Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 4 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Δύο κατὰ ταὐτὸν ἑορταὶ συνέδραμον ἐπὶ τῆς χθιζῆς καὶ τῆς ἐνεστώσης ἡμέρας, οὐ συμφωνοί τε καὶ ἀδελφοί, πᾶν δὲ τοὐναντίον ἐχθρῶς τε καὶ ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἡ μὲν γάρ ἐστιν τοῦ ἔξωθεν συρφε τοῦ, πολὺ συνάγουσα τοῦ μαμωνᾶ τὸ ἀργύριον καὶ τὴν ἄλλην καπηλείαν ἐφελκομένη, τὴν ἀγοραῖόν τε καὶ ἀνελεύθερον· ἡ δὲ τῆς ἁγίας καὶ ἀληθοῦς θρησκείας, οἰκείωσιν τὴν πρὸς Θεὸν καὶ τοῦ κεκαθαρμένου βίου τὴν ἀρετὴν ἐκπαιδεύουσα.
4.1.2
Ἐπειδὴ δὲ πολλοὶ προτιμῶντες τὴν ἐκ τῆς ματαιότητος τρυφὴν καὶ ἀσχολίαν ἀπελείφθησαν τοῦ κατὰ τὴν ἐκκλησίαν συλλόγου, φέρε, τὴν μωρὰν καὶ βλάπτουσαν τέρψιν λόγῳ τῶν ψυχῶν ἀπελάσωμεν, ὥσπερ τινὰ φρενῖτιν ἐν τῷ γελᾶν καὶ παίζειν τὸν θάνατον ἄγουσαν.
4.1.3
Ἐν καιρῷ δ' ἂν τὸν Σολομῶντα ζηλώσαιμι τῆς τοῦ λόγου μεταχειρήσεως. Καὶ γὰρ ἐκεῖνος συμβουλεύων τοῖς νέοις ἀσφαλῶς ἑαυτοὺς ἀπὸ τῶν παγίδων τῆς ἀκολασίας τηρεῖν, ἵνα δραστήριον καὶ ἐνεργῆ τὴν ἑαυτοῦ νουθεσίαν ἐργάσηται, προσωποποιεῖ τὴν ἀκολασίαν εἰς γυναῖκα κατεγνωσμένην· πᾶσαν δὲ τὴν κακίαν αὐτῆς στηλιτεύων οὕτως μίσους ἀξίαν ἀποφαίνει τοῖς δελεαζομένοις.
4.1.4
Διὸ κἀγὼ τὴν ματαιότητα τῆς ἀνθρωπικῆς ἑορτῆς ὑποδείξας τῷ λόγῳ πειράσομαι τοὺς ἐραστὰς ἐκείνης ἀποστῆσαι τῆς πεπλανημένης σπουδῆς.
4.2.1
Ἑορτῆς τοίνυν πανδήμου οὗτος ὁ θεσμὸς καὶ ὁ νόμος· πρῶτον μὲν φανερὸν σκοπὸν εἶναι τῆς πανηγύρεως, ἔπειτα κοινὴν εἶναι πάντων εὐφροσύνην καὶ μὴ μέρος μὲν ἥδεσθαι, τὸ δὲ λειπόμενον ἐν λύπῃ καὶ κατηφείᾳ διάγειν. Τοῦτο γὰρ πολέμου μᾶλλον ἢ ἑορτῆς ἐξαίρετον· ἐπειδήπερ ἐπάναγκες τοὺς μὲν κρατήσαντας ἐμπομπεύειν τῇ νίκῃ, τοὺς δ' ἡττηθέντας δακρύειν τὴν συμφοράν.
4.2.2
Ἐπὶ δέ γε τούτων τῶν ἡμερῶν, πρῶτον μὲν τὸ ἐπὶ τίσι τελεῖται ἡ πανήγυρις ἄδηλον. Μῦθοι γὰρ λέγονται πολλοί, ἀλλήλων ἀνατρεπτικοί· ἀληθὲς δὲ οὐδέν. Εἶτα ὀλίγους μὲν εὐφραινομένους βλέπω· ἀνιωμένους δὲ τοὺς πολλούς, κἂν εὐπρεπεῖ ἑτερότητι τὴν λύπην ἐπισκιάζωσιν· πάντα δὲ θορύβου γέμοντα καὶ ταραχῆς, καὶ τὸ πλῆθος πρὸς ἑαυτῷ εἰκῆ ὠθιζόμενον.
