Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 14 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
Σύνθετον ζῷον ὁ ἄνθρωπος, ἀπὸ σώματος τοῦ φαινομένου καὶ τῆς λογικῆς καὶ ἀσωμάτου ψυχῆς λαχὼν εἶναι ὅπερ ἐστίν. Τῶν δέ γε δύο τούτων τῶν προρρηθέντων οὐχ ὁμότιμος ἡ φύσις καὶ ἡ ἀξία, ἀλλὰ τὸ μὲν ὄργανον ἐδημιουργήθη πρὸς τὴν οἰκονομίαν τῆς κρατούσης κινούμενον, ἡ δὲ ἡγεμονεύειν ἐτάχθη καὶ βασιλεύειν ὡς κρείττων τοῦ χείρονος.
14.1.2
Λαβοῦσα δὲ αὕτη τὸ διακριτικὸν ἀπὸ τοῦ νοῦ καὶ τοῦ λόγου καὶ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων τὴν διαφορὰν ἐξευροῦσα γνωρίζει μὲν Θεὸν ποιητὴν καὶ δημιουργὸν τῶν τε ἐν ποσὶ τούτων καὶ τῇ αἰσθήσει καταληπτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἀοράτων, ὅσα νοῦς ἀσώματος φαντασιούμενος βλέπει.
14.1.3
Ἀσκοῦσα δὲ δικαιοσύνην καὶ ἀρετήν, ὡς Θεῷ φίλη, ἐφίεται φιλοσοφίας καὶ τοῖς ἐκείνης νόμοις καὶ παραγγέλμασι πειθομένη ἀπάγει μὲν ἑαυτὴν ὅτι πλεῖστον τῶν σαρκικῶν ἐπιθυμημάτων, ἐγγίζει δὲ τῷ Θεῷ καὶ ὅση δύναμις οἰκειοῦσθαι τῷ ἀγαθῷ πραγματεύεται.
14.1.4
Αὐτῆς δὲ τῆς ἱερᾶς φιλοσοφίας περὶ τὴν λεγομένην ἐγκράτειαν τὸ πλεῖστον καὶ κυριώτερον στρέφεται, ἐντεῦθεν γὰρ ὁ νοῦς ἀθόλωτος μένων καὶ οὐδεμίαν ἐπιμιξίαν τῶν ἀπὸ γαστρὸς ἢ τῶν ἄλλων ῥυπασμάτων δεχόμενος ἀνεμπόδιστον ἔχει τὴν ἐνέργειαν καὶ τὴν περὶ τῶν οὐρανίων καὶ συγγενῶν αὐτῷ θεωρίαν.
14.2.1
Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι καὶ τῶν ὑψηλῶν ἐρασταὶ καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν ἁγίαν τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε ὡς σωφροσύνης διδάσκαλον καὶ ἀρετῆς μητέρα καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ καὶ παιδαγωγὸν τῶν ἀτάκτων καὶ γαλήνην ψυχῶν καὶ εὐστάθειαν βίου καὶ εἰρήνην ἔνσπονδον καὶ ἀτάραχον.
14.2.2
Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσιν, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ὁ ἥλιος τὸ φλογῶδες καταλάμπῃ τῆς γῆς, ὁ βορρᾶς τοὺς θαλπομένους εὐεργετεῖ πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος, τοιοῦτον καὶ ἡ νηστεία χαρίζεται τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα.
14.2.3
Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες.
14.2.4
Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατά στασιν, οὔτε τῶν ἀρτηρίων παλλομένων οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας καὶ τοῦ ζέειν ὡς λέβης, κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχέειν εἴωθε τῶν ὀμμάτων, καὶ τῶν ποδῶν ἡ βάσις ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια.
14.2.5
Ἆσθμα τεταγμένον καὶ μέτριον, παρ' οὐδενὸς τῶν ὀχλούντων πνευμά των ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελῇ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωή, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν.
14.2.6
Ὥσπερ γὰρ ὁ πολέμιος ὅταν ἴδῃ τὸν ἐναντίον γρήγορον καὶ νηφάλιον, ὁπλιζόμενον ἐπιμελῶς καὶ τὴν ἀνδρείαν ἀσκοῦντα, ἧτταν οἰκείαν ἡγεῖται τὴν φιλόπονον ἐκείνου παρασκευήν, οὕτως καὶ ὁ τῆς ἡμετέρας σωτηρίας ἐπίβουλος πᾶσαν ἡμῶν τὴν κατ' ἀρετὴν ἀκριβείαν ὡς ἱδίαν μισεῖ συμφοράν.
14.3.1
Καὶ διὰ τοῦτο γίνωσκε τῆς μὲν τοῦ νηστευτοῦ οἰκίας ἀγγέλους εἶναι φύλακας καὶ φρουροὺς παρέδρους, τοῦ δὲ ταῖς ἀπολαύσεσι κατὰ τῆς τεσσαρακοστῆς κωμάζοντος δαίμονας οἰκείους, κνίσης φίλους καὶ ἐραστὰς αἱμάτων καὶ παρέδρους τῆς μέθης. Καὶ γὰρ καὶ τῶν πνευμάτων, εἴτε τῶν ἁγίων εἴτε τῶν ἀκαθάρτων, ἕκαστον προσχωρεῖ τοῖς οἰκείοις καὶ φίλοις, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὀρνίθων ἔστιν ἰδεῖν.
14.3.2
Περιστερὰ μὲν γὰρ περὶ τοὺς καθαροὺς τῶν τόπων φιλοχωρεῖ καὶ περὶ τὰς ἀρούρας στρέφεται ἑαυτῇ καὶ τοῖς τέκνοις σπερμολογοῦσα· καὶ ἡ τρυγὼν ἡδέως τοῖς πετάλοις τῶν δένδρων ἐγκάθηται ἡδύ τι καὶ λεπτὸν ὑποτρύζουσα. Ὁ δὲ γαστρίμαργος κόραξ τοῖς κρεοπωλίοις προσκάθηται βαρύ τι καὶ ἀηδὲς τῶν κρεανομούντων καταβοῶν.
14.3.3
Ὥστε τὴν ἐγκράτειαν ἀγαπήσωμεν, ἵνα παρ' ἀγγέλων ἀγαπηθῶμεν, μισήσωμεν δὲ τὴν τρυφὴν τὴν ἀκόλαστον, ἵνα μετ' ἐκείνης τὴν πρὸς δαίμονας συνεκβάλωμεν κοινωνίαν. Οὐδεὶς τρυφῶν ἐγένετο σπουδαῖος, οὐδὲ εὐωχίαις σχολάζων ἀρετῆς μαθητής, οὐδὲ φιλήδονος ἅγιος, οὐδὲ σαρκικῶς ζῶν κοινωνὸς βασιλείας.
