Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 3 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ἄνδρες χριστιανοὶ καὶ κλήσεως ἐπουρανίου μέτοχοι ἄνδρες· ὑμεῖς ὁ χωρικὸς δῆμος καὶ πάντες ὅσοι τῶν πόλεων ἐκφοιτήσαντες πρὸς τὴν παροῦσαν συμφώνως ἑορτὴν συνεδράμετε γενικῷ γὰρ ὑμᾶς πάντας περιλαμβάνω κηρύγματι ἆρα ἕκαστος ὑμῶν ἐνεβάλετο τῇ διανοίᾳ φροντίδα, συνεῖδεν δὲ καὶ κατενόησεν ὑπὲρ τίνος ἠθροίσθημεν; ἀνθ' ὅτου δὲ τιμῶνται μάρτυρες οἴκων περιφανῶν κατασκευαῖς καὶ τοῖς ἐνιαυσίοις τούτοις συλλόγοις, καὶ πρὸς τίνα σκοπὸν βλέποντες οἱ πατέρες ἡμῶν ἐνομοθέτησαν τὰ ὁρώμενα καὶ ἰσχυρὸν ἀφῆκαν τὸν νόμον τοῖς μετέπειτα;
3.1.2
Ἢ πρόδηλον τῷ καὶ μικρὸν πυκνώσαντι τὴν διάνοιαν, ὡς ζήλῳ ἡμῖν εὐσεβείας ταῦτα διετυπώθη καὶ κοινὰ παιδαγωγεῖα τῶν ψυχῶν αἱ πανηγύρεις συνάγονται, ἵνα μάρτυρας τιμῶντες τὸ τῶν μαρτύρων ὑπὲρ εὐσεβείας καρτερὸν μιμησώμεθα· ἵνα τοῖς συναγομένοις παιδευταῖς ὑποθέντες τὸ οὖς μάθωμεν τι χρηστόν, ὃ πρὸ βραχέος οὐκ ἐγινώσκομεν, ἢ δόγματος ἀσφάλειαν ἢ λύσιν ἀπορουμένης Γραφῆς ἤ τινα λόγον τὴν τῶν ἠθῶν ἐπανορθοῦντα κατάστασιν;
3.1.3
Ὑμεῖς δέ μοι δοκεῖτε τῆς ἀρετῆς ἐπιμέλειαν ἀφέντες καὶ τῆς περὶ τὴν ψυχὴν σπουδῆς ἐκλαθόμενοι ὅλην ἑαυτῶν μετατεθεικέναι τὴν μέριμναν πρὸς τὸν συρφετὸν τοῦ μαμμωνᾶ καὶ τὴν ἀσχολίαν τῶν πρατηρίων· οἱ μὲν αὐτοὶ συναλλάττοντες, οἱ δὲ κεχηνότες εἰς τὰ ἀλλότρια καὶ τοὺς ἐπὶ τοῖς ὠνίοις φιλονεικοῦντας ἱστοροῦντες, ὅπως τὰ ἀλλήλων ἐπευωνίζουσιν.
3.1.4
Ἀλλὰ μετάθετέ μοι τὸν πόθον ἐπὶ τὴν ἐκκλησίαν· καταλείψατε τὴν φιλαργυρίαν, τὴν ἀγόραιον, τὴν μαινάδα. Ἀποστράφητε αὐτὴν ὡς ἄκοσμον ἑταιρίδα προσγελῶσαν τῷ πλήθει, ταῖς ἀλλοτρίαις ὕλαις καλλωπιζομένην καὶ τοῖς ἄνθεσι τοῦ φαρμακοπώλου. Ἐράσθητε ταύτης τῆς θείας καὶ σώφρονος ἐσταλμένης κοσμίως, σεμνὸν καὶ ἀμετεώριστον βλεπούσης.
3.1.5
Οὕτως γὰρ Σολομὼν ἐν τῇ παροιμιακῇ βίβλῳ φησίν· Μὴ ἐγκαταλείπῃς αὐτὴν καὶ ἀνθέξεται σου. Ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. Μὴ παρέλθῃς καταφρονήσας μηδὲ τὰ παρ' ἡμῖν ἐπὶ τῆς τραπέζης ταύτης προκείμενα διὰ τοῦτο αὐτὰ νομίσῃς ἄτιμα, ἐπειδὴ προῖκά σε ἔξεστιν τὴν κτῆσιν περιποιήσασθαι· ἀλλὰ καὶ μᾶλλον ἐπιθύμησον, ὅτι οὐ καθήμεθα κάπηλοι ζυγὸν ἢ τρυτάνην μεταφέροντες· ἓν δὲ κέρδος ζητοῦμεν, τὴν τοῦ μαθητοῦ σωτηρίαν.
3.2.1
Ἀνεγνώσθη ἡμῖν ἐκ τῶν Πράξεων Παύλου λόγος πρὸς Φῆστον καὶ Ἀγρίππαν, Παύλου τοῦ πιστοῦ ἀποστόλου καὶ σοφοῦ δημηγόρου. Εἶδες πάντως, ὁ ἀκροατής, εἰ τὸν νοῦν ἐπέστησας, ὅπως καὶ τὴν ἀλή θειαν οὐ προδίδωσιν ἐκ δειλίας καὶ τὴν πρὸς τὸν Ἀγρίππαν θεραπείαν τῇ παρρησίᾳ κεράσας τὸ τραχὺ κριτήριον ἐκμαλάσσει πρὸς ἀγαθότητα, ὥσπερ θηρία τινὰ κατεπᾴδων ταῖς τοῦ λόγου μεταχειρήσεσιν.
3.2.2
Προε φήτευσεν καὶ σήμερον Ζαχαρίας τῶν μεγάλων ἡμῖν μυστηρίων τοῦ Μονογενοῦς ὑπανοίγων τὴν θύραν διὰ τοῦ λίθου τὰς ἑπτὰ βολὰς τῶν ὀφθαλμῶν κεκτημένου, διὰ τῆς χρυσῆς λυχνίας, ἐφ' ἧς οἱ ἑπτὰ λύχνοι καὶ τὰ δύο στελέχη τῶν ἐλαιῶν. Πολλαὶ αἱ ἑξῆς Γραφαὶ πλούσιον τὸν θησαυρὸν τῆς ὠφελείας ἔχουσαι, αἷς ἐβουλόμην πάσαις ἐπελθεῖν καὶ δεῖξαι ὑμῖν τὴν τῆς πνευματικῆς πανηγύρεως εὐθηνίαν.
3.2.3
Ἐπείγει δέ με πρὸς τὴν ἔκτισιν τοῦ χρέους ἡ τῆς προτεραίας ὑπόσχεσις. Ἀρξάμενοι γὰρ πολλαῖς κατηγορίαις τῆς πλεονεξίας καθάπτεσθαι, ἐπειδὴ μὴ ἔφθημεν αὐτῆς γυμνῶσαι τὴν ματαιότητα, εἰς τὴν παροῦσαν ἡμέραν τὸν ἔλεγχον τῆς κατηγορίας ὑπερεθέμεθα. Ἀκούσατε οὖν καὶ γένεσθε εὐγνώμονες τῆς ἀληθείας κριταί ἐπειδὴ μήτε ἄλλοις τισίν, ἀλλὰ τῇ ἑαυτῶν σωτηρίᾳ δικάζετε, καὶ πάσας τὰς κατακρινούσας ψήφους ἐπὶ τὴν ὑπεύθυνον φέρετε, ἕκαστος τῆς ἰδίας ψυχῆς ὥσπερ οἰκίας ἢ πόλεως αὐτὴν ἀπελάσαντες.