4.3.1
Ἀνάμνησίς ἐστιν καὶ εὐφροσύνη ἐνιαυτοῦ. Ποία εὐφροσύνη, ἄνθρωπε; Πρῶτον, ὅταν ἐννοήσω τῆς συντυχίας τὸ σχῆμα, οἷόν ἐστιν, καὶ ὅπως ὕποπτον καὶ οὐ φιλικόν! Ἀδρανεῖ τῇ φωνῇ καὶ λεπτῇ ἡ προσηγορία πρόεισι τῶν χειλέων· εἶτα ἀκολουθεῖ φίλημα τοῦ λήμματος προοίμιον, καὶ φιλεῖται μὲν τὸ στόμα, ἀγαπᾶται δὲ τὸ νόμισμα· τὸ σχῆμα διαθέσεως καὶ τὸ ἔργον πλεονεξίας. Ἔνθα δὲ καθαρὰ φιλία καὶ ἄδολος, ἄμισθοι καὶ ἀκερδεῖς εἰσιν αἱ φιλοφρονήσεις.
4.3.2
Περιφέρεται γοῦν πολὺ πανταχοῦ καὶ δίδοται τὸ χρυσίον, πρόφασις δὲ δικαία καὶ εὐπρεπὴς τοῦ λήμματος οὔτε ἔστιν οὔτε λέγεται. Γάμος οὐκ ἔστιν, ἵνα νυμφίου τις γαύρου καλέσῃ φιλοτιμίαν. Ἐλεημοσύνην οὐκ ἔχω καλεῖν τὴν δαπάνην· οὐδεὶς γὰρ πένης ἀφίεται συμφορᾶς. Συνάλλαγμα οὐκ ἄν τις καλέσειεν τὸ γινόμενον· οὐδὲν γὰρ διαμείβουσι πρὸς ἀλλήλους τὸ πλῆθος. Δωρεὰν δὲ εἰπεῖν, οὐδὲ μέχρις ὅτου δίκαιον, ἔνθα συνέζευκται ἀνάγκη τῇ δόσει.
4.3.3
Τί τοίνυν ἢ τὴν ἑορτὴν καλέσωμεν ἢ τὰ ἐν ταύτῃ δαπανώμενα; Ἐγὼ μὲν οὐχ εὑρίσκω. Εἴπατε δέ, οἱ περὶ αὐτὴν ἐσπου δακότες· δότε λόγον, ὡς ἡμεῖς τῶν ἀληθινῶν καὶ κατὰ Θεὸν πανηγύρεων. Γενέθλιον ἑορτάζομεν, ἐπειδὴ τὰ ἐν σαρκὶ θεοφάνια κατὰ τοῦτον τὸν χρόνον ἔδειξεν ἡμῖν ὁ Θεός. Φῶτα πανήγυριν ἄγομεν, ἐπειδὴ τῇ τῶν ἁμαρτημάτων ἀφέσει οἷον ἐκ σκοτεινοῦ τινος δεσμωτηρίου τοῦ προτέρου βίου πρὸς τὸν φωτεινὸν καὶ ἀνεύθυνον ἀναγόμεθα.
4.3.4
Καλλωπιζόμεθα πάλιν καὶ χαίροντες ἐμπομπεύομεν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως· τὴν γὰρ ἀφθαρσίαν ἡμῖν καὶ τὴν πρὸς τὸ κρεῖττον δηλοῖ μετακόσμησιν. Οὕτως ταύτας ἑορτάζομεν, οὕτως τὰς ἐφεξῆς· καὶ παντὸς ἀνθρωπικοῦ πράγματος λόγος ἡγεῖται· οὗ δὲ αἰτία καὶ σκοπὸς ἄπεστιν, λῆρος τοῦτο καὶ φλήναφος.