14.4.1
Ἐλθὲ τῇ μνήμῃ πρὸς τὴν ἀρχὴν τοῦ γένους ἡμῶν καὶ τὴν πεῖραν εὑρήσεις ὧν μεμφόμεθα μάρτυρα. Οὐκ ἂν γὰρ ἡμῖν ἐτέθη νόμος νηστείας, εἰ μὴ παρεβάθη τῆς πρώτης ἐγκρατείας ὁ νόμος· οὐκ ἂν ὠνομάσθη γαστὴρ ἐπίβουλος, εἰ μὴ πρόφασις ἡδονῆς τὴν ἁμαρτίαν εἰσήγαγεν.
14.4.2
Οὐκ ἦν ἀρότρου χρεία καὶ βοῶν ἀροτήρων καὶ τεμνομένης αὔλακος, οὐδὲ μὴν σπερμάτων καὶ ὕδατος ἄρδοντος καὶ περιόδου καιρῶν καὶ χειμῶνος πυκνοῦντος καὶ θέρους λύοντος καὶ πάσης ταύτης τῆς ἐγκυκλίου ταλαιπωρίας, εἰ μὴ διὰ πρόχειρον προπάτορος ἀπόλαυσιν ταύτην κατε ψηφίσθημεν τὴν τῶν πόνων περίοδον· ἀλλ' ἐμέλλομεν ἑτέραν τινὰ παρὰ τὴν ὁρωμένην διάγειν τοῦ βίου κατάστασιν, ἧς πάλιν ἐλπίζομεν ἐπιτυχεῖν ὅταν τὴν ἐμπαθῆ ζωὴν διὰ τῆς ἀναστάσεως ἀποσκευασώμεθα.
14.4.3
Αὕτη γὰρ ἡ εὐεργεσία τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς συγκαταβάσεως, ἵνα πρὸς τὴν παλαιὰν ἀποκαταστῶμεν ἀξίαν· ἧς φιλανθρώπως μεταλαβόντες εὐαισθή τως τὴν χάριν οὐκ ἐφυλάξαμεν. Φαιδρυνθῶμεν τοίνυν ἐπὶ τῇ μελλούσῃ νηστείᾳ· νηστεία τῆς μελλούσης ζωῆς εἰκών, τῆς ἀφθάρτου διαγωγῆς μίμημα. Ἐκεῖ οὐκ εἰσὶ πότοι οὐδὲ ἀπολαύσεις.
14.5.1
Ἔασον τὸν πρῶτον ἄνθρωπον, ὁδῷ καὶ ἑξῆς τοὺς μετ' ἐκεῖνον ἀπαρίθμησαι. Τί τὸν δίκαιον Νῶε ἀσχημονεῖν ἐποίησεν ἐν ἀναισθησίᾳ γυμνωθέντα τῶν μελῶν ἃ σκέπεσθαι νόμος, καὶ τὸν προπετῆ Χᾶμ ἐπιγελάσαι τῇ μέθῃ τοῦ πατρὸς παρεσκεύασεν, ἵνα γένηται δύο κακὰ δι' ἑνὸς πλημμελήματος; Μία γὰρ μέθη καὶ τὸν πατέρα τῆς εὐπρεποῦς σκέπης καὶ τὸν υἱὸν τῆς ἐλευθερίας ἐγύμνωσεν.
14.5.2
Ὅταν δὲ πάλιν πρὸς τοὺς παῖδας ἀπίδω Ἠλὶ τοῦ ἱερέως καὶ πρὸς ἐκείνην τὴν ἱστορίαν ἀσχολήσω τὸν νοῦν, ὁρμαθὸν εὑρίσκω συμφορῶν ἀλλήλαις συνδεδεμένων ἀπὸ μίας ἀρχῆς, τῆς διὰ γαστέρα καὶ κόρον. Κἀκεῖνοι γὰρ τὴν τοῦ πατρὸς ἱερωσύνην ἀφορμὴν θέμενοι ἡδυπαθείας καὶ ἀπολαύσεως τὰς θυσίας ἐβεβήλουν καὶ τῇ γαστρὶ πρὸ τοῦ Θεοῦ τῶν ἱερείων ἀπήρχοντο. Ἠκολούθει δὲ καὶ ἡ πορνεία, ἀδελφὴ τῆς τρυφῆς ἁμαρτία, καὶ τούτοις πᾶσιν ἡ παρὰ Θεοῦ κρίσις αὐστηρὰν καὶ ἀπότομον τὴν δίκην ἐπάγουσα.
14.5.3
Ἔθνος γὰρ πολέμιον δι' ἐκείνους κατὰ τῶν Ἱεροσολύμων ἐστράτευσεν. Καὶ ἵνα πλῆθος σκυθρωπῶν διηγημάτων ὁ λόγος συντέμῃ, οἱ μὲν ἀκόλαστοι νεανίσκοι ἐπὶ τῆς παρατάξεως ἔπεσον καὶ ἡ πατρὶς τοῖς ἁμαρτοῦσι συνεκινδύνευσε καὶ ἡ τοῦ Θεοῦ κιβωτὸς αἰχμάλωτος παρὰ τῶν πολεμίων ἀπήχθη καὶ ὁ γέρων ἱερεὺς ταῖς ἀγγελίαις τῶν κακῶν ἐπαπέθανε καὶ τοσοῦτος ἐσμὸς κακῶν διὰ φάρυγγος ἡδονὴν ἐπηνέχθη τῇ πόλει.
