Homiliae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Καλὴ συνωρὶς τῶν δύο τούτων ἡμερῶν τοῖς χριστιανοῖς καὶ φιλοπόνοις τυγχάνει, τοῦ σαββάτου καὶ τῆς κυριακῆς λέγω, ἣν καθ' ἑκάστην ἑβδομάδα ὁ χρόνος ἀνακυκλῶν περιφέρει. Ὡς γὰρ μητέρες ἢ τροφοὶ τῆς ἐκκλησίας καὶ τὸν λαὸν ἀθροίζουσι καὶ τοὺς ἱερέας παιδευτὰς προκαθίζουσιν· δημαγωγοῦσι δὲ καὶ τοὺς μαθητὰς καὶ τοὺς διδασκάλους εἰς τὴν τῶν ψυχῶν ἐπιμέλειαν. Ἐμοὶ τοίνυν ἔτι τῆς χθιζῆς ἡμέρας ὁ λόγος ἐνηχεῖ καὶ ἐγκάθηται τῇ μνήμῃ τὰ πονηθέντα.
5.1.2
Βλέπω τὸν σταυρὸν διὰ τῆς προφητείας παρὰ Ἡσαΐου πηγνύμενον καὶ τὰ ἱμάτια τοῦ Κυρίου ὡς τὰ τοῦ ληνοβάτου κεχρωσμένα τῷ αἵματι, καὶ τὸν Σωτῆρα τὸν μισθὸν πρόχειρον ἐπὶ τῆς δεξιᾶς φέροντα. Καὶ τὸν Σολομῶντα θεωρῶ τὰ ζυγὰ ἡμῖν καὶ τοὺς σταθμοὺς ἀκριβοῦντα εἰς δύναμιν. Καὶ τοῦ εὐαγγελίου τὸν χρεωφειλέτην οἰκτείρω, μὴ μεταδοῦντα τῷ ὁμοδούλῳ τῆς φιλανθρωπίας, ἧς παρὰ τοῦ δεσπότου μετέλαβεν, ἀλλ' ἐκ τῆς ἀβουλίας καὶ τῆς σκληρότητος τὴν ἰδίαν συμφορὰν ἀνανεωσάμενον.
5.1.3
Τούτοις γὰρ τοῖς κεφαλοίοις κατὰ τὴν παρελθοῦσαν ἐκάμομεν, ὡς ἴστε πάντες οἱ οὐκ ἐν παρέργῳ τὴν ἀκρόασιν θέμενοι.
5.2.1
Σήμερον δὲ πάλιν ἡμῖν πολλὰ μὲν καὶ καλὰ πάντα, ὅσα ἐπὶ τῆς τραπέζης τῆς ὁρωμένης τὸ Πνεῦμα κατέθετο. Ἐπέστησα δὲ τὸν νοῦν τοῖς ἀδολέσχαις ὁμοῦ καὶ πειρασταῖς Φαρισαίοις καὶ σφόδρα γε αὐτοὺς τῆς μοχθηρίας τῶν τρόπων ἠλέησα, ἐφ' οἷς καὶ τὴν πηγὴν τῆς σοφίας ταῖς ἑαυτῶν ἐρωτήσεσιν ἐπεχείρουν κατασοφίζεσθαι· καὶ τῆς ἐγχειρήσεως ἀπετύγχανον τῆς τοῦ Μονογενοῦς θεότητος εἰς τοὐναντίον αὐτοῖς ἀεὶ περιτρεπούσης τὰ ἐρωτήματα.
5.2.2
Περὶ ὧν, μοὶ δοκεῖ, καὶ Ἡσαΐας προφητεύων ἔλεγεν· Ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ· καὶ πάλιν Δαβίδ· Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Πλὴν χάρις αὐτοῖς, καὶ πολεμίοις τυγχάνουσιν, ὅτι τὴν σοφίαν ἐκίνησαν πρὸς ἀπόκρισιν, ἵνα ἡμῖν τοῖς δούλοις ἀνάγραπτον καταλίπῃ τῶν συμφερόντων τὴν μάθησιν.