4.4.1
Ὢ τῆς ἀτοπίας! Πάντες κεχηνότες περινοστοῦσι, τὰ παρ' ἀλλήλων
4.4.2
ἐλπίζοντες. Οἱ δόντες λυποῦνται, οἱ λαβόντες οὐ κατέχουσι. Μεταβαίνει γὰρ εἰς ἀλλήλους τὸ λῆμμα καὶ ὁ παρὰ τοῦ ὑπευθύνου δεξάμενος δίδωσι τῷ μείζονι. Ἄστατον δέ ἐστιν τὸ τῆς ἡμέρας ταύτης χρυσίον, ὥσπερ ἡ τῶν παιζόντων σφαῖρα, ὀξέως παρ' ἐμοῦ πεμπόμενον πρὸς τὸν ἕτερον.
4.4.2
Καὶ καινὸς δωροφορίας καὶ λειτουργίας τρόπος, ἀπαραίτητον ἔχων τῆς ἀνάγκης τὴν εἰσφοράν. Ὁ γὰρ μείζων καὶ ἔνδοξος δυσωπεῖ, ὁ ἐλάττων αἰτεῖ, καὶ πάντες βαθμοῖς ἐπὶ τοὺς κόλπους τῶν ὑπερεχόντων κινοῦνται. Καὶ ὅπερ ἐπὶ τῆς συρροίας τῶν ὑδάτων γίνεται, τοῦτο νῦν ἔστιν ἰδεῖν.
4.4.3
Καὶ γὰρ ἐκεῖ λεπτὸς ῥύαξ ἀπορρεύσας τοὺς ῥοῦς τῷ μετ' αὐτὸν καὶ μείζονι μίγνυται· κἀκεῖνος καλύπτεται πάλιν παρὰ τοῦ μᾶλλον πλημμυροῦντος καὶ πολλὰ λεπτότερα ῥεύματα ἀθροισθέντα ποταμοῦ γείτονος προσθήκη γίνονται· οὗτος πάλιν ἑτέρου τοῦ μείζονος καὶ ἄλλος ἄλλου, μέχρις ἂν ὁ τελευταῖος τῷ βάθει καὶ τῷ πλάτει τῆς θαλάσσης ἐγκαθορμίσῃ τὸ ὕδωρ.
4.4.4
Ἑορτὴ αὕτη ψευδώνυμος, ἐπαχθείας γέμουσα· καὶ γὰρ ἡ πρόοδος ἐπαχθὴς καὶ ἡ ἔνδον μονὴ οὐκ ἀνενόχλητος. Δημόται γὰρ ἀγύρται καὶ οἱ τῆς ὀρχήστρας θαυματοποιοὶ εἰς τάξεις καὶ συστήματα ἑαυτοὺς καταμερίσαντες ἑκάστην οἰκίαν διοχλοῦσιν· καὶ δῆθεν μὲν εὐφημοῦσι καὶ ἐπικροτοῦσιν, μένουσι δὲ πρὸς ταῖς πύλαις τῶν πρακτήρων εὐτονώτερον, μέχρις ἂν ἀποκναισθεὶς ὁ ἔνδον πολιορκούμενος προῆται τὸ ἀργύριον ὅπερ ἔχει καὶ ὃ οὐ κέκτηται.
4.4.5
Ἀμοιβαδὸν δὲ προσιόντες ταῖς θύραις ἀλλήλους διαδέχονται καὶ μέχρις δείλης ὀψίας ἄνεσις οὐκ ἔστιν τοῦ κακοῦ, ἀλλὰ φατρία φατρίαν καταλαμβάνει καὶ βοὴ βοὴν καὶ ζημία ζημίαν.