3.3.1
Πλεονεξία τοίνυν ἐστὶν οὐ μόνον τῷ ἀργυρίῳ σὺν τοῖς ἄλλοις κτήμασιν ἐπιμαίνεσθαι καὶ βούλεσθαι τοῖς παροῦσι τὰ μὴ προσόντα συνάπτειν, ἀλλά, γενικώτερον εἰπεῖν, τὸ ἐπὶ παντὸς πράγματος πλέον ἔχειν βούλεσθαι τοῦ ὀφειλομένου καὶ ἐπιβάλλοντος.
3.3.2
Καὶ δὴ τοῦτο τὸ πλημμέλημα πρῶτος ἔπαθεν ὁ διάβολος, ἀρχάγγελος μὲν ὢν καὶ ἐπὶ τῆς καλλίστης ζωῆς καὶ τάξεως τεταγμένος, τυραννίδα δὲ καὶ ἐπανάστασιν κατὰ τῆς θεότητος ἐννοήσας, ὁ ματαιόφρων· εἶτα καταβλη θεὶς καὶ εἰς τὸν περίγειον τοῦτον ἀέρα καταπεσὼν κακὸς γείτων τῆς ἡμετέρας ζωῆς.
3.3.3
Οὔτε γοῦν κατέλαβεν ὃ ἐδίωκεν, τὴν θεότητα· καὶ ἀπώλεσεν ὃ ἐκέκτητο, τὸ ἀρχάγγελον· δοῦλος ἄπιστος ταῖς κατὰ μικρὸν τόλμαις εἰς λῃστὴν ἐξελθών· κύων τοῦ παρ' Ἕλλησιν μύθου καὶ τοῦ κρέως στερηθεὶς καὶ τῆς σκιᾶς οὐ δραξάμενος πῶς γάρ; ἀκαταλήπτου πράγματος.
3.3.4
Μετὰ τοῦτον ὁ πρῶτος ἄνθρωπος εἰς ἡδυπάθειαν δελεασθεὶς ἀπηγορευμένῃ βρώσει τὴν ἀθανασίαν ἀπώλεσεν, ὡς Ἡσαῦ ὕστερον διὰ φακὸν τὰ πρωτοτόκια. Καὶ τὰς διαλέκτους δὲ ταύτας καὶ τὰς πολλὰς τῶν ἀνθρώπων φωνὰς ἔρως τοῦ πλείονος εἰς τὸν βίον εἰσήγαγεν. Οἱ γὰρ τῇ ἀνθρωπικῇ εὐθηνίᾳ ὑπερμαζήσαντες, βατὸν δὲ ἑαυτοῖς ἔσεσθαι τὸν οὐρανὸν προσδοκήσαντες καὶ πύργον γελοῖον ἐπὶ τὴν ἐκείνου ματαιοποιοῦντες ἀνάβασιν, οὗτοι τοὺς ὁμοφώνους ἀνθρώπους ἑτερογλώσσους ἐποίησαν· καὶ τὸ πλέον οὗ εἶχον ζητοῦντες αὐτοί τε συνεχέθησαν καὶ τῷ γένει τῶν ἀνθρώπων κατέλιπον κάμνειν ἐν ἀκοαῖς ἀσήμων φωνῶν καὶ ἑρμηνειῶν ζητήσει.
3.3.5
Τί δὲ ὁ Φαραώ; Πόθεν ταῖς διαφοραῖς καὶ ποικίλαις περιέπεσε μάστιξιν; οὐ διὰ πλεονεξίαν καὶ τὸ βούλεσθαι κύριος εἶναι ξένου λαοῦ καὶ μηδαμόθεν τῇ ἐκείνου βασιλείᾳ προσήκοντος; Καὶ διὰ τοῦτο τοὺς ἀλλοτρίους οὐκ ἀφιεὶς τοὺς ἰδίους ἀπώλεσεν· τοὺς μὲν ἐν πληγῇ τῶν πρωτοτόκων, τοὺς δὲ ἐν τῇ διώξει τῇ κατὰ θάλασσαν. Ἀφίημι γὰρ ποταμοὺς εἰς αἷμα ῥυέντας καὶ βατράχων ἄπλετον γένεσιν καὶ βρούχου λύμην καὶ φλυκταινῶν ἐξάνθησιν καὶ τῶν τετραπόδων τὸν θάνατον καὶ πᾶσαν τὴν κάκωσιν, ἣν Αἴγυπτος κατεδικάσθη διὰ τὴν πλεονεξίαν τοῦ ἄρχοντος.
3.3.6
Ἀλλαχοῦ πάλιν τέλος τῆς ἁμαρτίας κατέμαθον λέπραν ἀθρόον τῷ πλεονέκτῃ περιχεθεῖσαν. Καί μοι συνδιαμνημόνευσον, εἴ τις φιλοΐστωρ καὶ τῶν κατορθωμάτων Ἐλισσαίου φιλήκοος, ὅπως μὲν ὁ Σύρος Νεαιμὰν ἐκαθαρίσθη τῆς λέπρας ἐν τῷ Ἰορδάνῃ λουσάμενος, ὅπως δὲ μετῆλθεν τὸ πάθος εἰς Γιεζεῖ τὸ παιδάριον, νεάνισκον πλεονέκτην καὶ ἀφιλόσοφον, πνευματικὸν πωλήσαντα χάρισμα καὶ τὴν ἄμισθον ἰατρείαν τοῦ διδασκάλου.
3.3.7
Πόθεν ὁ Ἀβεσσαλὼμ πατραλοίας ἐγένετο, ὁ τοῦ πράου πατρὸς φλεγμαίνων καὶ θρασὺς νεάνισκος; οὐ πρὸ καιροῦ ζητήσας τὴν κληρονομίαν τῆς βασιλείας, ἐπιπηδήσας δὲ ἀλλοτρίοις ὡς ἅρπαξ; Τὸν Ἰούδα δὲ πάλιν, τί τοῦ καταλόγου τῶν μαθητῶν ἐξέβαλεν, ἐποίησεν δὲ προδότην ἀντ' ἀποστόλου; οὐ τὸ γαζοφυλάκιον πρῶτον ῥᾳδιουργούμενον, εἶτα ἡ κτῆσις τῆς ἀτίμου τιμῆς; Ἀνανίαν καὶ Σάπφειραν διὰ τί τραγῳδοῦσιν τῶν ἀποστόλων αἱ Πράξεις; οὐκ ἐπειδὴ τῶν ἰδίων ἐγένοντο κλέπται καὶ τῶν οἰκείων ἀναθημάτων ἱερόσυλοι;
3.3.8
Ἐπιλείψει με τάχα καὶ ἡ ἡμέρα τοὺς τῆς πλεονεξίας ὑπηρέτας ἀπαριθμούμενον. Ἀφέντες δὲ τὴν παλαιὰν ἱστορίαν τὴν πεῖραν ἐξετάσωμεν τὴν παρακο λουθοῦσαν τῷ βίῳ· οἷον οἶδεν θηρίον τὴν πλεονεξίαν καὶ ὧν ἂν λάβηται δυσαπάλλακτον, ἀκμάζον ἀεὶ καὶ οὐ μαραινόμενον, συγγηράσκον δὲ τοῖς ἁλοῦσι καὶ εἰς τέλος συνόν.
