Homiliae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα καὶ ἐλαττοῖ τὰ ἀγαθά, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν. Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται. Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμοῦμεν καὶ δικαζόμεθα καὶ εἰς ἄκρον αὐτῶν περιεχόμεθα ὡς ἐξαιρέτων κτημάτων.
2.1.2
Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα ἐναντίως. Πάντα γὰρ ὧν ἀπελάβομεν, οὐχ ἡμέτερα· οὔτε μὴν ἡμεῖς ὡς αὐθένται καὶ κύριοι τῷ βίῳ τούτῳ ὡς ἡμετέρᾳ οἰκίᾳ ἐνῳκίσθημεν, ἀλλ' ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετα νάσται ἀγόμεθα ὅπου οὐ θέλομεν καὶ ἡνίκα οὐ προσεδοκῶμεν. Ἀφαιρού μεθα δὲ τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως.
2.1.3
Διὸ καὶ εὐμετάβολον χρῆμα ἐστιν τὸ τῆς ἐπικήρου ταύτης ζωῆς· καὶ ὁ σήμερον ἔνδοξος αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου πένης μετὰ μικρόν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνήτων ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι καὶ ὡσαύτως ἔχειν καὶ ἀναφαίρετον κεκτῆσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν.
2.2.1
Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ὁ Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογρά φει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς σπαθητὴς καὶ πολυδάπανος ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως καὶ μετάστηθι· οὐ γάρ σε τοῖς ἐμοῖς ὡς ἰδίοις ἐντρυφᾶν ἀνέξομαι.
2.2.2
Τοῦτο δέ ἐστιν οὐ γενομένου πράγματος ἐξήγησις, ἀλλὰ πλάσις παραβολῆς τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητής, καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν τὸ τοῦ ὑπευθύνου καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβές, ἀεὶ τὸν κύριον σου ἀναμένων καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον.
2.2.3
Πάροικος γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα καὶ τῇ ἀψευδεῖ διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι.
2.3.1
Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν ἢ ἀπό τινος συναλλάγ ματος κύριος γεγονώς. Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό· ἐπίβαλλε δὲ καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατανόησον. Φράσον δέ μοι τίνος ἡ δεσποτεία καὶ τίσι κατ' ἐξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν ἢ τοῖς μέλλουσιν; Εἰ γάρ τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ κεκτημένοι.
2.3.2
Μᾶλλον δέ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ οἰκίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες καί, ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινες.
2.3.3
Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι καὶ σοῦ βουλευομένου τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη. Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκεύην, ὁ δὲ τὴν ἰδίαν καθῄρει καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκίαν, τὸ παραρρέον ὕδωρ. Καὶ ὁ μὲν εἴχετο τῆς ἀνακλίσεως, σὺ δὲ τοῦ περιπάτου, Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν· καὶ τὸ ἓν δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχὸν δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· καὶ τὸ πάντων γενόμενον ἑνὸς ἦν τοῦ ὄντως κυρίου.
2.3.4
Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς τέρπουσι μὲν πολλοὺς καὶ τρέφουσι, τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ' οὗ πάντως ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ βαστάζων μηδέν, κλίνην, τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά. Οὐδέπω δέ που πρὸς αὐτάρκειαν χρησαμένου ἧκεν ἄλλος πνευστιῶν, κεκονιμένος, κατεπείγων σε καὶ ἐξείργων τοῦ πανδοχείου καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα.
2.4.1
Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοί, καὶ εἴ τι τῶν λεχθέντων παροδικώ τερον. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας· τὸ χωρίον μου· καί, ἡ οἰκία μου· ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα καὶ τρισὶ στοιχείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια. Ὡς γὰρ τὰ τῶν θαυματοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' ἐξαίρετον, πάντες δὲ ἐπίθενται οἱ τῶν δραμάτων ὑποκριταί, οὕτως τὴν γῆν καὶ τὰς ἀπ' ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται.