4.5.1
Αὕτη ἡ βελτίστη ἑορτὴ καὶ δανεισμάτων αἰτία γίνεται τοῖς ἀνθρώ ποις, καὶ τούτων ἐντόκων· ἀφορμὴ πενίας, δυστυχημάτων ἀρχή. Ἂν δέ τις διὰ τὸ τῆς οὐσίας ἀναξιόπιστον μηδὲ τοῦ δανείζοντος εὐπορήσῃ, ἕλκεται ὡς ὁ τοὺς φόρους τοὺς βασιλικοὺς ἐλλιπών, δακρύει ὡς ὁ δημευό μενος, ὀλοφύρεται ὡς ὁ λῃσταῖς περιπεσών, φρουρεῖται, μαστίζεται.
4.5.2
Ἂν δέ τι μικρὸν ὑπάρχῃ κατὰ τὴν οἰκίαν εἰς διατροφὴν γαμετῆς καὶ παίδων ἀθλίων, τοῦτο προΐεται· κάθηται δὲ λιμώττων παγγενεὶ ἐπὶ τῆς φαιδρᾶς ἑορτῆς. Καινὸς κακῆς συνηθείας νόμος, ἀηδίαν ἑορτάζεσθαι καὶ ἀπορίαν ἀνθρώπων πανήγυριν λέγεσθαι.
4.6.1
Αὕτη ἡ ἡμέρα καὶ τοὺς μικροὺς παῖδας καὶ ἀφελεῖς καὶ ἁπλοϊκοὺς φιλαργύρους εἶναι διδάσκει καὶ παρασκευάζει οἰκίαν ἀμείβειν ἐξ οἰκίας καὶ δῶρα προσφέρειν καινά, ὀπώρας ἀργυρίῳ καθηλωμένας. Ἔστιν δὲ ἡ δόσις τοῦ διπλοῦ ἀντίδοσις καὶ τὸ καπηλικὸν καὶ ἀνελεύθερον ἐντεῦθεν ἄρχεται ἁπαλοῖς τοῖς φρονήμασιν ἐντυποῦσθαι τῶν νέων.
4.6.2
Τοὺς δὲ ἱεροὺς καὶ βελτίστους γεωργοὺς οἷα διατίθησιν αὕτη ἡ ἡμέρα! Φευκτὴν αὐτοῖς καὶ ἄβατον τὴν πόλιν ἐργάζεται· καὶ μᾶλλον αὐτὴν ἀποδιδράσκου σιν ἢ οἱ λαγοὶ τὰ δίκτυα. Οἱ γὰρ εὑρισκόμενοι μαστίζονται, παροινοῦνται, ἀπολλύουσιν τὰ ἐν χερσίν, ἐν εἰρήνῃ πολεμοῦνται, ἐπιχλευάζονται, κωμῳδοῦνται λόγοις καὶ ἔργοις· πληροῦνται τῆς ὕβρεως οἱ βέλτιστοι ἡμῶν προφῆται, τὰ ἀπόνηρα ζῷα, αἱ ἁπλοϊκαὶ τοῦ Θεοῦ εἰκόνες, οἱ ἐν ἐλευθερίᾳ πιστοὶ δοῦλοι τῆς ἡμετέρας ζωῆς.
4.6.3
Οὕτως μὲν οὖν οἱ ἐν τέλει, οὕτως πένητες, οὕτως παιδία, οὕτως ἄγροικοι. Οἱ μὲν μοχθοῦσιν, οἱ δὲ γογγύζουσιν, οἱ δὲ μανθάνουσιν ἃ μὴ εἰδέναι καλόν.
4.7.1
Σκεψώμεθα δὲ ὅπως καὶ οἱ ἔνοπλοι στρατιῶται παρὰ ταύτης ὠφελοῦνται τῆς ἑορτῆς. Εἰς χρήματα ζημιοῦνται καὶ ἑνὸς ἐκπτώματος μισθὸν προσφέρουσιν τὸν ἐπισιτισμὸν τοῦ πολέμου. Εἰς τρόπους καὶ ἤθη βλάπτονται. Μανθάνουσι γὰρ ἀνελευθερίαν, ἐπιτηδεύματα σκηνικῶν, ἔκλυσιν καὶ μαλακίαν ἠθῶν, παιδιὰν κατὰ τῶν νόμων καὶ τῆς ἀρχῆς, ἧς ἐτάχθησαν φύλακες.