3.4.1
Ὁ λάγνος καὶ σωμάτων ἐραστής, κἂν ἐπὶ πολὺ ταῖς ἐπιθυμίαις λυσσήσῃ, ἢ αὐτὸς εἰς πρεσβυτικὴν ἡλικίαν ἐλθὼν ἢ τὸ ποθούμενον ἑωρακὼς παλαιωθὲν καὶ τὸ ἄνθος ἀποβαλόν, στάσιν εὑρίσκει τῆς νόσου. Ὁ γαστρί μαργος ἀναχωρεῖ καὶ αὐτὸς τῆς φιληδονίας, ἢ τοῦ κόρου πληρώσαντος ἢ τῶν πεπτικῶν μορίων ἀσθενησάντων καὶ παυσάντων τὴν ἐπιτεταμένην ὄρεξιν. Ὁ φιλοδόξος πολλαῖς ἐγκομπάσας περιφανείαις τοῦ φανητιᾶν ἀπολήγει.
3.4.2
Ἡ δὲ τῆς πλεονεξίας νόσος κακόν ἐστιν δυσαπάλλακτον· καὶ ὥσπερ ὁ κίσσος οὗτος, τὸ εὐθαλὲς φυτὸν καὶ ἀείφυλλον, ἐπὶ τὰ παραπε φυκότα τῶν δένδρων ἀνέρπον ἰσχυρῶς περιελίττεται τοῖς ξύλοις ὧνπερ ἂν δράξηται, καὶ οὔτε πεπονθότων οὔτε ξηρανθέντων ἀναχωρεῖ, εἰ μή τις αὐτοῦ σιδήρῳ καθάπερ δράκοντος διατέμει τοὺς ἑλιγμούς, οὕτως οὐδὲ τοιούτου ψυχὴν ἐλευθερῶσαι ῥᾴδιον, εἴτε νεάζοντος τοῦ σώματος εἴτε καὶ ὑπομαρανθέντος, ἐὰν μή τις νηφάλαιος λογισμὸς ἐπελθὼν ὡς μάχαιρα διακόψῃ τὴν νόσον.
3.5.1
Τοῖς οἰκείοις ὁ πλεονέκτης ἐστὶν ἀηδής, οἰκέταις βαρύς, φίλοις ἄχρηστος, ξένοις δυσέντευκτος, γείτοσιν ὀχληρός, γυναικὶ μοχθηρὸς σύνοικος, παιδῶν φειδωλὸς καὶ μικρολόγος τροφεύς, ἑαυτοῦ κακὸς ἐπιστάτης, νύκτωρ φροντίζων, μεθ' ἡμέραν πεπυκνωμένος, διαλεγόμενος ἑαυτῷ κατὰ τοὺς ἐξεστηκότας ἢ παραφέροντας· πάντων εὐθηνούμενος καὶ στένων ὡς ἐνδεής, τῶν παρόντων οὐκ ἀπολαύων καὶ τὰ ἀπόντα ζητῶν, τοῖς ἰδίοις οὐ κεχρήμενος, ἐποφθαλμιῶν δὲ τοῖς ἀλλοτρίοις.
3.5.2
Πολύαρνον τοῦ τοιούτου τὸ ποίμνιον στενοῦν τοὺς σηκοὺς ἐφ' ὧν κατακλείεται, καλύπτον πεδιάδας ἐν αἷς νέμεται· κἂν εὔσαρκον ὀφθῇ τοῦ προσοίκου πρόβατον, ἀφεὶς τὴν ἰδίαν ἀγέλην τῷ ἑνὶ καὶ ἀλλοτρίῳ τῇ ἐπιθυμίᾳ προσκάθηται. Τὸ αὐτὸ ἐπὶ τῶν βοῶν, ὁμοίως ἐπὶ τῶν ἵππων, οὐκ ἄλλως ἐπὶ τῆς γῆς. Πάντα στενοχωρεῖ τὴν οἰκίαν καὶ οὐδὲν ἐν τῇ χρήσει· οὐδὲ γὰρ ἀπολαυστικὸν οἷον τε εἶναι τὸν ἄπληστον, ἀλλ' ἔστιν αὐτοῦ ἡ οἰκία τάφου παραπλησία. Ἰδοὺ γὰρ καὶ οἱ τάφοι γέμουσι πολλάκις ἀργύρου καὶ χρυσοῦ, ἀλλ' αἱ ὕλαι τοὺς χρωμένους οὐκ ἔχουσιν. Τὸ σῶμα οὐ τρέφεται, ψυχῆς οὐκ εὑρίσκεται κέρδος· οὐκ εὐθηνεῖ γὰρ ἐκ τῆς δεξίας ἐλεημοσύνη.
3.5.3
Τί τὸ τέλος τοῦ μόχθου, διδαξάτω μέ τις τῶν ταύτῃ προειλημμένων τῇ νόσῳ. Οἶδα δὲ πολλοὺς ἐγώ, γνωρίσας ἐπὶ τῆς πείρας, ὡς καὶ ἐν νόσοις μᾶλλον τῆς ὑγιείας ἀγαπῶσι τὰ χρήματα· κἂν μὲν ὁ ἰατρὸς διά τινος ὕλης εὐώνου τὸν τῆς θεραπείας εἰσηγήσηται τρόπον, οἷον διὰ σελίνου ἢ θύμου ἢ ἀνήθου, ὧν ἡ εὐπορία ἀδάπανος, εὐπειθῶς τῆς συμβουλῆς ὑπακούοντας· ἂν δέ τινος φαρμάκου γένηται μνήμη τῶν οἷα τὰ ποικίλα καὶ πολυσύνθετα, καὶ ἐλθεῖν πρὸς τὸν φαρμακοπώλην ἢ τὸ μυροπώλιον κελευσθῶσιν, θᾶττον τὴν ψυχὴν ἀφίεντας ἢ λύοντας τὸ βαλάντιον. Γήϊνοι γὰρ ὄντες τὸ φρόνημα τὴν κτῆσιν τῶν γηΐνων ὑλῶν νομίζουσι τὴν ζωήν.
3.6.1
Τούτους λυποῦσιν ἄγαν καὶ αἱ κοιναὶ εὐπραγίαι, εὐφραίνουσι δὲ αἱ
3.6.2
περιστάσεις. Εὔχονται καὶ φόρων ἀνυποΐστων φοιτᾶν ἐπιτάγματα, ἵνα τόκοις πλεονάσωσι τὸ ἀργύριον· ἐπιθυμοῦσι βλέπειν τοὺς παρὰ τῶν δανειστῶν ἀγχομένους, ἵνα κτήσωνται τὸν ἀγρὸν ἢ τὸ σκεῦος ἢ τὸ ζῷον εὐώνως ἐκ τῆς ἀνάγκης ῥιπτούμενον.
