Asterius Amasenus
Homiliae
Homi 14.5.3
Choose a text
More by Asterius Amasenus
—
Pg Scrape Grc
14.5.1
Ἔασον τὸν πρῶτον ἄνθρωπον, ὁδῷ καὶ ἑξῆς τοὺς μετ' ἐκεῖνον ἀπαρίθμησαι. Τί τὸν δίκαιον Νῶε ἀσχημονεῖν ἐποίησεν ἐν ἀναισθησίᾳ γυμνωθέντα τῶν μελῶν ἃ σκέπεσθαι νόμος, καὶ τὸν προπετῆ Χᾶμ ἐπιγελάσαι τῇ μέθῃ τοῦ πατρὸς παρεσκεύασεν, ἵνα γένηται δύο κακὰ δι' ἑνὸς πλημμελήματος; Μία γὰρ μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν τῆς ἐλευθερίας ἐγύμνωσεν.
14.5.2
Ὅταν δὲ πάλιν πρὸς τοὺς παῖδας ἀπίδω Ἠλὶ τοῦ ἱερέως καὶ πρὸς ἐκείνην τὴν ἱστορίαν ἀσχολήσω τὸν νοῦν, ὁρμαθὸν εὑρίσκω συμφορῶν ἀλλήλαις συνδεδεμένων ἀπὸ μίας ἀρχῆς, τῆς διὰ γαστέρα καὶ κόρον. Κἀκεῖνοι γὰρ τὴν τοῦ πατρὸς ἱερωσύνην ἀφορμὴν θέμενοι ἡδυπαθείας καὶ ἀπολαύσεως τὰς θυσίας ἐβεβήλουν καὶ τῇ γαστρὶ πρὸ τοῦ Θεοῦ τῶν ἱερείων ἀπήρχοντο. Ἠκολούθει δὲ καὶ ἡ πορνεία, ἀδελφὴ τῆς τρυφῆς ἁμαρτία, καὶ τούτοις πᾶσιν ἡ παρὰ Θεοῦ κρίσις αὐστηρὰν καὶ ἀπότομον τὴν δίκην ἐπάγουσα.
14.5.3
Ἔθνος γὰρ πολέμιον δι' ἐκείνους κατὰ τῶν Ἱεροσολύμων ἐστράτευσεν. Καὶ ἵνα πλῆθος σκυθρωπῶν διηγημάτων ὁ λόγος συντέμῃ, οἱ μὲν ἀκόλαστοι νεανίσκοι ἐπὶ τῆς παρατάξεως ἔπεσον καὶ ἡ πατρὶς τοῖς ἁμαρτοῦσι συνεκινδύνευσε καὶ ἡ τοῦ Θεοῦ κιβωτὸς αἰχμάλωτος παρὰ τῶν πολεμίων ἀπήχθη καὶ ὁ γέρων ἱερεὺς ταῖς ἀγγελίαις τῶν κακῶν ἐπαπέθανε καὶ τοσοῦτος ἐσμὸς κακῶν διὰ φάρυγγος ἡδονὴν ἐπηνέχθη τῇ πόλει.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).