4.7.2
Τὴν γὰρ μεγίστην ἀρχὴν κωμῳδοῦσιν καὶ διασύρουσιν, ἅρμα ὡς ἐπὶ σκηνῆς ἀναβαίνοντες καὶ δορυφόρους πεπλασμέ νους χειροτονοῦντες καὶ δημοσίᾳ ποιοῦντες τὰ τῶν ἐξυρημένων πρὸς κόνδυλον. Καὶ ταῦτ' ἔστιν τῆς πομπείας τὰ σεμνότερα. Τὰ δὲ ἄλλα πῶς ἄν τις εἴποι;
4.7.3
Μὴ καὶ ἐκκαλυψάμενος γυναικίζεται ὁ ἀριστεύς, ὁ τὸν θυμὸν λεοντώδης, ὁ μετὰ τὴν ὅπλισιν θαυμαστὸς ὀφθῆναι τοῖς οἰκείοις καὶ φοβερὸς τοῖς ἐναντίοις· καὶ τὸν χιτῶνα μέχρι τῶν σφυρῶν ἀφίησι καὶ τοῖς στέρνοις περιελίττει τὴν ζώνην καὶ ὑποδήματι κέχρηται γυναικείῳ καὶ τὸν κρώβυλον ἐπιτίθεται τῇ κεφαλῇ, ᾗ γυναιξὶ νόμος·
4.7.4
καὶ φέρει τὴν ἠλακάτην ἐρίου γέμουσαν καὶ τῇ δεξιᾷ νῆμα κατάγει, τῇ ποτε φερούσῃ τὸ τρόπαιον· καὶ τὸν τόνον τῆς ψυχῆς ἐναλλάττων τὸ ὀξύτερον καὶ γυναικῶδες φθέγγεται; Ταῦτα τῆς πανηγύρεως τὰ χρηστά· ταῦτα τῆς πανδήμου ἑορτῆς τὰ συμφέροντα σήμερον.
4.8.1
Καὶ οἱ τῆς κορυφῆς τῶν ἀξιωμάτων ἀνθρωπικῶν ἐπιβάντες, οἱ πολυθρύλητοι ὕπατοι, τῇ ματαιότητι δαπανῶσι τὸν πλοῦτον, σωροὺς χρημάτων σκορπίζοντες εἰς ἀκαρπίαν δικαιοσύνης καὶ καρπὸν ἁμαρτίας· ὧν τοσοῦτον περιφανὴς ἡ ἀφροσύνη, ὅσον ὑψηλὸς ὁ θρόνος.
4.8.2
Πολλοῖς γὰρ ἀνθρωπικοῖς ἐμβατεύσαντες θρόνοις καὶ τὰς μεγίστας τῆς βασιλείας ἀρχὰς διοικήσαντες, λαμβάνουσιν ἀφειδῶς ἀπὸ πάσης τὰ πλεῖστα· οἱ μὲν πενήτων στρατιωτῶν τὸ σιτηρέσιον σφετερισάμενοι, ἄλλοι τὸ δίκαιον καὶ τὴν ἀλήθειαν πολλάκις πωλήσαντες, καὶ τῶν βασιλικῶν ταμιείων ἕτεροι ἄφατον ἐξαντλήσαντες πλοῦτον καὶ τὰ πανταχόθεν σπουδαίως ἀθροίσαντες· φεισάμενοι δὲ οὐδενὸς λήμματος, οὐκ ἀπρεποῦς, οὐκ ἀδίκου·
4.8.3
καὶ Θεὸν παροξύνοντες προκάθηνται νῦν, καὶ μετ' ὀλίγον ἡνιόχοις μερίζοντες τὸν χρυσὸν καὶ αὐληταῖς κακοδαίμοσι καὶ μίμοις καὶ ὀρχησταῖς καὶ ἀνδρογύνοις καὶ γυναιξὶ πόρναις ὤνιον παρεχούσαις τῷ δημίῳ τὸ σῶμα· καὶ αὖθις θηριομάχοις μιαροῖς καὶ ἀνελπίστοις καὶ αὐτοῖς τοῖς θηρίοις. Πρόδηλον γάρ, ὡς καὶ τὰ θηρία τρέφει χρυσός, τοῖς μὲν τὰ κρέα, τοῖς δὲ τὴν μάζαν ὠνούμενος.