3.6.2
Συνεχῶς δὲ καὶ πρὸς τὸν οὐρανὸν ἀναβλέπουσι κατὰ τοὺς φιλοσόφους, τοὺς τὰ μετέωρα φροντιστάς, οὐκ ἀστέρος ἐπιτολὴν ζητοῦντες, οὐδὲ τίς οἶκος ἕνα τῶν πλανητῶν ἔχει περισκοπούμενοι, ἀλλὰ τὴν τοῦ ἀέρος πολυπραγμονοῦντες κατάστασιν, εἰ τὰ προφαινόμενα σημεῖα ὄμβρων ἐπιρροὴν ἢ αὐχμὸν ἐπαγγέλλεται. Κἂν ἴδωσί τι τοῖς πολλοῖς δυσχερὲς προσδοκώμενον, εὐφραίνονται τῇ τῶν ἄλλων κακώσει.
3.6.3
Πάντα συνάγουσιν ἐν τοῖς ταμιείοις ἀσφαλῶς κατασημαίνοντες καὶ δισσοῖς κλείθροις κατασφαλίζονται· διαμετροῦντες ἀλήκτως ψηφίζουσιν. Ἀσχολουμένου δὲ τοῦ πλεονέκτου περὶ τὴν τοιαύτην ἐλπίδα καὶ τέως ὄναρ πλουτοῦντος ἐν τῇ σκιαγραφίᾳ τῶν ἐννοιῶν, ἐὰν ἐπιγένηται νέφος βαθύ, φοβεῖται ὡς κινδυνεύσων. Ἂν ψεκάδες τὴν γῆν ἐπιρραίνωσιν, ὑποδακρύειν ἄρχεται· ἂν δὲ καὶ ὑετὸς ἐπιγένηται ἀρκῶν τὸν αὐχμὸν ἐξιάσασθαι, πένθος τέλειον τὸ πρᾶγμα.
3.6.4
Περινοστεῖ λοιπὸν πᾶσι συσκοπούμενος περὶ τοῦ σίτου ὡς υἱοῦ κινδυνεύοντος, τίς ἴασις, τίς μηχανή, ἵνα πρὸς πολὺν αὐταρκέσῃ χρόνον, ἵνα τῶν σητῶν διαφύγῃ τὸ πάθος. Κἂν αἴσθηται καύσωνος, ὡς ἰατροὶ τοὺς διαφορουμένους διαπλώσας αὐτόν, καταμερίζει καὶ καταψύχει, μοχθῶν προσκαθέζεται, σκέπην κατὰ τὴν μεσημβρίαν σοφίζεται, τὰς σκιὰς νυκτὸς ἀπογυμνοῖ, ἵνα ταῖς αὔραις ταῖς νυκτεριναῖς ὑποπνέηται.
3.7.1
Ταῦτα αὐτῷ ταλαιπωροῦντι ὁ πένης παρίσταται, ζητῶν ἐκ τοῦ κινδυνεύοντος σίτου, καὶ οὐ δίδωσιν· ἢ δούς, φειδωλῶς χαρίζεται καὶ ἡμίθνητος τοῦ σίτου σφόδρα περιεχόμενος. Μὴ τοίνυν ἀπέραντα μόχθει καὶ χαλέπα, ὁ τοιοῦτος, παρακαλῶ. Ἐλέου μὲν γὰρ ἄξιος καὶ ὁ τρυφῶν πλεονέκτης, ὁ τῇ γαστρὶ καὶ ταῖς ἄλλαις ἡδοναῖς περιορίζων τὸν βίον, τοῦτο τέλος νομίζων τῆς ἀνθρωπότητος. Ὁ δὲ μικροπρεπὴς καὶ σμικρολόγος οὐδὲ μέτρον ἔχει τῆς ἀθλιότητος, λαμβάνων τὰ τῶν πολλῶν καὶ ἑαυτῷ μὴ διδούς, εἰς οὐδὲν δὲ καταλήγων τῆς σπουδῆς ἀποτέλεσμα.
3.7.2
Τίς γὰρ οὐκ οἶδεν, ὡς οὐδὲν τῶν γινομένων, πλὴν τῶν ἀρετῶν, αὐτὸ δι' ἑαυτὸ γίνεται, ἀλλ' ἕτερόν τι πράττομεν, ἵν' ἄλλο κατορθώσωμεν; Οὐδεὶς πλέων δι' αὐτὸ τὸ πλεῖν θαλαττεύει, οὐδὲ γεωργῶν δι' αὐτὸ τὸ γεωργεῖν τοῖς πόνοις συζῇ· ἀλλὰ πρόδηλον, ὡς τοῖς λυπηροῖς ἐγκαρτε ροῦσιν ἀμφότεροι, ὁ μὲν ἵνα τὴν ἐπικαρπίαν τῆς γῆς, ὁ δὲ ἵνα τὸν πλοῦτον τῆς ναυτικῆς ἐμπορίας κομίσηται. Σὺ δέ, τί τὸ σὸν πέρας εἰπέ. Ἵνα συναγάγῃς; Καὶ ποῖον τοῦτο τέλος, τὸ ἄχρηστον ὕλην σωρεύσαντα βλέπειν;
3.7.3
Τέρπει με, φησί, καὶ ἡ θέα. Οὐκοῦν ἄλλως τὸ σαυτοῦ νόσημα μέτελθε. Ἔξεστιν γὰρ καὶ τοῖς ἀλλοτρίοις χρήμασι προσαναπαύειν τὸν πόθον. Εἰ εὐφραίνει σε τὸ στιλπνὸν τοῦ ἀργυρίου, προσκαθήμενος τοῖς ἀργυροχόοις ἀπόβλεπε πρὸς τὴν πυκνὴν καὶ στίλβουσαν αὐγήν, ἢ καὶ τὰ πρατήρια καταλαμβάνων τέρπου τοῖς ποικίλοις σκεύεσιν, ὀψοφόροις τε καὶ προχόοις· προῖκα γάρ σοι καὶ ἀκώλυτον ἡ θέα.
3.7.4
Ὅρα καὶ τοὺς ἀργυρογνώμονας τοὺς ἐπὶ τῶν τραπεζῶν ψηλαφῶντας καὶ ἀριθμοῦντας συνεχῶς τὰ νομίσματα· μᾶλλον δὲ παραινέσει πεισθεὶς ἀγαθῇ μετάθου τῆς γνώμης. Εὔκολος γὰρ ἡ διόρθωσις, ἐπειδὴ μὴ φύσεώς ἐστιν ἀνάγκη πλεονεξία, ὁρμὴ δὲ προαιρέσεως, ἣν μεταβαλεῖν τοῖς τὸ συμφέρον ἐπιλογιζομένοις οὐ χαλεπόν.
3.8.1
Ὑπέρκυψον τῷ λογισμῷ εἰς τὸν ἑξῆς χρόνον, ὅτε οὐκ ἔσῃ, ὅτε μικρὰ γῆ καθέξει σοῦ διηπλωμένον τὸ σῶμα ἀναίσθητον· πλὰξ δὲ ὀλίγων σπιθαμῶν καλύψει τὸ λείψανον. Ποῦ τότε ὁ πλοῦτος καὶ τὰ συναχθέντα κειμήλια; Τίς ὁ τῶν καταλειφθέντων κληρονόμος; Οὐ γὰρ πάντως ἐκεῖνος ἔσται διάδοχος, ὃν σὺ προσδοκᾷς.