2.4.2
Μή τι βασιλείας, εἰπέ μοι, δυνατώτερον; ἀλλ' ὅμως ἐρεύνησον τὰ βασίλεια· ζήτησον χλανίδας βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανάς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν σώματα. Ὁμοίως δὲ καὶ τοὺς στεφάνους καὶ τὰς πόρπας καὶ τὰς ζώνας, πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀποβαίνουσαν.
2.4.3
Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνή, τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον καὶ οὐδέποτε τὸν αὐτόν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα, οὕτως καὶ τῶν ἀρχῶν τὰ σύμβολα τοὺς χρωμένους ἀμείβει.
2.4.4
Ἐντεῦθεν καὶ ὁ ἀπόστολος ἡμῖν ἐβόα πλείστας φωνὰς ταύτης τῆς διανοίας παιδευτικάς· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ τό, Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· καὶ τό, Οἱ χρώμενοι ὡς μὴ παραχρώμενοι. Πάντα γὰρ ταῦτα πρὸς ἕνα τείνει σκοπόν, ὅτι προσῆκεν ὡς ἐφημέρους ἡμᾶς διαζῆν ἀναμένοντας τῆς ἐξόδου τὸ σύνθημα.
2.5.1
Καὶ ἵνα καταμάθῃς ἀκριβῶς, ὅτι νόμοις ὑπόκεισαι καὶ κανόσι δεσποτικοῖς, καθ' οὕς σε προσῆκεν ζῆν ἀκριβῶς, ἀπὸ σαυτοῦ πρῶτον κατανόησον, ὅτι καὶ τὸ σῶμα σου καὶ ἡ ψυχὴ πανταχόθεν τοῖς τῆς ἀρετῆς ὑπόκειται παραγγέλμασι καὶ οὐδὲ σαυτοῦ κύριος εἶ· ἀλλὰ προσῆκεν σε οἰκονομεῖν καὶ λόγον καὶ πρᾶξιν καὶ πᾶν τῆς ζωῆς σου κίνημα.
2.5.2
Ἔλαβες σῶμα παρὰ τοῦ κτίσαντος, ἐκ πολλῶν μορίων συγκείμενον καὶ πέντε αἰσθήσεσιν εἰς τὰς τῆς ζωῆς χρείας οἰκονούμενον. Εἰσὶ δὲ οὐδὲ αὗται ἐλεύθεροι καὶ αὐτόνομοι, ἀλλ' ἑκάστη δούλη νόμων ἐστίν. Καὶ πρῶτος ἀκούει ὀφθαλμός· βλέπε φύσιν καὶ θεώρει ἃ βλέπειν καλόν· ἥλιον, πᾶσαν τὴν οἰκουμένην φωτίζοντα· σελήνην, τὸ σκυθρωπὸν καὶ ζοφῶδες τῆς νυκτὸς καταυγάζουσαν· τοὺς ἄλλους ἀστέρας, οὐ πολὺ μέν, οὐδὲ αὔταρκες ἡμῖν τὸ παρ' ἑαυτῶν φῶς χορηγοῦντας, πλὴν τὸ κάλλος ὃ ἔλαχον ἀποστίλβοντας.
2.5.3
Θεώρει γῆν, φυτοῖς παντοδαπέσι καὶ βοτάνοις κομῶσαν· θάλασσαν ἡπλωμένην ὡς πεδίον ὁμαλές, ὅταν εἰς καθαρὰν γαλήνην παγῇ. Εἰς ταῦτα καὶ τὰ τοιαῦτα κατακέχρησο τῷ ὁρᾶν· τὰς δὲ ἄλλας θέας, ὅσαι διὰ τῆς ὄψεως τὴν βλάβην ἐπεισάγουσι τῇ ψυχῇ, φεῦγε καὶ παράτρεχε καὶ ἐπιτίθει σαυτῷ κάλυμμα, ἵνα μὴ βλέπῃς. Βέλτιον γὰρ σκοτίσαι τὴν αἴσθησιν, ὅταν τῶν ἔργων τοῦ σκότους τὴν αἰτίαν παρ έχῃ. Διὰ τοῦτο χθὲς ἔλεγεν ἡμῖν ὁ Κύριος διὰ Ματθαίου· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ· καὶ βέλτιον ἐκκόπτειν αὐτόν, ὅταν ἄτακτα βλέπῃ καὶ ἐπιζήμια.