4.8.4
Ταῦτα δὲ πάντα προΐενται ὑπὲρ μιᾶς σπουδῆς, ἵνα τὰ ὀνόματα αὐτῶν τῶν συναλλαγμάτων προ γράφηται. Ὢ τῆς ἀνοίας! Ὢ τῆς τυφλότητος! Θεὸς ἐπαγγέλλεται τῶν πτωχοτρόφων τὰ ὀνομάτα βίβλοις ζώσαις ἐγγράφειν, ταῖς ἀθανάτοις, ταῖς ἀδιαφθόροις, ἃς σὴς οὐκ ἀφανίζει καὶ χρόνος οὐκ ἐξαλείφει· κἀκείνων τῶν γραμμάτων οὐκ ἐρᾷς, οὐδὲ λόγον τινὰ ποιῇ τῆς μακαρίας ἐπαγγελίας, οὐδὲ τῇ μνήμῃ τοῦ Θεοῦ ἐγγραφῆναι ζητεῖς; Τοῦτο γάρ ἐστιν ἡ βίβλος ἡ ζῶσα.
4.8.5
Περὶ πολλοῦ δὲ ποιῇ παρὰ τῶν συμβολαιογράφων γράφεσθαι καὶ παρὰ τῶν ὠνουμένων τὰ ἀνδράποδα λαλεῖσθαι καὶ κροτεῖσθαι παρὰ δημοτῶν κολάκων, κακὸς τῆς χρείας τῶν πραγμάτων κριτής, ἀνόητος δοκιμαστὴς τοῦ συμφέροντος.
4.8.6
Δὸς τῷ λελωβημένῳ πτωχῷ καὶ μὴ τῷ λελυμένῳ μουσικῷ· χάρισαι πρὸ τῆς πόρνης τῇ χήρᾳ, πρὸ τῆς δημοσίας τῇ σεμνῶς κατακεκλημένῃ. Περιέργασαι ποῦ παρθένος ἁγία Θεῷ ψάλλουσα καὶ μίσησον ψάλτριαν ἀναιδῆ πρὸ τῆς ὄψεως τῷ μέλει τοὺς ἀκολάστους θηρεύουσαν· ἐπάρκεσον ὀρφάνῳ, λῦσον δάνεισμα πένητος, καὶ ὄψει δόξαν διαιωνίζουσαν.
4.8.7
Κενοῖς πλῆθος βαλαντίων ὑπὲρ παιδιᾶς ἀσχήμονος καὶ ἀτάκτου γέλωτος, οὐκ εἰδὼς ὅσα πενήτων χαρίζῃ δάκρυα ἐξ ὧν συνήχθη ἡ εὐπορία· πόσοι ἐδέθησαν, πόσοι ἐμαστιγώθησαν, πόσοι ἐγγὺς ἦλθον ἀγχόνης καὶ βρόχου, ἵνα σήμερον οἱ ὀρχούμενοι λάβωσιν. Καὶ τί τὸ τέλος; Ματαιότης.
4.8.8
Μετὰ πάντα τάφος μικρός, ἐσθὴς ὀλίγων ὀβολῶν τὸ σωμάτιον περιστέλλουσα, λήθη μετ' ὀλίγον, τὸ ἀναγ καῖον πάθος τοῦ χρόνου, πάντα τὰ σπουδασθέντα καλύπτουσα· κρίσις ἐπὶ τούτοις Θεοῦ καὶ τῆς κακῆς προαιρέσεως κόλασις ἀπαραίτητος.