5.2.3
Ἰδοὺ γὰρ ὁ γάμος κανονίζεται, πρᾶγμα τοῦ ἀνθρωπικοῦ βίου κεφάλαιον, καὶ τῆς συστάσεως αὐτοῦ καὶ τῆς διαλύσεως ἀκριβεῖς νομοθετοῦνται οἱ ὅροι. Ὧν λίαν ἐσπουδασ μένως ἀκουσάτω τὰ δύο τάγματα, ἵνα καὶ ἡ γυναικωνῖτις παιδευθῇ τὰ ἴδια καὶ ἡ ἀνδρωνῖτις ὠφεληθῇ τὰ ἐξαίρετα.
5.3.1
Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν. Τοῦτο μὲν τῶν Ἑβραίων τὸ πρόβλημα. Ἐγὼ πρὸς τῶν ἄλλων τὸν σκοπὸν βλέπω τῆς ἐρωτήσεως. Ἐπειδὴ γὰρ τὸ τῶν γυναικῶν γένος εὐκολώτερόν ἐστι πρὸς τὸ πείθεσθαι καὶ μᾶλλον ἐπε κλίνετο πρός τε τὴν τῶν τεράτων μεγαλουργίαν καὶ πρὸς τὴν συγκατά θεσιν καὶ πίστιν τῆς θεότητος τοῦ Χριστοῦ
5.3.2
οὕτω τοι καὶ τελευταῖον τῶν ἀνδροφόνων τῶν τῇ γνώμῃ πρὸς τὸν σταυρὸν ἑλκόντων τὸν Κύριον, τὸ πλῆθος τῶν γυναικῶν καὶ τὸ πάθος ἀπεθρήνει καὶ ἀκολουθοῦν τῷ Σωτῆρι ἐλεεινῶς ἀπεδάκρυεν, ἵνα τινὰ προσκρουσμὸν καὶ δυσμένειαν αὐτῷ πρὸς τὸ σύστημα τῶν γυναικῶν μηχανήσωνται διὰ τῆς δολερᾶς ἐρωτήσεως, αὐτοὶ μὲν τὰ θήρατρα, ὡς ἐνόμιζον, καὶ τοὺς βρόχους τοὺς διὰ τῶν λόγων ἐπήξαντο·
5.3.3
ὁ δὲ Κύριος τῇ δυνάμει τῆς θεότητος βλέπων τοῦ κατασκευαζομένου τὴν κακουργίαν, ὁμοῦ δὲ καὶ τὰ φιλάν θρωπα δογματίζων τῷ βίῳ, κἀκείνοις τὴν ἔνεδραν ματαίαν ἀπεργα ζόμενος, συνηγοροῦσαν ταῖς γυναιξὶ προβάλλεται τὴν ἀπόκρισιν· λύκους κενοὺς ἀποπέμψας τοὺς Φαρισαίους διακενῆς τῷ ἐρωτήματι περιχήναντας.
5.3.4
Αὐτή, φησί, ἡ κτίσις συναφείας καὶ οὐ διαλύσεως ἐπιδείκνυται τὸν σκοπόν· καὶ τοῦ γάμου πρῶτος νυμφοστόλος ἐστὶν ὁ Δημιουργὸς τοὺς πρωτοπλάστους ἀνθρώπους τῷ γαμικῷ συζεύξας δεσμῷ, δοὺς δὲ τοῖς γενησομένοις εἰς ἔπειτα τὴν ἀκολουθίαν τῆς συνοικήσεως ἀπαραίτητον, ἣν τιμᾶν προσῆκεν ὡς νόμον Θεοῦ. Οἱ δὲ ἀλλήλοις συναφθέντες οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· ὥστε ὃ συνέζευξεν ὁ Θεός, ἄνθρω πος μὴ χωριζέτω.
5.4.1
Ἐλέχθη μὲν ταῦτα τοῖς Φαρισαίοις τότε· ἀκούσατε δὲ νῦν, οἱ τούτων κάπηλοι καὶ τὰς γυναῖκας ὡς ἱμάτια εὐκόλως μετενδυόμενοι· οἱ τὰς παστάδας πολλάκις καὶ ῥᾳδίως πηγνύντες ὡς πανηγύρεως ἐργασ τήρια· οἱ τὰς εὐπορίας γαμοῦντες καὶ τὰς γυναῖκας ἐμπορευόμενοι· οἱ μικρὸν παροξυνόμενοι καὶ εὐθὺς τὸ βιβλίον τῆς διαιρέσεως γράφοντες· οἱ πολλὰς χήρας ἐν τῷ ζῆν ἔτι καταλιμπάνοντες.