2.5.4
Ἔχει καὶ ἡ ἀκοὴ παραγγέλματα κωλυτικὰ κακῆς ἀκροάσεως. Χρὴ γὰρ αὐτήν, ὅταν μὲν ἀγαθῶν τινων ἀκούῃ, ἀναπεπταμένην εἶναι καὶ δι' ἑαυτῆς τῇ ψυχῇ παραπέμπειν τῶν συμφερόντων λόγων τὴν αἴσθησιν. Εἰ δέ τις κακίας ἑταῖρος καὶ λοιμὸς καὶ φθόρος πλησιάσας αὐτῇ ἐπαντλεῖν μέλλει τῆς ἁμαρτίας τὸν βόρβορον, δεῖ φεύγειν αὐτὸν ὡς ἰοβόλον θηρίον.
2.5.5
Σωφρονείτω καὶ ἡ γλῶσσα μετὰ τοῦ στόματος· λαλείτω τὰ δίκαια· τῶν δὲ ἀπηγορευμένων ἀπεχέσθω, λοιδοριῶν, συκοφαντιῶν, κατηγορίας ἀδίκου, καταλαλιᾶς τῆς κατὰ τῶν ἀδελφῶν, βλασφημίας τῆς πρὸς Θεόν· φθεγγέσθω δὲ ὅσα εὔφημα, ὅσα εὐσεβῆ, ὅσα πράξεων ἀγαθῶν ἔχει τὴν συμβουλήν· καὶ λεγέτω πᾶς ἄνθρωπος τὰ τοῦ ἱεροψάλτου· Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· καὶ τό, Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· καὶ τό, Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
2.5.6
Γευέσθω τῶν ὠφελούντων τὸ στόμα. Σωφρω νείτω καὶ ἡ ῥὶς μὴ τρυφὴν ἀεὶ ὀσφραινομένη, μήδε μύρων πολυτελῶν ἀτμοὺς εὐωδίας ἐπὶ τὴν κεφαλὴν ἀνέλκουσα. Τῶν γὰρ τοιούτων καὶ ὁ Ἡσαΐας σφοδρῶς ἐστιν κατήγορος. Μεμνήσθω καὶ ἡ χεὶρ τῶν ἐντολῶν, ἵνα μὴ πάντων ἀκωλύτως ἅπτηται. Ἐκτεινέσθω πρὸς ἐλεημοσύνην, μὴ πρὸς ἁρπαγήν· τηρείτω τὰ ἴδια, μὴ συναγέτω τὰ ἀλλότρια· ἁπτέσθω σωμάτων νωθρῶν καὶ κεκακωμένων δι' ἀγαθῆς ἐπισκέψεως, μὴ τῶν σφριγώντων καὶ ταῖς πορνείαις ἐσχολακότων.