14.6.1
Πάντες μὲν οὖν νηστεύσωμεν· οἱ δὲ τῶν ἱερέων οἰκεῖοι καὶ μᾶλλον ὡς σύνοικον ἔχοντες τὸ διδασκάλιον τῆς ἐγκρατείας καὶ ἀφ' ἑστίας τὰ φιλόσοφα παραγγέλματα. Ἄτοπον γὰρ τοὺς μὲν παῖδας τῶν τραπεζιτῶν ἀργυρογνώμονας εἶναι καὶ τοὺς οἰκείους τῶν χαλκέων περὶ τὸ πῦρ στρέ φεσθαι καὶ τὸν ἄκμονα, τοὺς δὲ τῶν ἱερέων ἐγγὺς εἴτε συγγενεῖς εἴτε ἄλλως οἰκείους ἀφηνιάζειν τοῦ σκόπου, ὃν ζῆν ἔλαχεν ὁ τῆς ἑστίας ἡγεμὼν καὶ δεσπότης. Ἐβλάβη διὰ γαστέρα μέγιστα καὶ ὁ παῖς τοῦ Ἰσαὰκ ὁ πρεσβύτερος. Ἐπειδὴ γὰρ θηρευτὴς ὑπάρχων τὸ ἐπιτήδευμα καί ποτε μετὰ δρόμον πολὺν ἐπὶ τὴν οἰκίαν ὑποστρέψας ἀσχέτῳ πείνῃ τῷ προφανέντι βρώματι περιέχανεν, ἀπέδοτο μὲν τῷ ἀδελφῷ τοῦ φακοῦ τὰ πρωτοτόκια·
14.7.2
ἐκεῖθεν δὲ λοιπὸν καὶ τὴν πατρικὴν εὐλογίαν ἐκλάπη καὶ οὕτως κατὰ μικρὸν ἀλλοτριωθεὶς ἀρετῆς καὶ Θεοῦ τὴν πατριαρχικὴν δόξαν ἀπώλεσε καὶ τοῦ Ἰσραὴλ κατὰ τὴν οἰκείωσιν χωρισθεὶς αὐτός τε βάρβαρος ἐγένετο καὶ ἀλλόφυλος καὶ τοιοῦτον τὸν ἐξ αὐτοῦ λαὸν ἀπεγέννησεν.
14.7.3
Αὕτη ἡ νόσος καὶ τὸν τῆς παλαιᾶς Διαθηκῆς λαὸν εἰς παράβασιν τῶν θείων καὶ ἱερῶν νόμων ἐξήγαγεν. Ἐπειδὴ γὰρ Μωϋσέως τῇ ἐπαγ γελίᾳ τῆς δόσεως τοῦ νόμου σχολάζοντος ἐκδιαιτηθέντες οἱ ἄνθρωποι πρὸς τρυφὴν καὶ χορείας ἐτράπησαν, κατὰ μέρος αὐτοὺς ὀλισθαίνοντας καὶ πατοῦντας τὴν εὐνομίαν τοῦ βίου πρὸς ἀσέβειαν ὁ διάβολος ἐφειλκύσατο.
14.7.4
Κἀκεῖθεν λοιπὸν μοσχοποιΐας ἐπιτήδευσις δαιμονῶσα καὶ Ἀαρὼν κοινωνῶν τοῦ μιάσματος καὶ τοῦ νόμου διαφθορὰ καὶ τῶν πλακῶν συντριμμὸς καὶ Μωϋσέως δεύτερος δρόμος ἐπὶ τὸ ὄρος καὶ πάντα ταῦτα, ὅσα ἡ ἱστορία σχετλιάζουσα ὀλοφύρεται, ἀπὸ βρώσεως ἀμέτρου τὴν ἀρχὴν ἔσχε καὶ τὴν αἰτίαν.
14.7.5
Θέλω δὲ ὑμῖν καὶ ἄλλο παραθέσθαι διήγημα, δεύτερον μὲν τοῦ προλεχθέντος τοῖς χρόνοις, ἰσοδυναμοῦν δὲ κατὰ τὴν πρᾶξιν. Ὁ Σαοὺλ ὁ βασιλεὺς παρετάττετο καὶ διὰ πολλῆς φροντίδος ἦγε τὸν πόλεμον· ἀπηγόρευσε τῷ λαῷ τροφῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μὴ μεταλαβεῖν ὄρκῳ τὴν κρίσιν ἐπισφραγίσας καὶ θάνατος ἦν ἡ ζημία τῷ παρακούσαντι.
14.7.6
Πάσης δὲ τῆς στρατιᾶς εὐπειθῶς δεξαμένης τὸ πρόσταγμα μόνος ὁ τοῦ βασιλέως παῖς Ἰωνάθαν σμήνει περιτυχὼν καὶ τοῦ μέλιτος ἡττηθείς, ἐμπήξας τοῖς κηρίοις τὸ σκῆπτρον τοῦ γλυκάσματος ἀπεγεύσατο. Ἦλθε δὲ ἐγγὺς τοῦ κινδύνου, εἰ μὴ τὸ πλῆθος ἅπαν κοίνῃ πρὸς τὴν ὁρμὴν τοῦ πατρὸς καὶ βασιλέως ἀντέσχον ἀπαγαγεῖν τὴν ἀπειλὴν εἰς ἔργον ὁρίσαντος.
14.8.1
Πρὸς δὲ τοῖς εἰρημένοις μυρία τοιαῦτα ἔξεστιν ἀπὸ τῶν Γραφῶν συλλεξάμενον σαφῶς κατιδεῖν, ὡς ἀγαθὸν ἡ ἐγκράτεια καὶ τοὐναντίον χαλεπὸν ἡ ἀκόλαστος τῶν πότων καὶ τῶν ὄψων ἀπόλαυσις. Νηστεία τῶν ἁγίων σύντροφος, νηστεία πάσης ἀγαθῆς πράξεως ἀρχηγός. Καὶ ὥσπερ οἱ τεχνῖται χωρὶς ὀργάνων οὐκ ἐνεργοῦσι τὰς τέχνας, οὕτως οὐδὲ οἱ σπουδαῖοι καὶ ἐν πνευματικαῖς χάρισι βοηθέντες ἄνευ ἐγκρατείας ποτέ τι τῶν θαυμάτων καὶ τεραστίων εἰργάσαντο.
14.8.2
Νηστεύων Ἐλι σαῖος ἤγειρε νεκρὸν καὶ ἐψύχωσε· νηστεύων Μωϋσῆς εἶδε Θεόν· νηστεύων Δανιὴλ τῆς γοητείας καὶ πλάνης τῶν Ἀσσυρίων ἐκράτησε· νηστεύων καὶ ὁ Κύριος τοῦ διαβόλου τῶν πειρασμῶν ἠνέσχετο· νηστεύοντες καὶ οἱ ἀπόστολοι τὰς ὑπὲρ τῶν σπουδαίων πραγμάτων δεήσεις ἐτέλουν· νηστείᾳ Νινευΐται τὴν ἀπειλὴν ἐνίκησαν τοῦ θανάτου·
14.8.3
καὶ ὡς ἐπίπαν εἰπεῖν, αὕτη πρὸς Θεὸν παράκλητος, αἰδοῦς ἀξία, καὶ πρέσβις ἀξιόπιστος ταχέως δυσωποῦσα ὑπὲρ ὧν ἂν προσαγάγῃ τῷ Θεῷ τὴν ἱκετηρίαν. Διὸ πᾶς ἀνὴρ εὐσεβὴς καὶ ὅστις φιλόθεος μᾶλλον ἢ φιλήδονος χαίρων μοι καὶ εὐθυμούμενος πρόσελθε ταῖς ἡμέραις τῆς ἐγκρατείας. Οὐδεὶς γὰρ σκυ θρωπάζων ἐν ἀρχῇ τῶν ἀγώνων γενναῖός ἐστιν ἀγωνιστής.