4.9.1
Ποῦ οἱ ὕπατοι; Τοὺς χθὲς καὶ πρώην ἀρίθμησον. Οὐχ ὁ μὲν ὡς οἱ κακοῦργοι τῆς κεφαλῆς ἀπετμήθη, πλήθους ὁπλιτεύοντος ἀθρόᾳ κινήσει περιπεσών· ἐπομπεύθη δὲ μετὰ θάνατον μᾶλλον ἢ ὅτε φερόμενος ἐπὶ τοῦ δίφρου ἐγαυρία τοῦ ἀξιώματος; Ἄλλος δὲ μετὰ στρατηγίας τῆς αὐτῆς ταύτης ἐπιτυχὼν τιμῆς, κακῶς ἐν ταῖς ἐσχατιαῖς Αἰγύπτου καὶ τῆς Λιβύης ἀπώλετο φεύγων τῆς καταδίκης τὴν τιμωρίαν, εἶτα ταῖς ψάμμοις ἐντελευτήσας, ἐπειδὴ πᾶσα ἦν ἡ χώρα δι' ἧς ἀπεδίδρασκεν, ἄνυδρος καὶ ἀοίκητος;
4.9.2
Τί δ' ἂν εἴποιμεν πρὸς τὸν ἐκ στρατηγῶν καὶ ὑπάτων, ὁμοίως ἐπὶ τῆς Κολχίδος νῦν χώρας διάγοντα καὶ τῇ τῶν ἐκεῖσε βαρβάρων φιλανθρωπίᾳ διασωζόμενον;
4.9.3
Τὸν δὲ ἐξ ὑπάρχων ἐκεῖνον, τόν, ὡς ᾤετο, ἄμαχον καὶ λεοντώδη τὴν γνώμην, οἵα τοῦ βίου καταστροφὴ διεδέξατο! Πρῶτον μὲν γὰρ ἐπεῖδε τὸν ἑαυτοῦ παῖδα ἀποτμηθέντα τῆς κεφαλῆς· εἶτα καὶ αὐτὸς τὴν ἐπὶ θανάτῳ ψῆφον ἐδέξατο καὶ τῆς σχοίνου προσ αχθείσης ἤδη τῷ στόματι φιλανθρωπία βασιλικὴ ἐκώλυσεν ἐνεργῆσαι τὸν δήμιον. Ζήσας δὲ ὀλίγον ὀδύναις καὶ συμφοραῖς ὁ πρεσβύτης καὶ τῇ αἰσθήσει τῶν κακῶν ἐπιχρονίσας, ἐν ἀτιμίᾳ ἀπῆλθεν τοῦ βίου, τοῦτο τῆς μεγάλης ὑπατείας τὸ τέλος εὑράμενος.
4.9.4
Ὁ δὲ τοῦ παρελθόντος ἐνιαυτοῦ πῶς ἐφρόντισεν μείζονα τῶν γιγάντων, γυναιξὶν ὢν καὶ ἀνδράσιν ἀμφισβητήσιμος; Ῥάβδους κυρίων φύγων, ῥάβδων ὑπατικῶν ἐπεθύμησεν· ἐκτήσατο γῆν ὅσην οὐδὲ εἰπεῖν εὔκολον· ἐτάφη δὲ ἐν τοσαύτῃ, ὅσης ὁ ἐλεήσας μετέδωκεν.
4.9.5
Ἆρα οὖν κατὰ τὸν σοφὸν Ἐκκλησιαστὴν οὐ πάντα, ὅσα τοιαῦτα, Ματαιότης ματαιοτήτων, καὶ φάσματά ἐστιν τὰ ἀξιώματα ἀνυποστάτων ὀνείρων, τέρψαντα πρὸς ὀλίγον, εἶτα παραδρα μόντα, ἀνθήσαντα καὶ μαρανθέντα; Ἡμεῖς τοίνυν ἕως τούτου στήσαντες τὸν λόγον δόξαν ἀναπέμψωμεν τῷ Σωτῆρι./* Τοῦ αὐτοῦ Ἀστερίου ὁμιλία ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου εἰς τό· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν*/

Intertext edge

Open linked passage

Note