5.4.2
Πείσθητε, ὅτι γάμος θανάτῳ μόνῳ καὶ μοιχείᾳ διακόπτεται. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἑταιρίδων ὀλίγος ἡμερῶν ἀριθμὸς πειράζει τὴν συμβίωσιν καὶ μόνην θηρεύει τὴν ἡδονήν, οὕτως ἐστὶ καὶ ἐπὶ τῶν νόμῳ καὶ θεσμῷ τελουμένων· ἀλλὰ πᾶν τοὐναντίον, ὦ ἄνθρωπε, μία τις ἕνωσις γίνεται καὶ σώματος καὶ ψυχῆς, ὡς καὶ τὸ ἦθος τῷ ἤθει συνανακιρνᾶσθαι καὶ τὴν σάρκα τῇ σαρκὶ τρόπον τινὰ συνδεδέσθαι.
5.4.3
Πῶς οὖν ἀπαθῶς διατέμνῃ; Πῶς εὐκόλως καὶ χωρὶς ἀλγηδόνος ἀναχωρεῖς, βίου κοινωνὸν λαβών, οὐκ ὀλίγων ἡμερῶν ὑπηρέτιν, τὴν ἀδελφὴν καὶ γυναῖκα; Ἀδελφὴν μὲν κατὰ τὸν λόγον τῆς πλάσεως καὶ τῆς δημιουργίας ἀφ' ἑνὸς γὰρ αἰτίου τῆς γῆς καὶ τῆς αὐτῆς ὕλης ὑπέστητε· γυναῖκα δὲ διὰ τὴν ἕνωσιν τῆς συζυγίας, διὰ τὸν νόμον τοῦ γάμου.
5.4.4
Ποῖον οὖν διαρρήξεις δεσμὸν καὶ νόμῳ δεδεμένος καὶ φύσει; Πῶς δὲ ἀθετήσεις τὰς ὁμολογίας ἃς ἐπὶ τῷ γάμῳ κατέθου; Καὶ ποίας με οἴει λέγειν; Ἆρα τῆς προικὸς τῆς συγγραφείσης ἐνταῦθα, ὅτε τῇ σαυτοῦ χειρὶ ἐπεσημήνω τῷ βιβλίῳ ἐπισφραγιζόμενος τὰ τελούμενα;
5.4.5
Ἰσχυρὰ μὲν γὰρ κἀκεῖνα καὶ ἱκανὴν τὴν ἀσφάλειαν ἔχοντα· πλὴν ἐγὼ πρὸς τὴν φωνὴν τοῦ Ἀδὰμ ἐμαυτὸν ἀναφέρω· Τοῦτο σὰρξ ἐκ τῶν σαρκῶν μου καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν μου· αὕτη κληθήσεται μου γυνή.
5.4.6
Αὕτη ἡ φωνὴ οὐ μάτην ἀνάγραπτος σώζεται, ἀλλὰ κοινή ἐστιν τῶν ἀνθρώπων ὁμολογία, δι' ἑνὸς προσώπου τοῦ πρώτου τούτου κοίνῳ πλήθει τῶν γυναικῶν ἐκτεθεῖσα τῶν νόμῳ τοῖς ἀνδράσιν συναπτομένων. Καὶ μὴ θαυμάσῃς, εἰ ἐξ ὧν ἄλλος εἶπεν, ἄλλος εὐθύνεται. Πάντα γὰρ ὅσα περὶ τῶν πρωτοπλάστων ἐν ἀρχαῖς συνέβη, ταῦτα τοῦ ἀκολούθου γένους φύσις ἐγένετο.