14.8.4
Μὴ γίνου στυγνὸς ὡς βρέφος ἐπὶ τὸ διδασκαλεῖον ἑλκομένον, μὴ καταγόγγυζε τῆς τῶν ἡμέρων καθαρότητος, μὴ ζήτει τῆς ἑβδομάδος τὸ τέλος ὡς μετὰ χειμῶνα πικρὸν παρουσίαν ἔαρος, μὴ ἐπιθύμει τοῦ σαββάτου διὰ μεθὴν ὡς Ἰουδαῖος, μὴ ἀρίθμει τὰς ἡμέρας τῆς τεσσαρακοστῆς ὡς ἀργὸς μισθωτὸς ἀναμένων τῆς ἐμμίσθου προθεσμίας τὸ τέλος, μὴ λυποῦ ὅτι σου ἀπὸ τῆς πρώτης ὥρας ἡ οἰκία οὐ καπνίζεται, οὐδὲ ὁ μάγειρος ἔστηκε πρὸς τῷ πυρί.
14.9.1
Χάρισαί τι καὶ τῇ ψυχῇ, μὴ πάντα τῷ σώματι. Τὴν μὲν ἡ ἀποχὴ τῶν σιτίων τρέφει, τὸ δὲ ἡ ἐμφόρησις. Ἀλλ' ἐπειδὴ τὰ δύο ἀλλήλοις συνέζευκται καὶ τὰ πολὺ κεχωρισμένα κατὰ τὴν φύσιν τῇ τοῦ δημιουργοῦ συνεδέθη προνοίᾳ καὶ τέχνῃ, βουλευσώμεθα ὅπως ἂν ἀμφότερα διαγένοιτο τῶν καταλλήλων ἕκαστα χρειῶν μὴ στερούμενα. Ἐκ τῶν δύο συνέστηκας, ἄνθρωπε, καὶ σιωπῶ τέως ὅτι πολὺ προτιμότερον ἐστὶν ἡ ψυχὴ καὶ προσῆκεν ἐκείνῃ νέμειν τῆς εὐνοίας τὸ πλέον.
14.9.2
Δίκασον δὲ ἀμφοτέροις ὡς λογικὸς καὶ εὐγνώμων. Ἀνάσχου δὲ μικρὸν καί, εἰ βουληθείης, ἐγὼ τὸν ὑπὲρ τῆς ψυχῆς λόγον ποιήσομαι ὡς γυναικὶ πιστευσάσῃ συνηγορίαν, ἐφ' οἷς ἀδικεῖσθαι λέγει καὶ καθυβρίζεσθαι. Αὕτη τοίνυν ἐστὶν ἱερὰ καὶ ἀσώματος, ἀθάνατος καὶ ἀνώλεθρος, οὐ πρὸς γῆν καὶ τὰ τῇδε ἀλλὰ πρὸς Θεὸν ἔχουσα τὴν συγγένειαν. Καθαρὰ δὲ οὖσα χαίρει τοῖς καθαροῖς καὶ ἄϋλον ἔχουσα τὴν γένεσιν φεύγει τὰς ὕλας.
14.9.3
Πλὴν ἐπειδὴ προσετάχθη τὸ ἐκ γῆς μορφωθὲν σκεῦος οἰκονομεῖν, ὡς εὐπειθὴς τοῦ Δεσπότου δούλη τῷ πηλῷ προσεδρεύει καὶ τῆς φυλακῆς ἔχεται καὶ τῆς ἐπ' αὐτῷ προ νοίας, μέχρις ἂν ἔλθῃ πρόσταγμα τὸν χωρισμὸν ἐπιτρέπον. Ταύτην μὲν οὖν τὴν τὸ σῶμα ζωοποιοῦσαν ὀνίνησι ἡ ἀποχὴ τῶν βρωμάτων, τῷ γηΐνῳ δὲ ὀργάνῳ ἡ τῶν σιτίων ἀπόλαυσις ἀναγκαία. Οὐδὲν ζητεῖ πλέον ὡς κρείττων.
14.9.4
Μέρισόν μοι, φησί, τοῦ ἐνιαυτοῦ τὸν χρόνον, δὸς τοὺς ἓξ μῆνας εἰς ἀπόλαυσιν τῷ κυβερνωμένῳ καὶ τοὺς λειπομένους τῷ κυβερνήτῃ. Δικαία ἡ αἴτησις καὶ οὐδεὶς οὕτως φιλοσώματος, ἑτερορρεπὴς δικαστής, ὡς μὴ τοῖς λεγομένοις ἐπιψηφίσαι.
14.10.1
Ἐγὼ δὲ καὶ ὑπερβολὴν ποιήσομαι, οὐχ ἀντέχομαι τῆς ἰσομοιρίας. Συγκαταβαίνω τῇ ἀσθενείᾳ τοῦ σώματος. Ἀφίημι τοὺς δέκα μῆνας τῷ σώματι καὶ μικρόν τι πρός. Χαρισάσθω μοι τὴν τεσσαρακοστὴν ἀνύβριστον, ἵνα μικρὸν ἀπαλλαγῶ τοῦ βορβόρου, τοῦ πηλοῦ τῇ ἐγκρατείᾳ ψυγέντος. Ταῦτα, ὦ χριστιανοί, δίκαιά τε καὶ ἀναντίρρητα, κἂν Θεὸς δικάζῃ κἂν ἄνθρωπος.
