

Open linked passage

Note