5.5.1
Ἂν οὖν λαβοῦσα τὸ τῆς κοσμοποιίας βιβλίον ἡ μάτην ἀφιεμένη γύνη ἑλκύσῃ σε πρὸς τὸν δικαστήν δικαστὴν τὸν αὐτὸν καὶ μάρτυρα, τί λέξεις, εἰπέ; Πῶς ἐξαλείψεις τὴν σαυτοῦ φωνήν, ἣν ἐπὶ Θεοῦ ἐποιήσω, ἧς συγγραφεὺς ἀντὶ εὐώνου συμβολαιογράφου Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων ἐγένετο;
5.5.2
Ἀπάτορα καὶ ἀμήτορα τὴν γυναῖκα ὁ Θεὸς τῷ Ἀδὰμ ἐξέδοτο καὶ διὰ τοῦτο ὡς ἀγαθὸς κηδεμὼν τὴν ὀρφανὴν ἠσφα λίσατο· τοῖς τῆς μητρὸς δὲ νῦν δικαιώμασιν ἰσχυρῶς αἱ θυγατέρες κέχρηνται κατὰ τῶν ἀγνωμόνων καὶ ἀπίστων ἀνδρῶν, ὥστε σοι παντα χόθεν ἡ καταφρόνησις τῆς γαμετῆς ἀδύνατος, καὶ ἀρχαίοις νόμοις τοῖς θείοις καὶ νέοις τοῖς ἀνθρωπικοῖς δεδεμένῳ.
5.5.3
Δυσωπείτω δέ σε καὶ τὸ χρήσιμον τῆς γυναικὸς πρὸς τὸν βίον. Μέλος ὑπάρχει, βοηθός ἐστιν· συνεργὸς εἰς διαγωγὴν τοῦ βίου, εἰς παίδων γένεσιν· νόσου ἐπίκουρος, θλίψεων παραμυθία, φύλαξ τῆς ἑστίας, θησαυρὸς τῶν κτημάτων· τὰ αὐτὰ λυπουμένη, τὰ αὐτὰ χαίρουσα· κοινὸν κεκτημένη τὸν πλοῦτον, εἰ παρείη· τὴν μοχθηρὰν οἰκονομοῦσα πενίαν, εὐμηχάνως καὶ καρτερῶς ἀντέχουσα πρὸς τὰ παρ' ἐκείνης ὀδυνηρά, ἐπιμόχθου παιδοτροφίας ἀνεχομένη διὰ τὴν πρὸς σὲ συνοίκησιν.
5.5.4
Ἂν δέ που καὶ περίστασις καταλάβῃ πραγμάτων, βαπτισθεὶς ἀφανίζεται· οἱ δὲ νομιζόμενοι φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν μετροῦντες ὑποχωροῦσιν ἐν τοῖς δεινοῖς· οἱ δοῦλοι καὶ τὸν δεσπότην ὁμοῦ καὶ τὰς συμφορὰς δραπετεύουσιν.
5.5.5
Λείπεται λοιπὸν ἡ γυνή, τοῦ νοσοῦντος μέρους τὸ μέλος καὶ τῶν κακῶν δούλη καὶ τῆς τοῦ ἀνδρὸς θεραπείας, τὸ δάκρυον ἀποψῶσα· τὴν πληγήν, ἂν μαστιχθῇ, θεραπεύουσα· ἀκολουθοῦσα πρὸς δεσμωτήριον ἀγομένῳ· κἂν μέν τις ἀφῇ συνεισελθεῖν, ἡδέως τῆς καθείρξεως κοινωνεῖ· ἂν δὲ κωλυθῇ καὶ τοῦτο, ταῖς θύραις τοῦ δεσμωτηρίου, ὡς κυνίδιον τῷ δεσπότῃ σύνηθες, παραμένει.
5.6.1
Ἔγνων ἐγὼ γυναῖκα καὶ τὴν κόμην κείρασαν καὶ ἀνδρικὴν περιθεμένην ἐσθῆτα καὶ ταύτην ἀνθεινήν, ἵνα ἀνδρὸς φεύγοντος καὶ κρυπτομένου μὴ χωρισθῇ. Δοῦλος δὲ εἶναι δοκοῦσα, ἀληθῶς δουλεύει τῷ πόθῳ· καὶ τοῦτον τὸν βίον ἐν πολλοῖς ἔτεσιν διετέλεσεν, τόπον ἐκ τόπου καὶ ἐρημίαν ἐξ ἐρημίας ἀμείβουσα.