2.6.1
Ἔδειξεν ἡμῖν ὁ λόγος, ὡς καὶ αὐτοὶ ἑαυτῶν οὐ δεσπόται ἐσμέν, ἀλλ' οἰκονόμοι. Πᾶν γὰρ τὸ νόμοις ὑποκείμενον καὶ προστάγμασιν δοῦλον τοῦ νομοθέτου ἐστὶν καὶ ὑπήκοον. Εἰ δὲ τὰ μόρια τοῦ σώματος ἡμῶν οὐκ ἐλεύθερα ἐξουσίαν, ἀλλὰ δεσποτικῷ βουλήματι πρὸς τὰς ἐνεργείας κανονιζόμενα, τί ἂν εἴποι τις πρὸς τοὺς οἰομένους χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ τῶν ἄλλων ἀνεύθυνον ἔχειν τὴν κτῆσιν;
2.6.2
Οὐδὲν σόν, ἄνθρωπε. Σὺ δοῦλος καὶ τὰ σὰ τοῦ Κυρίου. Δοῦλος γὰρ ἐλεύθερον πεκούλιον οὐκ ἔχει. Γυμνὸς γὰρ ἤχθης εἰς τοῦτο τὸ φῶς· ἔλαβες ἃ ἔχεις κατὰ νόμον τοῦ Κυρίου σου· ἢ κληρονομήσας πατέρα, ἐπειδὴ οὕτως ὁ Θεὸς διετάξατοΓονεῖς γὰρ τέκνοις, φησί, μεριοῦσι σκύλα, ἢ ἀπὸ γάμου τὴν εὐπορίαν κτησάμενοςγάμος δὲ καὶ τὰ ἐπ' ἐκείνῳ παρὰ Θεοῦ διατέτακται, ἢ ἀπὸ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων προφάσεων Θεοῦ πρὸς ἐκεῖνα συμπράξαντος.
2.7.1
Ἰδοὺ τοίνυν, ἐδείχθη ὅτι ἔλαβες τὰ μὴ σά. Ἴδωμεν τοίνυν λοιπὸν τί σοι ἐπετάχθη καὶ οἵα ἐπ' ἐκείνοις διοίκησις. Δὸς τῷ πεινῶντι, ἔνδυσον τὸν γυμνόν, θεράπευσον τὸν κεκακωμένον, μὴ περιίδῃς τὸν ἄπορον, τὸν ἐρριμμένον ἐν ταῖς τριόδοις. Σὺ περὶ σαυτοῦ μὴ μεριμνήσῃς, μηδὲ φροντίσῃς πῶς διάξεις ἐπὶ τῆς ὑστεραίας. Κἂν ταῦτα, φησίν, ἐργάσῃ, τιμηθήσῃ παρὰ τοῦ νομοθέτου· ἂν δὲ παρακούσῃς τῆς ἐντολῆς, κολασθήσῃ πικρῶς.
2.7.2
Ταῦτα ἐγὼ οὐ βλέπω τοῦ αὐτεξουσίου οὐδὲ τοῦ ζῶντος μετ' αὐθεντείας, ἀλλὰ τοὐναντίον, τὰ πολλὰ καὶ συνεχῆ προστάγματα ὑποδείκνυσί μοι ἄνθρωπον βασιλευόμενον ἰσχυρῶς καὶ νόμοις δεσποτικοῖς ὑπεύθυνον καὶ τὴν κεκανονισμένην πολιτείαν ἀπαιτούμενον ὡς χρέος.
2.7.3
Ἡμεῖς δὲ πῶς ὡς ἀλογίστευτον ἔχοντες τὸν βίον τοὺς μὲν ἀθλίους καὶ πενομένους περιορῶμεν ἐντελευτῶντας ταῖς συμφοραῖς, δαπανώμεθα δὲ φιλοτίμως ταῖς ματαιότησιν, κολάκων πλῆθος ἀσώτων τρέφοντες καὶ φρατρίας κακοδαιμόνων παρασίτων ἐπισυρόμενοι· καὶ αὖθις θηριομάχοις καὶ θηρίοις σκορπίζοντες τὸν πλοῦτον κἀν ταῖς ἱπποτροφίαις οὐδενὸς τῶν ὄντων φειδόμενοι καὶ πάλιν θαυματοποιοῖς καὶ μίμοις καὶ τοῖς ἑξῆς ὀλεθρίοις δαπανῶντες τὴν εὐπορίαν!