14.10.2
Καὶ σὺ δέ μοι, ὁ δικαστής, ἐπιψήφισον ἐν καιρῷ γὰρ παρεγένου ἀμφισβητούσῃ τῇ ψυχῇ πρὸς τὸ σῶμα. Ἄνελε τοίνυν μοι, ὁ χριστιανός, τὴν ἡδυπάθειαν ὡς μειρακιώδη. Ἀνὴρ εἶ, μὴ φρόνει τὰ τῶν νηπίων. Ἐκεῖνα ἂν μὴ λάβῃ τοῦ μέλιτος, θρηνεῖ· ἂν μὴ τοῦ κρέως ὀρέξῃς ἢ τοῦ οἴνου, πίπτοντα ἀποσπαίρει, ἀποκναίει δὲ πάντας ἐπὶ πλεῖστον ὅσον κλαυθμυριζόμενα.
14.10.3
Ἐρυθριῶ πρὸς τὴν κατήφειαν τῶν γαστριμάργων, ὅπως πενθοῦσι τὴν ἀσιτίαν· χασμῶνται συνεχῶς, κατακλίνονται μικρόν, διανίστανται πάλιν, καθεύδουσιν ἠναγκασμένοι. Ἐν ἀναισθησίᾳ σπουδάζουσι τὰς ἡμέρας διατελεῖν, ἄχθονται τῷ ἡλίῳ πρὸς τὴν δύσιν βραδύνοντι. Μακροτέρας τῆς συνηθείας τὰς ἡμέρας προσαγορεύουσι. Πλάσσονται δὲ λοιπὸν στομάχων ἀλγηδόνας καὶ πνευμάτων ἐντάσεις καὶ βάρη τῆς κεφαλῆς καὶ ἀνατροπὴν τῆς ἕξεως.
14.10.4
Καίτοιγε
14.10.5
ταῦτα τῆς πλησμονῆς εἰσιν, οὐ νηστείας γνωρίσματα. Ἀηδῶς ἐπὶ τὴν σεμνὴν ἔρχονται τράπεζαν, καταγογγύζουσι τῶν λαχάνων, λοιδοροῦσι τὰ ὄσπρια ὡς μάτην ἐπεισαχθέντα τῇ κτίσει· γίνονται γὰρ καὶ φυσιολόγοι οἱ φιλήδονοι κατὰ τῶν ὄψων τῆς ἐγκρατείας.
14.10.5
Ἀπνευστὶ τὸ ὕδωρ ἕλκουσιν ὡς ἀηδὲς φάρμακον παρὰ ἰατρῶν λαβόντες πιεῖν. Οἱ πολλοὶ δὲ καὶ τὸν οἶνον σοφίζονται νόθοις κατασκευαῖς τὴν φιληδονίαν παραμυθούμενοι. Καὶ ἄλλοι τοιγαροῦν τὴν χρείαν λαχάνοις ἐπιτηδεύουσι καὶ ποικίλοι γίνονται τῆς ἀπολαύσεως σοφισταί. Τοῦτο δὲ λίαν εὔηθες καὶ ἀνόητον.
14.10.6
Ἐγκράτεια γὰρ αὐτεξουσίου καὶ ἐλευθέρου φρονήματός ἐστιν ἀγώνισμα, μὴ γὰρ δουλότροπος σκευωρία ζητοῦσα τὸ προκείμενον οὐ καθὼς προσῆκεν ἐξεργάσασθαι, ἀλλὰ δουλοπρεπῶς σκευωρῆσαι. Μισθὸν ἀπαιτεῖς ἐφ' οἷς ζῇς κατὰ νόμον τῆς ἀρετῆς. Μισθὸς δὲ καὶ ἐπίχειρα τοῖς ἀδόλοις ἐργάταις, οὐ τοῖς κακούργοις ἐπήγγελται.
14.11.1
Μὴ νόθευε τὴν νηστείαν, ἵνα μὴ πάθῃς τὰ τῶν καπήλων. Εἰ γὰρ ἐκεῖνοι τῷ οἴνῳ ὕδωρ παραμιγνύντες κολάζονται, σὺ τῷ αὐστηρῷ τῆς νηστείας τὰς σεσοφισμένας ἀπολαύσεις ἐπεισάγων πῶς ἀτιμώρητος παρελεύσῃ; Μὴ μιμοῦ τὰς πεπλασμένας ἀσθενείας, μὴ καταψεύδου τῆς τεσσαρακοστῆς ὡς νοσοποιοῦ, τοὐναντίον γὰρ ὑγιείας ἐστὶ ποιητική. Μὴ προφασίζου προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις φιληδονίαν.
14.11.2
Διὰ συνήθειαν σοι κακὴν πολέμιος νομίζεται ἡ ἐγκράτεια· οὐ μὴν φυσικῶς ἐστιν ἐπαχθής. Τεκμήριον δὲ τοῦ λόγου πάντες βάρβαροι, ὅσοι οὔτε ἀμπέλους φυτεύουσιν οὔτε πίνουσιν οἶνον, ἀλλὰ τὸ αὐτόματον ἐπισπῶνται καὶ ἀγεώργητον πόμα, τὸ ὕδωρ, καὶ γνωρίζονται γενναῖοι καὶ ἀριστεῖς ἐν πολέμοις καὶ κρατοῦσι τῶν πολυοίνων, ὡς εἰκός, μεθυόν των οἱ νήφοντες.
14.11.3
Σώματα δὲ αὐτοῖς κοῦφα καὶ μοχθηρὰ καὶ ταχεῖς μὲν ἀναβῆναι ἵππον οἱ τοιοῦτοι, εὐφυεῖς δὲ καὶ τολμηταὶ καὶ πρὸς τοξείαν εὔστοχοι. Ἀσφαλεῖς δὲ μετὰ τοῦ θράσους καὶ γνώμην ἐν ἀπόροις εὑρεῖν ἱκανοί. Μὴ οὖν κατηγόρει τοῦ ὕδατος ὡς ἐξιτήλους καὶ ἀσθενεῖς τοὺς χρωμένους ἐνεργαζομένου· ἐλέγχει γάρ σου τὴν συκοφαντίαν ἡ πεῖρα.
14.11.4
Τί λέγω περὶ τοῦ οἴνου; Σκύθαι οἱ νομάδες, ὅσοι προσοικοῦσι τὸν Βόσπορον καὶ ὅσοι τῷ Ῥήνῳ ποτάμῳ προσκάθηνται, ἄοικοι μέν εἰσι καὶ ἀνέστιοι. Σκηνιταὶ δὲ βιοῦσιν ἐκ πίλων καὶ κωδίων καὶ τῶν προστυχόντων προκαλυμμάτων ἑαυτοῖς τὴν σκεπὴν πηγνύμενοι.