3.8.2
Ἂν παῖδας καταλείπῃς, τυχὸν κονδυλισθήσονται καὶ ὁμότροπός σου πλεονέκτης θρηνοῦντας αὐτοὺς τῆς οἰκίας τῆς πατρικῆς ἀπελάσει. Κἂν ἄπαις ὢν ἐπί τινα τῶν φίλων παραπέμψῃς τὸν κλῆρον, μὴ πρόσεχέ σου τῇ διαθήκῃ ὡς ἀκινήτῳ νόμῳ, ὡς πράγματι ἀναντιρρήτῳ καὶ ἰσχυρῷ. Ὀλίγη σπουδὴ ἄκυρον ποιεῖ τὴν γραφήν. Ἢ οὐχ ὁρᾷς τοὺς συνεχῶς ἐν τοῖς δικαστηρίοις κατὰ τῶν διαθηκῶν ἀγωνιζομένους, ὅπως αὐτὰς ποικίλοις ἐγχειρήμασι παρα κρούονται τοὺς τῶν νόμων τεχνίτας προϊστάμενοι συνηγόρους, τοὺς δεινοὺς ῥήτορας ἐπαγόμενοι βοηθοῦς, ψευδομάρτυρας τρέφοντες, δικαστή ρια διαφθείροντες;
3.8.3
Καὶ διὰ τοῦτο ἐξ ὧν ὁρᾷς ζῶν, περὶ τῶν μελλόντων τῶν μετὰ σὲ παιδεύου. Εἰ δίκαιον ἔχεις τὸν πλοῦτον, εἰς δέον χρῆσαι, ὡς ὁ μακάριος Ἰώβ· εἰ ἄδικον, ἀνάλυσον αὐτὸν ἐπὶ τοὺς βιασθέντας κυρίους, ὡς αἰχμάλωτον ἐκ πολέμου· ἢ αὐτὸν ὃν ἔλαβες ἢ μετὰ προσθήκης, ὡς ὁ Ζακχαῖος. Εἰ μὴ ἔχῃς, μὴ κτήσῃς κακῶς. Σοὶ μὲν γὰρ ἀκολουθήσει πικρὸν ἐφόδιον ἡ ἁμαρτία τὴν ἀναγκαίαν πορευομένῳ πορείαν· ἡ δὲ ἀπόλαυσις τῶν κτηθέντων οἷς οὐ γινώσκεις καταλειφθήσεται.
3.8.4
Καὶ τότε τὸν Δαβὶδ θαυμάσεις λέγοντα· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Γνωρίσῃς δὲ καὶ τὸν πλούσιον τὸν ἀντίθετον τοῦ Λαζάρου, τὸν ἀρτίως ἡμῖν ἐκ τῶν εὐαγγελίων ἀναγνωσθέντα, οὐ μῦθον συγκείμενον εἰς κατάπληξιν, ἀλλὰ τύπον ἀκριβῆ παραδοθέντα τοῦ μέλλοντος.
3.9.1
Ἡ βύσσος ἐσάπη, ἡ βασιλεία μετῆλθεν εἰς ἕτερον, αἱ τρυφαὶ κατηργήθησαν· ἡ ἀπ' ἐκείνων ἁμαρτία συνεξεδήμησεν ὡς σκιὰ παρα μένουσα βαδίζοντι σώματι. Καὶ διὰ τοῦτο μετὰ τὴν πολυτέλειαν τῶν συμποσίων καὶ τὴν ἁβροδίαιτον τράπεζαν ὕδατος ῥανίδα ζητεῖ δακτύλου λεπροῦ ἀποστάζουσαν· καὶ καλεῖ τὸν πτωχὸν τῆς τιμωρίας θεραπευτήν, τὸν οὐδὲ χεῖρας ἔχοντα τάχα, ἡνίκα τῷ πυλῶνι προσέρριπτο· ἦ γὰρ ἂν τοὺς κύνας ἀπεσόβησεν τοὺς ἐπιλειχομένους τὰ τραύματα.
3.9.2
Ἐπιθυμεῖ δὲ συμμίξαι τῷ Λαζάρῳ ἐκ τοῦ κατάντικρυ βλεπομένῳ καὶ μέσῳ διείργεται τῷ ὀρύγματι ἢ τῷ χάσματι· οὐ βόθρου τινὸς ὄντως ὠρυγμένου οὐδὲ τάφρου πεποιημένης, ὡς ἐπὶ τῶν στρατοπέδων ἔστιν ἰδεῖν τὸ τοῦ πολέμου μεταίχμιον, ἀλλὰ τὸ κώλυμα, οἶμαι, τῶν ἁμαρτημάτων ὁ λόγος ἐνδείκνυται, ὃ τῷ κατεγνωσμένῳ τὴν πρὸς τὸν δίκαιον πάροδον ἀπετείχισεν.
3.9.3
Καί μου τὴν ἑρμηνείαν Ἠσαΐας ὁ προφήτης ἐπισφραγίζεται πρὸς λαὸν ἄφρονα βαρέως ἀποτεινόμενος καὶ λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου διασῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλ' αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Εἰ δὲ ἁμαρτήματα ἀνθρώπους χωρίζειν οἶδεν Θεοῦ, οὐδὲν ἂν πλεονεξίας ἁμαρτωλότερον γένοιτο, ἣ καὶ παρὰ τῆς ἀψευδοῦς φωνῆς Παύλου, τοῦ τῆς ἀληθείας κήρυκος, εἰδωλολατρεία προσαγορεύεται καὶ πάντων τῶν κακῶν ῥίζα καὶ μήτηρ.
3.10.1
Πόθεν γὰρ οἱ τῆς μερίδος ὄντες ποτε τῶν χριστιανῶν καὶ κοινωνοὶ τῶν μυστηρίων πρὸς τὴν τῶν δαιμόνων λατρείαν εἱλκύσθησαν; Οὐκ ἔρωτι τοῦ πολλὰ κτήσασθαι καὶ κύριοι γένεσθαι τῶν ἀλλοτρίων; Λαβόντες δὲ ὑποσχέσεις παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἢ ζωῆς ἀρχοντικῆς ἢ περιουσίας τῆς ἐκ βασιλικῶν ταμιείων, ὥσπερ ἱμάτιον ταχέως τὴν θρησκείαν μετημφιέσαντο. Καὶ τὰ μὲν τῶν ἀνωτέρω χρόνων τῆς ἡμετέρας ζωῆς μνήμη καὶ ἀκοὴ διεσώσατο καὶ ἐδίδαξεν.