2.7.4
Καὶ πρᾶγμα πάσχομεν κενὸν καὶ μανίας ἐγγύς. Ἔνθα μὲν γὰρ ἡ δαπάνη φέρει τὸ κέρδος ἀνάριθμον καὶ σωτηρίαν ἀθάνατον, συνέχομεν σφοδρῶς τὸ ἀργύριον, ὡς μηδὲ ὀλίγους ὀβολοὺς τῆς χειρὸς ἐκπεσεῖν· ὅπου δὲ ἁμαρτωλῶν γίνεται τὸ ἀνάλωμα καὶ μυρίων κολάσεων αἴτιον καὶ αὐτῆς γε τῆς διὰ πυρὸς τιμωρίας, αὐτοκέλευστοι ῥέομεν. Καὶ ἡ φιλοτιμία προλαμβάνει τὴν αἴτησιν· καὶ πάσας θύρας ἀνοίξαντες ἀφίεμεν τὸν πλοῦτον πρὸς τοὺς ἔξω χωρεῖν. Τοῦτο δὲ τὸ φρόνημα οὐκ ἔστι δούλων ἀναμενόντων τὸν κύριον, ἀλλὰ νέων ἀσώτων, κωμαστῶν, ἀκολάστων.
2.8.1
Εἰ δὲ θέλεις, ὁ ἀκροατής, ἰδεῖν οἰκονόμου φόβον μετὰ τῆς σώφρονος εὐλαβείας διοικοῦντος τὰ πιστευθέντα, ἀνάπτυξον τὴν βίβλον τοῦ Δαβίδ· ζήτησον ἐκείνους τοὺς λόγους ἔνθα φησὶν πρὸς τὸν Θεὸν ὁ ἀνὴρ πολυ πραγμονῶν τοῦ ἰδίου τέλους τὴν προθεσμίαν· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμέρων μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.
2.8.2
Ὁρᾷς ὅπως ὡς ἐν εἰκόνι θεωρεῖται τῷ λόγῳ ἡ τοῦ εὐξαμένου διάθεσις, ὅτι περιδεής ἐστι καὶ προορᾷ τὸ μέλλον καὶ ἀναμένει τὴν κρίσιν καὶ τὴν προθεσμίαν περιεργάζεται, ἵνα μὴ τὸ ἀπαράσκευον αὐτὸν καταλάβῃ τῆς ἐξόδου τὸ σύνθημα· καὶ ζητεῖ λογισάμενος κατιδεῖν τί τὸ τῆς παροικίας ὑστέρημα, ἵνα σπεύσας ἀναπληρώσῃ πρὶν ἐλθεῖν τὸν ἐξάγοντα.
2.8.3
Ἀληθῶς γάρ ἐστιν εἰκὼν οἰκονόμου ἡ ἑκάστου ἡμῶν τελευτή, ἂν τὰ καθ' ἕκαστον ἀλλήλοις ἀντεξετάσωμεν, τί μὲν πάσχει ὁ ἀποθνήσκων, τί δὲ ὑπομένει ὁ τῆς οἰκονομίας ἐκβαλλόμενος.
2.9.1
Ὁμοίως γὰρ καὶ ὁ τελευτῶν ἄλλοις μεταπαραδίδωσι τὴν διοίκησιν, ὡς ὁ οἰκονόμος τὰς κλεῖδας· ἐκεῖνος ἐκβάλλεται ἀγροῦ, οὗτος τοῦ κόσμου παντὸς ὡς ἑνὸς χωρίου. Περιπαθῶν ἀναχωρεῖ ὁ οἰκόνομος τῶν ἰδίων πόνων οἷον ἀμπέλων, κήπων, οἰκιῶν· τί οὖν δοκεῖ σοι καὶ ὁ τελευτῶν πάσχειν;
2.9.2
Οὐκ ὀδύρεται τὰ κτήματα; οὐκ ἐλεεινὸν περιβλέπει τὴν οὐσίαν, μετὰ τοσαύτην προσπάθειαν ἀπροαιρέτως αὐτῆς ἀποσπώμενος, πόρρω θησαυρῶν, ταμιείων; καὶ ὅταν ἀφίκηται πρὸς τὸν κληρωθέντα τόπον ἀκούων· Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, δεῖξον ὅπως ἤκουσας τῶν ἐντολῶν, ὅπως διετέθης πρὸς τοὺς ὁμοδούλους, ἢ χρηστῶς καὶ φιλανθρώπως ἢ τοὐναντίον ἐπαχθῶς καὶ τυραννικῶς, παίων, κονδυλίζων, ἀποστερῶν τὸ τῆς ἐλεημοσύνης σιτηρέσιον.