14.11.5
Ἄροτρον δὲ οὐκ ἴσασιν οὐδὲ γῆν ἀνατέμνουσι· διὸ καὶ ἄρτον οὐ προσφέρονται· πῶς γὰρ οἱ τοῦ σίτου καὶ τῶν ἑξῆς σπερμάτων μὴ μεμαθηκότες τὴν γεωργίαν; Ὅμως χωρὶς ἄρτου καὶ οἴνου διαζῶντες εἰσὶν ἀνδρεῖοι καὶ ὅλοις ἔθνεσι πρὸς πόλεμον ἀξιόμαχοι τῶν δὲ πολλῶν κρατοῦντες καὶ ὑπερέχοντες· καὶ οὐδὲν αὐτοὺς ἔβλαψεν ἄρτος καὶ οἶνος ἀπών, ἀλλ' ἡ πάτριος συνήθεια φύσις τοῖς ἀνθρώποις ἐγένετο.
14.12.1
Διὰ τί δὲ τούτων ὁ λόγος ἀπεμνημόνευσεν; Ἵνα μάθωμεν ὡς ἀγωγὴ καὶ ἄσκησις πρὸς ἐκεῖνο τυποῖ τὸν ἄνθρωπον, πρὸς ὅπερ ἂν βουληθῶμεν καὶ μελετήσωμεν. Ἔθισον σαυτὸν πρὸς ἐγκράτειαν καί σοι τῷ χρόνῳ γενήσεται ἀνεπαχθὴς σύνοικος. Ἂν δὲ τοὐναντίον τὰς ἀπολαύσεις καὶ τὰς εὐωχίας ἔχῃς συντρόφους καὶ φίλας, οὐδέποτε νηστείαν ἀγαπήσεις, ἀλλά σοι φανεῖται βαρεῖα ὡς ξένη καὶ ἀσυνήθης.
14.12.2
Βίος ἐγκρατὴς μελλούσης καὶ ἀφθάρτου ζωῆς ἐστιν εἰκών. Ὡς γὰρ τότε τὴν ἐμπαθῆ σάρκα ταύτην ἀποδυσάμενοι ἐλεύθεροι διάξομεν οὐδεμίαν ἔχοντες ἀνάγκην γαστρὶ λειτουργεῖν καὶ τοῖς ἄλλοις δουλεύειν πάθεσιν, οὕτω καὶ νῦν ἂν τὴν πολλὴν ἀνάγκην καὶ ὕλην ἑαυτῶν ἀποβάλωμεν, ἐγγὺς τῆς προσδοκωμένης ἀφθαρσίας ἐσόμεθα. Καὶ συντόμως εἰπεῖν, φεύγωμεν τὴν φιληδονίαν εἰς δύναμιν· ἀμήχανον γὰρ τὸν αὐτὸν εἶναι φιλήδονον καὶ φιλόθεον.
14.12.3
Ὁ γὰρ φιλοσώματος ἐξ ἀνάγκης ἔσται καὶ φιλοχρήματος, ὁ δὲ φιλοχρήματος ἄδικος, ὁ δὲ τῆς ἀδικίας εἴσω πεσὼν ὑπερβήσεται ῥᾳδίως θεσμοὺς εὐσεβείας καὶ πατήσει νόμους σοφῶν, ἐγχειρήσει δὲ τοῖς ἀπηγορευμένοις εὐκόλως, ἐκεῖθεν ἑαυτῷ τὰς ὕλας ἀθροίζων τῆς ἀπολαύσεως καὶ πάντα τὰ λάφυρα τῆς ἀδικίας τῇ ἡδονῇ δωροφορῶν ὡς δεσποίνῃ.
14.12.4
Μὴ φύγῃς τὴν μοχθηρίαν τῆς ἐγκρατείας, ἀλλὰ τὰς ἐλπίδας ἀντίθες τῷ παρόντι πόνῳ καὶ κούφως παρελεύσῃ τὴν τῆς μεταλήψεως ἀποχήν. Εἰπὲ πρὸς ἑαυτὸν ῥήματα εὐσεβείας· Πικρὰ ἡ νηστεία, ἀλλ' ἡδὺς ὁ παράδεισος· ἐπαχθὴς ἡ δίψα, ἀλλ' ἐγγὺς ἡ πηγή, ἐξ ἧς ὁ πίνων οὐ διψήσει εἰς τὸν αἰῶνα. Ἄτονον τὸ σῶμα, ἀλλ' ἰσχυροτέρα ἡ ψυχὴ ἡ ἀσώματος. Νεκρὰ ἡ δύναμις, ἀλλ' ἐγγὺς ἡ ἀνάστασις.
14.12.5
Εἰπὲ πρὸς τὴν ἐπείγουσαν γαστέρα καὶ σὺ τοῦ Κυρίου τὸ ῥῆμα· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι Θεοῦ. Οὐ λιμός ἐστιν, ἀλλὰ μικρὰ παρολκή· οὐκ ἀπαραίτητος τιμωρία, ἀλλὰ αὐθαίρετος ἀποχή· οὐ δουλοπρεπὴς ἀνάγκη, ἀλλ' ἐλευθέρα φιλοσοφία. Εὖξαι καὶ ἰσχύσεις· ἐπικάλεσαι καὶ ἕτοιμος παρίσταταί σοι ὁ βοηθός.
14.13.1
Ἀνάλαβε τῇ μνήμῃ παλαιὰν ἱστορίαν καὶ μαθήσῃ ὅπως οἱ δι' εὐσέβειαν σῶμα πιέζοντες τῶν τρυφώντων καὶ πολὺν ἐγχεομένων τὸν ἄκρατον οὔτε εἰς δύναμίν εἰσιν ἀσθενέστεροι, οὔτε μὴν εἰς τὸ φανῆναι σκυθρωπότεροι ἢ ἀπηνθηκότες τὴν χρόαν.