3.10.2
Ἔστιν δὲ ἃ καὶ ὁ καθ' ἡμᾶς βίος τῇ πείρᾳ παρέδωκεν. Ὅτε γὰρ ὁ βασιλεὺς ἐκεῖνος ὁ τὸ προσωπεῖον τοῦ χριστιανοῦ ἀθρόον ἀποθέμενος, γυμνώσας δὲ τὸ δρᾶμα τὸ κωμικὸν ὃ ἐν πολλῷ τῷ χρόνῳ καθυπεκρίνατο, αὐτός τε ἀναιδῶς ἔθυεν δαίμοσιν καὶ τοῖς τοῦτο βουλομένοις ποιεῖν πολλὰ προετέθη τὰ χρέα, πόσοι τὴν ἐκκλησίαν ἀφέντες ἐπὶ τοὺς βωμοὺς ἔδραμον; πόσοι δὲ τὸ τῶν ἀξιωμάτων δέλεαρ εἰσδεξάμενοι μετ' ἐκείνου κατέπιον τὸ τῆς παραβάσεως ἄγκιστρον;
3.10.3
Στιγματίαι δὲ περινοστοῦσι κατὰ τὰς πόλεις, μισούμενοι· δακτυλοδεικτούμενοι προδόται καὶ οὗτοι τοῦ Χριστοῦ δι' ὀλίγον ἀργύριον· ἐξόριστοι τοῦ καταλόγου τῶν χριστιανῶν, ὡς Ἰούδας τῶν ἀποστόλων· ἀπὸ τῆς προσηγορίας τοῦ παραβάτου γνωριζόμενοι, ὡς ἀπὸ τῶν ση μάντρων οἱ ἵπποι· ἑλκυσθέντες μόνον εἰς τὴν χαλεπωτάτην πασῶν ἁμαρτιῶν καὶ εὐθὺς ἀκολουθήσαντες τῷ τῆς βεβήλου καὶ μιαρᾶς δυσσεβείας μυσταγωγῷ.
3.11.1
Οὕτω τοίνυν κατὰ τὸν ἀπόστολον ἡ πλεονεξία καὶ εἰδωλατρεία γίνεται καὶ ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἀφ' ἑαυτῆς ἀμυθήτους γεννῶσα κακίας. Ὡς γὰρ οἱ τὸν χρυσὸν ἐκ τῶν κόλπων τῆς γῆς ἀνιχνεύοντες φασὶν τὴν χρυσῖτιν γῆν ἐπ' αὐτῆς μὲν τῆς ἀρχῆς καὶ τῆς κυριωτάτης γενέσεως σωρηδὸν ἀποκεῖσθαι, ἐκεῖθεν δὲ ὥσπερ φλέβας τινὰς ἀπό τινος ἔνθεν καὶ ἔνθεν εἰς μακρὸν διήκειν καὶ πολυσχιδῶς ἀποτείνεσθαι κατ' αὐτάς που τὰς ῥίζας τῶν δένδρων, τὰς ἐκ τοῦ πρέμνου διαπλουμένας, οὕτως κἀνταῦθα πολλὰς βλέπων τὰς ἀποφύσεις μιᾷ ῥίζᾳ, τῇ πλεονεξίᾳ, τὰς πάσας συνδε δεμένας εὑρίσκω.
3.11.2
Καὶ μέντοι καὶ οὐκ ἀνοικεῖον εὗρεν ὁ λόγος πρὸς πλεονεξίαν ἐκ τοῦ χρυσοῦ τὸ ὑπόδειγμα. Ἐντεῦθεν ὁρῶ τὸν πατραλοίαν τῆς κεφαλῆς τῆς γεννησάσης κατατολμῶντα, οὐκ αἰδούμενον δὲ οὔτε τὴν πολιὰν οὔτε τὸ πατρικὸν ἀξίωμα, ἀλλὰ τῇ ἐπὶ πλέον ζωῇ τοῦ γέροντος βαρούμενον. Πάντα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας ἄφθονα καὶ τὴν ἐξουσίαν τῶν βλεπομένων οὐκ ἔχων, ἐπιθυμῶν δὲ κύριος εἶναι αὐτῶν τε καὶ τῆς περιουσίας στενοῦται τῇ πατρικῇ αὐθεντείᾳ.
3.11.3
Καὶ τὰ μὲν πρῶτα σιωπᾷ καὶ ἐν τῷ βάθει κατέχει τὴν νόσον· τῷ χρόνῳ δὲ τὴν ἐπιθυμίαν πλεονάσας καὶ πληρωθεὶς τὴν ψυχὴν ἀθρόον ἐκρήγνυσι τὴν κακίαν, ὡς ἐπὶ τῶν σωλήνων τὰ ὕδατα. Καὶ λοιπόν ἐστιν ἀφόρητος τῷ πρεσβύτῃ, μονον ουχὶ συνελαύνων αὐτὸν πρὸς τοὺς τάφους ὑγαίνοντα καὶ βαδίζοντα.
3.11.4
Ἂν κούφως ἀναβῇ τὸν ἵππον, ὑπερθαυμάζει· ἂν τροφῆς ἐρρωμενέστερον μεταλάβῃ, γογγύζει· ἂν τοὺς οἰκέτας ἐωθινὸς διεγείρῃ πρὸς τὰς ὑπηρεσίας, τῇ ἐγρηγόρσει καὶ τῇ δυνάμει τοῦ γέροντος ἄχθεται. Ἂν δὲ καὶ δωρήσηταί τι τῶν κειμηλίων ἢ οἰκέτην ἀφῇ τῆς δουλείας, τότε δὴ τότε καὶ λῆρος καὶ παραπαίων καὶ τοὺς τῆς ζωῆς ὑπερβὰς ὅρους καὶ τῶν ἀλλοτρίων σπαθητὴς καὶ πᾶν βλάσφημον ἀκούων ἐμπαροινεῖται· διὰ τί μὴ ταχέως ἀπέθανεν ἐγκαλούμενος.
3.11.5
Σὸς οὗτος, ὦ μιαρὴ πλεονεξία, καρπός· παρὰ σοῦ τὰ κέντρα λαμβάνων ὁ παῖς πολέμιος γίνεται τοῦ γεννήσαντος. Σὺ πληροῖς τὴν γῆν λῃστῶν καὶ φονευτῶν, καταποντιστῶν δὲ θάλασσαν, τὰς πόλεις θορύβων, τὰ δικαστήρια ψευδομαρτύρων, συκοφαντῶν, προδοτῶν, συνηγόρων, δικαστῶν ἐκεῖ ῥεπόντων, ὅπου δ' ἂν σὺ καθελκύσῃς.
3.12.1
Πλεονεξία μήτηρ τῆς ἀνισότητος, ἀνηλεής, μισάνθρωπος, ὠμοτάτη. Διὰ ταύτην ὁ τῶν ἀνθρώπων βίος ἀνωμαλίας γέμει· καὶ οἱ μὲν ἐκ τοῦ κόρου ναυτιῶσι τὴν περισσείαν τῶν κτημάτων οἷον τροφὴν ἄπληστον ἀποβλύζοντες, ἄλλοι δὲ λιμῷ καὶ ἐνδείᾳ πιεζόμενοι κινδυνεύουσιν.
3.12.2
Οἱ μὲν ὑπ' ὀρόφοις χρυσοπάστοις κατάκεινται καὶ ὡς μικρὰς πόλεις οἰκοῦσι τὰς οἰκίας, λουτροῖς καὶ οἴκοις ποικίλοις καὶ στοαῖς ἐπὶ μακρότατον διηκούσαις καὶ παντοίᾳ πολυτελείᾳ κεκοσμημένας· ἕτεροι δὲ δύο δοκῶν σκέπην οὐκ ἔχουσιν, ἀλλ' ὅταν ἐν ὑπαίθρῳ διαζῆν μὴ δύνωνται, ἢ πρὸς τὰς καμίνους καταφεύγουσι τῶν λουτρῶν ἢ καὶ τοῖς βαλανεῦσι κακοξένοις περιτυχόντες, παραπλησίως τοῖς χοίροις τὴν κόπρον ὀρύττοντες τὴν ἀναγκαίαν θέρμην ἑαυτοῖς μηχανῶνται.