2.9.3
Κἂν μὲν δυνηθῇ ἵλεω καταστῆσαι τὸν δεσπότην ἀγαθὸν δοῦλον ἑαυτὸν ἀποδείξας, εὖ ἂν ἔχοι· εἰ δὲ τοὐναντίον, οὐκ ἔτι μάστιγες ἐκεῖ διὰ ῥάβδων, οὐδὲ μύλων σκοτεινὸς καὶ πέδαι σιδηραῖ, ἀλλὰ πῦρ ἄσβεστον καὶ σκότος αἰώνιον οὔποτε φωτὶ καταυγαζόμενον, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὃν σαφῶς ἡμῖν τὸ εὐαγγέλιον προεδήλωσεν.
2.9.4
Εἰ μὲν οὖν οὐδέποτε τῶν ἐνταῦθα ὡς ἀλλοτρίων ἐκβάλλει, κατατρύφησον τοῦ κόσμου καὶ κατὰ πάσης αἰσθήσεως ἀκώλυτον ἄφες τὴν ἡδονήν. Εἰ δὲ συντελεσθήσεται ταῦτα κἂν οὐκ ἐπὶ μακρὸν αὐτῶν ἀπολαύσωμεν, φοβηθῶμεν, ἀδελφοί, τὴν ἐνθένδε μετάστασιν καὶ ζήσωμεν ἐν τῷ καίρῳ τῆς παροικίας ὡς ὁ Κύριος ἐνετείλατο· μὴ ἀπαχθῶμεν δεσμῶται μετὰ χρεῶν, ἀλλ' ὁδεύσωμεν ἐλεύθεροι καὶ εὐπαρρησίαστον τὸ συνειδὸς ἐπαγόμενοι, ἀκατάγνωστα φέροντες τὰ τῆς τοῦ βίου πολιτείας βιβλία.
2.10.1
Κακὸς ἦν οἰκονόμος τῆς ἐνθάδε ζωῆς ὁ πλούσιος ἐκεῖνος, οὗ ἡ χώρα ηὐφόρησεν, ἐπειδὴ τῇ εὐθηνίᾳ τῶν καρπῶν οὐδὲν ὁ ἄνθρωπος χρηστὸν ἐβουλεύσατο, ἀλλ' ἀνοίξας γαστρὸς ἐπιθυμίαν καὶ τοὺς πλατεῖς καὶ ἀχωρήτους τῆς πλεονεξίας κόλπους πάντα ἀπεκλήρου τῇ ἑαυτοῦ ἀπολαύσει λέγων·
2.10.2
Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ μου· Ἔχεις πολλὰ ἀγαθὰ κείμενα, ἀναπαύου, φάγε, πίε, εὐφραίνου· καὶ μεταξὺ λαλοῦντος ὁ ἀπάγων ἐπέστη. Ἦλθε φοβερὸς σύνδουλος ἀνάσπαστον ἐκ τῆς οἰκονο μίας ἀπάξων· καὶ τί τὸ ὄφελος τῆς φιληδόνου βουλῆς; Καὶ ταῦτα μὲν ἐμψύχως ἐγράφη εἰς νουθεσίαν ἡμῶν·
2.10.3
Ἡ δὲ πεῖρα τοῦ βίου ποταπή; Οὐ καθ' ἑκάστην ἡμέραν ταῦτα διὰ τῶν ἔργων βοᾷ, δείκνυσα ἡμῖν τὸν ἐν μέσῃ τῇ ἡμέρᾳ ὑγιαίνοντα πρὸ τῆς ἐπιτολῆς τοῦ ἑσπέρου νεκρόν· καὶ τὸν ἐρρωμένον ἐν τῇ ἑσπέρᾳ τὴν ἀκτῖνα τὴν ἐωθινὴν οὐ καταλαμβάνοντα· καὶ ἄλλον μεταξὺ τοῦ ἐσθίειν τοῦ ζῆν ἀπολήγοντα;
2.10.4