14.13.2
Ὁ γὰρ βασιλεὺς τῶν Ἀσσυρίων ἐκεῖνος ὁ πάντα τῇ σαρκὶ ζῶν καὶ τῷ τρυφῶντι βίῳ ὡς φάτνῃ συνδεδεμένος, ἐπειδὴ τοὺς οἰνοχόους αὐτοῦ καὶ τραπεζοποιοὺς καὶ πάντας ἁπλῶς τοὺς ὑπηρέτας τῆς ἀπολαύσεως ἐκέλευσε κατ' ἐκλογὴν εὐφυεῖς εἶναι τὸ σῶμα καὶ ὀφθῆναι χαρίεντας, ἵνα μὴ μόνον τὸ στόμα καὶ γεῦσις, ἀλλὰ καὶ ὀφθαλμὸς αὐτῷ κατὰ τῶν ὁρωμένων τρυφῴη, τότε δὴ καὶ οἱ τρεῖς νεανίσκοι ἐκ τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ τῷ καταλόγῳ τῶν ὑπηρετῶν ἐγκριθέντες, ἀπεχόμενοι τῶν ὄψων τῆς βασι λικῆς τραπέζης ὡς τῇ ἐπιμιξίᾳ τῶν εἰδωλοθύτων μεμιασμένης σπέρματα ἐσιτοῦντο μόνον. Ἦν δὲ καὶ οἶνος φευκτὸς διὰ τὴν σπονδὴν καὶ πᾶν κρέας διὰ τὴν προρρηθεῖσαν αἰτίαν.
14.13.3
Ὡς δὲ παρὰ τοῦ ἐφεστῶτος ἠναγκάζοντο μετέχειν τῶν προσφερομένων αὐτοῖς, ἵνα μήποτε εἰς δυσμορφίαν αὐτῶν ἐκ τῆς ἐγκρατείας τὸ κάλλος μεταβληθῇ, ἔγκλημα δὲ ἐκείνου καὶ τιμωρία γένηται τὸ τῶν νεανίσκων εἰδεχθές τε καὶ ἀθεράπευτον, Ἔα, φησίν, καὶ συγχώρησον, οὐ φανησόμεθα τῷ βασιλεῖ τῶν τρυφώντων ἀτιμότεροι, οὐδὲ τὰ πρόσωπα ἡμῶν ἀπανθήσει, οὐδὲ ἀγωνιάσῃς ὡς δυσμόρφους αὐτῷ ὑπηρέτας προσάγων.
14.13.5
Ὁ γὰρ τεχνίτης τῆς διαπλάσεως ἡμῶν δώσει τὴν χάριν καὶ μαθήσῃ παρὰ τῆς πείρας, ὅτι τοῦ ἡμετέρου κάλλους ὁ Θεὸς ἐπιμελητὴς καὶ τῆς σπουδαζομένης εὐμορφίας ἡ νηστεία κομμώτρια. Ὃ δὴ καὶ γέγονε. Καὶ γὰρ ὑπερήνθουν οἱ νεανίσκοι καὶ πάντας τοὺς κρεοφάγους παρηυδοκίμησαν.
14.13.6
Τί δὲ ὁ Σαμψών; Εὐθὺς ἀπὸ γάλακτος οὐκ ἐδιδάχθη νηστεύειν οὕτως τοῦ Πνεύματος τῇ μητρὶ χρηματίσαντος, ὡς προσῆκε τὸ παιδίον ἄγευστον οἴνου καὶ πάσης διαφυλάξαι τρυφῆς; Καὶ τίς ἰσχυρὸς κατ' ἐκεῖνον; τίς δὲ ἀριστεὺς οὕτως ὀνομαστός; Μόνος ἀξιόμαχος ἦν πρὸς πᾶσαν παράταξιν πολεμίων καὶ πλῆθος ἀνάριθμον κατ' ἐξουσίαν ἐτρέπετο· ὃς γέ ποτε ξίφους ἢ δόρατος ἀπορήσας, σιάγονα δὲ ἀνελόμενος ὄνου ἄνδρας πολεμιστὰς κατέστρωσε μόνῳ τῷ ὀστέῳ διαχρησάμενος.
14.14.1
Οὕτω τοίνυν καὶ σὺ ἔλπιζε καὶ ἰσχύσεις· προθυμοῦ καὶ δυναμω θήσῃ· δὸς τὴν ἀκοὴν τῇ μαθήσει τῶν κεκρυμμένων καὶ ἀμνημονήσεις τροφῆς, ὡς ὁ δῆμος ὁ τῷ Ἰησοῦ ἑπόμενος λόγῳ καὶ ἔργῳ παιδεύοντι. Αἰδεσθῶμεν, οἱ ἀκρατεῖς καὶ φιλήδονοι, Ἕλληνας καὶ Ἰουδαίους νηστεύοντας, μάτην μὲν καὶ ὑπὲρ οὐδενὸς τοῦ τέλους· εἰκῆ γὰρ ἐκεῖνοι ζημιοῦνται ὃ μὴ ἐσθίουσι, πλὴν ὡς ζηλωτὸν καὶ πρέπον τοῖς σπουδαίοις μετίοντας τὸ πρᾶγμα.
14.14.2
Χριστιανοῖς πρέπει πολιτείας ἀκρίβεια καὶ φιλοσοφίας σεμνότης, οἷς πάρεστι καθαρὸς καὶ ἀληθὴς τῆς εὐσεβείας ὁ λόγος. Οἱ δὲ τούτου χωρὶς τὴν ἠθικὴν ἐκπονοῦντες ἄσκησιν ὅμοιά μοι δοκοῦντες ἐργάζεσθαι τῶν ἄνευ θεμελίου οἰκίαν κατασκευαζόντων ἢ ναῦν πηγνυμένων μὴ καταβληθείσης τῆς τρόπεως. Τοιοῦτοι δὲ Ἑβραῖοι δυσμαθεῖς.
14.14.3
Καί μοι σφοδρῶς ὁ γέλως ἐπιπίπτει, ὅταν αὐτοὺς θεάσωμαι ἀνυποδέτους ἐν λευκοῖς τρίβωσι περινοστοῦντας τὰ ἄμφοδα, ὄνειδος Μωϋσέως, αἰσχύνην τῶν προφητῶν, γεννήματα τοῦ Ἀβραὰμ ἀμβλωθρίδια, δούλους τῆς ἀφροσύνης τοὺς τῆς ἐλευθερίας υἱούς, ἀμαθεῖς καὶ ἀνόμους τοὺς δῆθεν μαθητὰς τοῦ νόμου, ἀπολέσαντας τῆς ἐκβάσεως τὴν ἐλπίδα, ἐπειδὴ τοὺς τύπους τοῦ μέλλοντος συνετῶς οὐκ ἐδέξαντο.