3.12.3
Καὶ τὸ ὁμότιμον ζῷον, ὁ ἄνθρωπος, τοσαύτην ἔχει τὴν διαφορὰν τῆς διαίτης πρὸς τὸ ὁμόφυλον· οὐκ ἄλλου τινὸς τὴν ἀταξίαν ταύτην καὶ τὴν ἀνωμαλίαν ἢ τῆς πλεονεξίας ἐπεισαγούσης. Ὁ μὲν γυμνοῖς ἀσχημονεῖ τοῖς μέλεσι καὶ ὁ ἄλλος πρὸς τὸ τὴν ἐσθῆτα δυσαρίθμητον ἔχειν πορφυραῖς πλαξὶν τοὺς τοίχους ἐνδύει. Ὁ πένης ἐπὶ ξυλίνης τραπέζης ἄρτον ἀπορεῖ διαθρύψαι καὶ ὁ τρυφῶν ἀργυρῆν τράπεζαν ἐλάσας εἰς πλάτος τῷ στίλβοντι ψυχαγωγεῖται τῆς ὕλης. Καὶ πόσῳ δικαιώτερον ἦν τὸν μὲν ἑστιᾶσθαι ἀρκούμενον τῇ ἄλλῃ τρυφῇ, τῆς τραπέζης δὲ τὴν τιμὴν τῶν ἀπόρων εἶναι τρυφήν;
3.12.4
Ἄλλος γηραιὸς καὶ βαδίζειν ἀδυνατῶν ἢ διά τινα λώβην χωλεύων ὄνον οὐ κέκτηται, ἀναγκαῖον τῆς χρείας ὄχημα· καὶ ἕτερος διὰ πλῆθος τὰς ἀγέλας οὐ γνωρίζει τῶν ἵππων. Τῷ μὲν ἐλαίου ἐνδεῖ πρὸς τὸ λύχνον ἀνάψαι· καὶ ἄλλος μόναις ταῖς λυχνίαις πλουτεῖ. Ὁ μὲν ἐπὶ τοῦ ἐδάφους ἔρριπται καὶ ὁ μάτην πλουτῶν τῷ κόσμῳ τῆς κλίνης περιαστράπτεται, ἀργυρᾶς σφαίρας ἐχούσης καὶ ἁλύσεις ἀντὶ τῶν σχοίνων.
3.12.5
Ταῦτα τὰ τῆς ἀκορέστου πλεονεξίας ἀποτελέσματα. Εἰ γὰρ μὴ εἰσήγαγεν εἰς τὸν βίον τὴν ἀνισότητα, οὐκ ἂν αὗται ἦσαν τῆς ἀνωμαλίας αἱ ἐξοχαὶ καὶ κοι λότητες, οὐδ' ἂν αἱ ποικίλαι συμφοραὶ ἀηδῆ καὶ πολύδακρυν τὴν ζωὴν ἡμῶν ἀπειργάζοντο.
3.13.1
Ἐντεῦθεν τὴν φυσικὴν πρὸς ἀλλήλους φιλίαν ἀπώλεσαν ἄνθρωποι καὶ σίδηρον ἀκονῶσι καὶ συγκροτοῦσι παρατάξεις καὶ ὥσπερ τινὰ θηρία μετὰ πολλῆς τῆς ἀγριότητος ἀλλήλοις συνάπτουσι. Τὰ δὲ ἀκόλουθα τούτοις πῶς ἄν τις καὶ ἐξηγήσαιτο;
3.13.2
Τείχη καρτερὰ τοῖς μηχανήμασι κατασείεται καὶ πόλεις ἁλίσκονται καὶ γυναῖκες ἄγονται καὶ παῖδες ἀνδραποδίζονται· τέμνεται γῆ καὶ κείρεται καὶ τὰ δένδρα πολεμοῦνται ὡς ἀδικήσαντες ἄνθρωποι· φόνος δὲ τῶν ἐν ἀκμῇ πολὺς καὶ οἱ τοῦ αἵματος ῥύακες ἀπορρέουσι τῶν ἀθλίων σωμάτων· ὁ δὲ πλοῦτος τῶν ἡττηθέντων ἆθλον τῶν κρατησάντων.
3.13.3
Ἐπὶ τούτοις ὀδυρμοὶ χηρείας, ὀρφανῶν δάκρυα καὶ πατέρας ὁμοῦ καὶ τὴν ἐλευθερίαν θρηνούντων· ὁ δὲ πρώην κύριος πλούτου πολλοῦ ἄρτου μεταιτεῖ τέμαχος προτείνων τὴν δεξιάν· καὶ ὁ πολλοὺς ἔχων δούλους ὑφάντας καὶ οἰκίας γεμούσας ἐσθῆτος ῥάκια περιβεβλημένος δουλεύει, ὕδωρ πρὸς ἀνάγκην κομίζων καὶ τοῦ ἱππῶνος ἀποξύων τὴν κόπρον καὶ ταῖς αἰσχραῖς ὑπηρεσίαις διακονούμενος· ἄλλα μυρία κακά, ἃ περιλαβεῖν ἀθρόως ἀδύνατον.
3.13.4
Τούτων δὲ πάντων ἀρχὴ καὶ αἰτία καὶ ῥίζα ἡ τοῦ πλείονος ἐπιθυμία, ἔρως ἄδικος τῶν ἀλλοτρίων κτημάτων. Εἰ δέ τις τοῦτο τὸ πάθος τῶν ἀνθρώπων ἐξέκοψεν, οὐδὲν ἐκώλυσεν εἰρήνην μὲν τῷ βίῳ βαθεῖαν ἐμπολιτεύεσθαι, πολέμους δὲ καὶ ταραχὰς ἐξ ἀνθρώπων φυγαδευθῆναι, ἐπανελθεῖν δὲ πάντας ἐπὶ τὴν κατὰ φύσιν στοργὴν καὶ φιλίαν.
3.13.5
Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπιμελῶς τοῖς παραγγέλμασι ταύτην ἐξιᾶται τὴν νόσον ποτὲ μὲν ἀποφαινόμενος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ποτὲ δὲ τὸν πλούσιον ἐκεῖνον ἄθλιον ἀποφαίνων, τὸν τῇ ἑξῆς τελευτᾶν μέλλοντα καὶ τὴν μακροχρόνιον ἀπόλαυσιν τὴν τρυφῆς ἑαυτῷ προτυποῦντα· καὶ ἀλλαχοῦ τὸν τέλειον ἐκεῖνον εἶναι διδάσκων, ὃς ἂν πάντων ὧν ἔχει τοῖς δεομένοις παραχωρήσας πρὸς τὴν ἀκτήμονα φιλοσοφίαν αὐτομολήσει, τὴν μητέρα τῆς ἀρετῆς καὶ ὁμόσκευον.