Τίς δὲ οὕτως ἠλίθιος, ὡς μὴ συνορᾶν ὅπως καθ' ἡμέραν ἄλλος ἄλλοτε τῆς ἐνθάδε οἰκονομίας ἀποκινούμεθα; Ἀλλ' ὁ μὲν ἀγαθὸς καὶ πιστὸς οἰκέτης καὶ πεποιθὼς τῇ ἑαυτοῦ διοικήσει οὕτως ἔχει γνώμης ὡς εἶχε Παῦλος. Ἐκεῖνος γὰρ τοῦ Κυρίου μὴ κατεπείγοντος ἔσπευδε πρὸς αὐτὸν καὶ τὴν ἀνάλυσιν ἐπόθει καὶ παρῃτεῖτο ἑκὼν τὴν οἰκονομίαν, πῇ μὲν λέγων·
2.10.5
Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, καὶ πάλιν· Ἐμοὶ δὲ καλὸν ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ὁ δὲ γήινος τὸ φρόνημα καὶ τῶν βώλων ἀληθῶς συγγενὴς τοιαῦτα ὀδύρεται ἀμηχανῶν ἐπὶ τῇ μεταστάσει, οἷα οὗτος ὁ τῆς παραβολῆς ἄνθρωπος· Τί ποιήσω, ὅτι ὁ κύριος μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
2.10.6
Ἀργοῦ καὶ φιληδόνου ἡ λύπη. Τὸ μὲν γὰρ ἐπὶ τῇ ἀναχωρήσει θρηνεῖν ἔλεγχός ἐστιν τοῦ προστετηκέναι τῷ χωρίῳ καὶ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ἀπολαύσεις ὀδύρεσθαι, τὸ δὲ ἀδυνατεῖν πρὸς ἔργον ἀργοῦ βίου καὶ ἀναπεπτωκότος ἐστὶ κατηγόρημα. Εἰ γὰρ εἶχεν πρὸς φιλοπονίαν συνήθειαν, οὐκ ἂν ἐφοβεῖτο το [ῦ] σκάπτειν.
2.11.1
Εἰ δὲ ἀλληγορικῶς τὴν παραβολὴν ἐπὶ τὸ νοητὸν ἐκλάβοιμεν, μετὰ τὴν ἐνθένδε μετάστασιν οὔτε τοῦ ἐργάζεσθαι οὔτε τοῦ προσαιτεῖν καιρός. Καὶ διὰ τοῦτο μηδεὶς λεγέτω· Σκάπτειν οὐκ ἰσχύω. Κἂν γὰρ δύνηται, οὐδεὶς συγχωρεῖ. Ὁ βίος οὗτος ἔχει τῶν ἐντολῶν τὴν γεωργίαν, ὁ δὲ μέλλων τὴν ἀπόλαυσιν. Ὥστε εἰ μηδὲν εἰργάσω ἐνταῦθα, ἀπέμειναν αἱ ἄμπελοι καὶ περιττῶς φροντίζεις περὶ τῆς σκαπάνης· οὔτε δὲ προσαιτῶν ὠφελήσεις τι σαυτόν.
2.11.2
Καὶ τούτου σαφὲς ἡμῖν ὑπόδειγμα παραδέδοται τὸ τῶν μωρῶν παρθένων· αἵτινες ἀπορίᾳ καταστᾶσαι τοῦ ἐλαίου ἀναιδῶς ᾔτησαν παρὰ τῶν φρονίμων· ὤνησαν δὲ οὐδέν, ἀλλ' ἀπεστράφησαν ἄπρακτοι· δεικνύντος τοῦ λόγου, ὅτι ἀλλοτρίῳ ἐλαίῳ ἐν τῇ παρουσίᾳ τοῦ νυμφίου οὐδεὶς κέχρηται, τουτέστιν ἀλλοτρίῳ κατορθώ ματι εἰς ἰδίαν ἀπόλαυσιν.