14.14.4
Μωϋσῆς γὰρ πᾶν ὅπερ ἔπραττε, τῶν εἰς ὕστερον ἐσομένων εἴδωλα προετύπου· κἂν τὴν νηστείαν εἴπῃς, κἂν τὴν σκηνοπηγίαν, κἂν τὴν ὑπόμνησιν τῶν σαλπίγγων, ὁμοίως τὴν περιτομήν, τὰ ἄζυμα, τὰς πικρίδας. Πάντα ἦν ἐκεῖνα τῆς ἐν Χριστῷ πολιτείας μηνύματα, εἰκόνες προχαραχθεῖσαι τοῖς ἐκ προσαγωγῆς μυσταγωγουμένοις πρὸς τὴν τελείωσιν.
14.15.1
Ἐγὼ μὲν γὰρ ὁ χριστιανὸς καὶ τοῦ σταυρωθέντος δοῦλος νηστεύω καλῶς, εἴτε πρὸς τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐμαυτὸν προκαθαίρων εἴτε καὶ ἐπιστυγνάζων ὡς φιλοδέσποτος δοῦλος τοῖς τοῦ Κυρίου μου πάθεσιν.
14.15.2
Σὺ δὲ ὁ τῶν φονέων υἱὸς καὶ τῶν τὸν ἀμνὸν σφαξάντων ἀπόγονος καὶ τὴν κληρονομίαν τοῦ ἐκχεθέντος αἵματος ἐκ τῆς φωνῆς τῶν πατέρων δεξάμενος, τῶν οὕτως ἑαυτοῖς καὶ τοῖς τέκνοις ἐπευξαμένων, ὑπὲρ τίνος νηστεύεις, εἰπέ. Εἰ μὲν ὡς μετανοῶν ἐφ' οἷς ἥμαρτες, ὑπερασπάζομαι σε τῆς γνώμης, καὶ καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων σπεῦσον πρὸς τὴν ἐκκλησίαν τῶν εὐσεβῶν.
14.15.3
Ἐλθὲ πρὸς τὸ αἷμα τοῦ ἀμνοῦ καὶ ῥαντίσθητι. Ἐκεῖθεν γάρ σοι ὑπάρξει καὶ ἡ κάθαρσις, ὅθεν συνεστήσω τὴν ἁμαρτίαν. Εἰ δὲ ἔτι καὶ νῦν τοῖς αὐτοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ ἀποχὴ τῶν σιτίων ἢ τοὺς Νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν τὸν φόνον, οὐ μετάνοιαν τῶν γενομένων λαμβάνονταςπῶς γὰρ τὰ ἄλογα θηρία καὶ ἔνυδρα;, ἀλλὰ τὸ ἄσαρκον, ἐμοὶ δοκεῖν, τῆς κεφαλῆς ὀδυρομένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον; Οἷον δὲ καὶ τὸ περὶ τὴν νηστείαν σχῆμα.
14.15.4
Χορεῖαι καὶ ὀρχήσεις τῆς ἀσιτείας τὰ μέσα καὶ ἐπεισόδια, πράγματα τῷ σχήματι τῷ φαινομένῳ μαχόμενα· νηστεία γὰρ πυκνώσεως καὶ κοσμίας καταστολῆς νοεῖται παιδαγωγός, χορεία δὲ ἑρμηνεύει τὸ διακεχυμένον ταῖς ἀκράτοις καὶ πολλαῖς εὐπαθείαις.
14.16.1
Μνημόνευσον γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τοῦ Μωσαϊκοῦ τοῦ λέγοντος τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς χρῆναι νηστεύειν. Δηλοῖ γὰρ ὁ μὲν ἕβδομος μὴν τὴν ἑβδόμην ἡμέραν, ἡ δὲ δεκάτη ἡμέρα τὴν δεκάτην ὥραν, ἐν ᾗ ὁ Κύριος ἐπὶ τοῦ σταυροῦ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα διάθεσιν.
14.16.2
Σὺ δὲ τί μιγνύεις τὰ ἄμικτα καὶ φύρεις ἐν ταὐτῷ τὰ κεχωρισμένα; Εἰσὶν αὐτοῖς καὶ ἄλλαι πάνδημοι πανηγύρεις. Τὴν μὲν σκηνοπηγίαν καλοῦσι, τὴν δὲ ἄλλην ἀκούω σαλπίγγων ὑπόμνησιν. Λελήθασι δὲ χριστιανῶν μυστήρια ἑορταζόντες, ἐπειδὴ τῆς μὲν σκηνῆς ἡ δημιουργία ἔμπρακτός ἐστιν ἡ προφητεία τῆς ἐκκλησίας ταύτης, ἣν ὁ Λόγος ἡμῶν συνεστήσατο.
14.16.3
Διὰ τοῦτο καὶ φύλλοις κοσμοῦσι τὴν σκηνὴν καὶ ὁπώραις καλλωπίζουσι τὰ προσκήνια εἰς τύπον τοῦ τὴν νέαν ἐκκλησίαν τὴν εὔκαρπον μέλλειν ὑποβλαστάνειν τῷ νόμῳ. Ἡ δὲ τῶν σαλπίγγων ἑορτὴ διεγείρει τὰς ψυχὰς πρὸς τὴν ἑτοιμασίαν τῆς ἀναστάσεως, καθὼς Παῦλος φησι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται.
14.16.4
Διδάσκει δὲ καὶ αὐτὸς ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ ἐν εὐαγγελίοις λέγων· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
14.17.1
Τούτων δὲ τῶν λόγων ἀκούοντες τάχα τοιαύτῃ χρήσονται πρὸς ἡμᾶς ἀντιρρήσει· ὅτι τῶν ἀρχαίων μεμνημένοι θαυμάτων τῶν τοῦ Θεοῦ εὐεργεσίων εὐχαριστήρια ταῦτα προσάγουσιν ὑπὲρ τοῦ ὄρους Σινᾶ καὶ τῆς σάλπιγγος τῆς ἠχησάσης ἐν τῇ δόσει τοῦ νόμου. Οὐκ ἴσασι δὲ οἱ ματαιόφρονες ὅτι καὶ τότε ἡ σάλπιγξ τυπικῶς παρελήφθη διδομένου τοῦ νόμου.
14.17.2
Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν προσταγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα.
14.17.3
Οὐκοῦν καὶ νηστεία καὶ σκηνοπηγία καὶ σάλπιγγες τῆς ἡμετέρας εὐσεβείας μυστήρια πάλαι μὲν παραδηλούμενα, καίρῳ δὲ τῷ καθήκοντι λαμβάνοντα τὴν ἔκβασιν, ὅτε τοῦ Σωτῆρος ἡμῶν ἐτελέσθη τὰ ἐν σαρκὶ θεοφάνεια· ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note