3.14.1
Ἀλλά μοι δοκῶ καὶ σιωπώντων ἀκούειν τῶν ἐκ συνηθείας τὰ τοιαῦτα φθεγγομένων πρὸς τοὺς διδάσκοντας· Καὶ πῶς τὸν βίον διατε λέσομεν, εἰ ἡ κτῆσις τῶν χρημάτων ἀμεληθείη; πῶς δὲ ταῖς χρείαις ἐπαρκέσομεν; πῶς λυθήσεται δάνεισμα; πῶς δὲ καὶ δοθήσεται δάνος τῷ ζητοῦντι, ἂν πάντες ὦμεν διὰ τὴν σὴν παραίνεσιν ἄποροι; Ἀπίστου τὸ ῥῆμα, ἀσυνέτου ἡ φωνή, οὐκ εἰδότος, ὅτι δεσπότην ἔχομεν τὸν Θεόν, οἰκονόμον τοῦ βίου, τῷ γενομένῳ ζῴῳ παρ' ἑαυτοῦ χορηγοῦντα τὰ χρήσιμα καὶ τοὺς ἀναγκαίους πορισμοὺς τῆς τροφῆς καὶ τῶν σκεπασμάτων τὴν χρείαν.
3.14.2
Ἡ γὰρ πρόνοια τοῦ Θεοῦ τῶν οἰκείων ποιημάτων ἐστὶν περιεκτική· καὶ τὸν ἐν πίστει πλουτοῦντα πενίας οὐδέποτε κατέσχεν συμφορά. Ἓν δὲ τῶν θείων προκομίσας λόγιον εἰς ἀπόδειξιν τοῦ προκει μένου ἱκανήν, ὡς οἶμαι, μαρτυρίαν παρέξω.
3.15.1
Ἐν τῇ τῶν Βασιλειῶν ἱστορίᾳ γυνή τις ἀναγέγραπται χήρα, βαρυνομένη λίαν τῇ συμφορᾷ τῆς μονώσεως. Ἐπολιόρκει δὲ αὐτὴν δανειστὴς φιλάργυρος καὶ μισάνθρωπος, ἐνέχυρον τοὺς υἱοὺς ἀφαιρούμενος οὓς μόνους εἶχεν ἀντὶ πάντων ἡ μήτηρ. Ἐπεὶ δὲ εἰς ἀμηχανίαν αὐτῇ περιεστήκει τὸ πρᾶγμα καὶ οὐδεὶς ἠλέει τῶν ἐχόντων χρυσίον, ἦλθεν πρὸς τὸν ἔχοντα φιλανθρωπίαν καὶ πίστιν.
3.15.2
Ἐλισσαῖος δὲ οὗτος ἦν ὁ προφήτης, ἀνὴρ ἀκτήμων τῶν γηΐνων ὑλῶν καὶ περισσευόμενος τῆς ἀσωμάτου περιουσίας· φιλόσοφος ἐξ ἀροτήρων, ἄοικος, ἀνέστιος, μονο είμων· νεωστὶ μὲν κληρονομήσας, τὴν δὲ κληρονομίαν λαβὼν μηλωτὴν εὔωνον καὶ εὐλογίαν ἀόρατον τοῦ πυρίνου ἅρματος ἐκπεσοῦσαν. Οὐ μὴν ἄπρακτον τὴν ἱκεσίαν ἀπέπεμψεν, οὐδὲ ἀπέγνω τῆς βοηθείας, ἐπειδὴ μὴ παρῆν τὸ ζητούμενον, οὐδὲ εἶπεν ἀγεννῆ τινα καὶ ἄπιστα ῥήματα, ὡς εἷς τῶν πολλῶν· Καὶ πόθεν ἐμοὶ ἀργύριον, ὥστε διαλῦσαι τὸ ὄφλημα;
3.15.3
Ὥσπερ δὲ ἄριστος ἰατρὸς καὶ φαρμάκων μὴ παρόντων ἐξ ἐπινοιῶν παραδόξων εὗρε τῇ νόσῳ τὴν ἴασιν, καί, Τί σοι, φησίν, ἐπὶ τῆς οἰκίας, ὦ γύναι; Μνημόνευσον εἴ τι καὶ ὀλίγον ἔνδον τυγχάνει. Οὐδεὶς γὰρ οὕτως πένης, ὡς καθάπαξ μηδενὸς κύριος εἶναι. Ὡς δὲ εἶπεν, ὅτι κεράμιόν ἐστιν καὶ λείψανον ἐν αὐτῷ βραχὺ ἐλαίου, Παρασκεύασόν μοι, εἶπεν, πλῆθος ἀγγείων. Καὶ ἡ μὲν ηὐτρέπισεν, ὁ δὲ δι' αὐτῆς ἐπλήρωσεν καὶ τῷ δα νειστῇ διελύθη τὸ ὄφλημα· ἡ δὲ γυνὴ ἀπῆλθεν ἐξ ἀπόρων εὑροῦσα τὸν πόρον.
3.15.4
Τὸ γὰρ ὀλίγιστον ἔλαιον, ὃ εἶναι παρ' αὐτῇ εἶπεν πρὸς τὸν προφήτην, ἐπήγασεν ἐκ τοῦ παραδόξου καὶ πάντας τοὺς εὐτρεπισθέντας ἀμφορίσκους ἐπλήρωσεν· ἕστη δὲ τότε τῆς ῥύσεως, ὅτε ἀγγεῖον οὐκ ἔτι ἦν τὸ δεχόμενον· καὶ τῇ χρείᾳ συνεμετρήθη ἡ χάρις. Ἀληθῶς ἔλαιον ἐκεῖνο, ὃ φυτὸν οὐκ ἐκαρποφόρησεν, ἀλλ' οἱ τοῦ Θεοῦ οἰκτιρμοὶ ἐγεώρ γησαν.
3.15.5
Ταύτην ὠνήσασθε τὴν ἐπιστήμην, εἰ δύνασθε, οἱ ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι καὶ δυομένου, βασιλεῖς, δυνάσται, πλούσιοι. Οἱ σοφοὶ τῆς ἐγκοσμίου σοφίας, κτήσασθε τοῦ ἀπὸ ἀροτήρων προφήτου τὸ χάρισμα, ὃ ἀναφαίρετον τῷ λαβόντι συνῆν. Τὰ γὰρ τῆς ὑμετέρας σπουδῆς κτήματα μυρίους ἔχει παρακειμένους τῆς ἀπωλείας κινδύνους· λῃστὰς τοιχωρυ χοῦντας, τυράννους ἁρπάζοντας καὶ συκοφάντας ἐπιβουλεύοντας, θάλασσαν καταποντίζουσαν καὶ γῆν ὑπορρηγνυμένην τοῖς χάσμασιν.
3.15.6
Ἔστω τοίνυν ἐλπὶς καὶ ταμιεῖον ἀνθρώποις ἡ τοῦ Θεοῦ δεξιά, ἡ τὸν λαὸν Αἰγύπτου ἐξαγαγοῦσα καὶ ἐν ἐρήμῳ χώρᾳ τὴν εὐθηνίαν τῶν ἀγαθῶν χορηγήσασα· ἡ τῷ Δανιὴλ ἀγαγοῦσα τὸν Ἀμβακούμ, καὶ τὸν Ἰσμαὴλ σώσασα τῆς μητρικῆς ἀγκάλης ἀπορριφέντα, καὶ τοῖς καθ' ἑκάστην γενεὰν ἐπαρκέσασα, καὶ τελευταῖον πέντε κριθίνους ἄρτους ὡς ἄπειρον γεωργίαν πληθύνασα, ἵν' ὁ εἷς ἄρτος χιλίων ἀνδρῶν πεινώντων πληρώσῃ γαστέρα καὶ πρός γε κόφινον τῶν λειψάνων. Τῷ δὲ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note