2.11.3
Ἕκαστος γὰρ τὴν ἰδίαν πολιτείαν ὡς ἱμάτιον περιβέβληται, εἴτε λαμπρὸν καὶ τίμιον εἴτε φαῦλον καὶ τῆς πτωχικῆς ἐφεστρίδος ὅμοιον. Ἐκδύσασθαι δὲ αὐτὸ οὐκ ἔστιν, οὔτε ὑπαλλάξαι καὶ διαμείψασθαι πρὸς ἕτερον, οὔτε ἐκ δάνους ἢ χρήσεως ἐν τῷ καιρῷ τῆς κρίσεως καλλωπίσασθαι καὶ κοσμηθῆναι. Μένει δὲ ἕκαστος οἷος ἐπὶ τῆς ἀληθείας ἐστίν, εἴτε πένης ἀγαθῶν εἴτε πλούσιος. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
2.12.1
Τί δ' ἂν εἴποιμεν περὶ τῆς συγχωρήσεως τῶν χρεῶν, ἣν ἐπενόησεν ὁ οἰκονόμος τῆς ἀδικίας παραμυθίαν ἑαυτῷ τῶν κακῶν πρὸς τοὺς ὁμο δούλους πραγματευσάμενος; Οὐ γάρ ἐστιν εὔκολον εἰς ἀλληγορίαν ἀκόλουθον μετασκευάσαι τῷ γεγραμμένῳ. Ὃ δέ μοι πολλὰ σκοπησαμένῳ παρέστη, τοιοῦτον τυγχάνει·
2.12.2
Πάντες ἄνθρωποι ὅσοι τὴν μέλλουσαν ἑαυτοῖς ἄνεσιν πραγματευόμεθα ἀλλότρια διδόντες ἢ συγχωροῦντες, οἰκεῖον ποριζόμεθα κέρδος. Ἀλλότρια δὲ λέγω τὰ τοῦ Δεσπότου. Οὐδὲν γάρ ἐστιν ἡμέτερον, ἀλλὰ πάντα τῆς ἐκείνου δεσποτείας κτήματα.
2.12.3
Ὅτε ἂν οὖν τις αἰσθόμενος τῆς τελευτῆς καὶ τῆς ἐνθένδε μεταστάσεως εὐποιίαις κουφίσῃ τῶν ἁμαρτιῶν τὸ φορτίον, ἢ χρεωσταῖς συγχωρήσας ὀφλήματα ἢ τοῖς πενομένοις χορηγήσας τὴν εὐπορίαν τὰ τοῦ Δεσπότου διδούς, φίλους κτᾶται πολλοὺς τοὺς μέλλοντας αὐτῷ προσμαρτυρεῖν παρὰ τῷ κριτῇ τὴν ἀγαθοσύνην καὶ διὰ τῆς μαρτυρίας εὐτρεπίζειν ἀναψύξεως καταγώγιον.
2.12.4
Μαρτυρεῖν δὲ λέγονται οἱ εὖ παθόντες παρὰ τῷ κριτῇ, οὐ φωναῖς ὡς ἀγνοοῦντα διδάσκοντες, ἀλλ' ὡς τῆς περὶ αὐτοὺς πράξεως τῆς τιμωρίας τοὺς ἁμαρτήσαντας ἐξαιρουμένης. Ὃν γὰρ τρόπον τὸ αἷμα τοῦ Ἄβελ ἐλέγετο βοᾶν πρὸς τὸν Θεόν, ὁμοίως καὶ τὸ ἀγαθὸν ἔργον λεχθήσεται μαρτυρεῖν τῷ κατωρθωκότι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.