5.6.2
Τοιαύτην δὲ καὶ τοῦ καρτερωτάτου Ἰὼβ εὑρίσκομεν τὴν γυναῖκα. Κατέλιπον γὰρ κἀκεῖνον οἱ πάντες καὶ οἱ κόλακες τῷ πλούτῳ συναπερρύησαν καὶ οἱ φίλοι τῷ καιρῷ τῆς εὐπραγίας τὴν φιλίαν ἐμέτρησαν. Εἰ δέ που καὶ παρεγένοντο, ὄνειδος ἦν ἡ παρουσία καὶ οὐκ ἐπίσκεψις· ἐπιθήκη τῆς συμφορᾶς, οὐ παραμυθία. Διὸ δὴ καὶ οἱ παρακλήτορες κακῶν πάντες πρὸς ἐκεῖνον ἀπεσχετλίασαν.
5.6.3
Μόνη δὲ ἡ ποτὲ περιφανὴς ἐπὶ τῆς κοπρίας τῷ ἀνδρὶ συνεκάθητο ἀποξέουσα τὸν ἰχῶρα καὶ τοὺς σκώληκας τῶν τραυμάτων ἐξέλκουσα. Οὕτως τοῦ βίου κοινωνός, οὐ τῆς εὐπραγίας σύνοικος· ἀχώριστος φίλος, οὐ κόλαξ τῶν ἡδονῶν· πάσης εὐκληρίας καὶ πάντων φιλτάτων καὶ συγ γενῶν μόνον ἀγαθὸν λείψανον.
5.6.4
Διόπερ ἐκ τῆς ἄκρας καὶ καθ' ὑπερβολὴν φιλανδρίας καὶ πρὸς τὴν ἁμαρτίαν τῆς βλασφημίας ἐξέπεσεν, ἵνα μὴ μακρὰ κολάζηται ὁ ἀνήρ, μηδὲ βλέπῃ αὐτὸν ἐν ταῖς ἀληκτοῖς ὀδύναις, εἰπεῖν τι ῥῆμα βλάσφημον εἰς Θεὸν συμβουλεύουσα καὶ ταχεῖαν τὴν τελευτὴν ὑπελθεῖν.
5.6.5
Τὴν γὰρ ἰδίαν λοιπὸν συμφορὰν τὴν τῆς χηρείας οὐκ ἐλογίζετο· ἓν δὲ μόνον ἐμερίμνα, ὅπως τὴν ἀβίωτον ζωὴν ὁ ἀνὴρ διαφύγοι. Ταῦτα μετὰ τῆς νέας πείρας καὶ ἡ μνήμη τῶν παλαιῶν παιδεύει τὸν τῶν γάμων ὑβριστήν.
5.7.1
Τί δ' ἂν εἴποι πρὸς ταῦτα ὁ τῆς κατηγορίας ὑπεύθυνος; Ποίαν δὲ εὐπρόσωπον ἀπολογίαν τῆς ἑαυτοῦ εὐκολίας προβάλοιτο; Φαῦλον, φησίν, καὶ μίσους ἄξιον τὸ ἦθος τῆς γυναικὸς καὶ ἡ γλῶσσα προπετὴς καὶ ὁ τρόπος οὐκ οἰκουρὸς καὶ ἀνοικονόμητος ἡ διοίκησις. Ἔστω· δεδόσθω. Πείθομαι τέως καὶ δέχομαι, ὡς οἱ μὴ σφόδρα τὴν ἀκοὴν ἀκριβεῖς δικασταί, εὐκόλως δὲ ταῖς καταδρομαῖς τῶν κατηγόρων παρα συρόμενοι.
5.7.2
Σὺ δὲ εἰπέ· Τὴν ἀρχὴν ἀγόμενος οὐκ ἐγίνωσκες ὡς ἀνθρώπῳ συνάπτῃ; Ἀνθρώπου δέ τις ἀκούσας οὐκ εὐθὺς ὁρᾷ τὴν γοῦν μικρὰν ἁμαρτίαν ἀκολουθοῦσαν; Θεοῦ γὰρ μόνου τὸ ἀνεπίληπτον. Αὐτὸς δὲ ἆρα οὐχ ἁμαρτάνεις; Οὐ παρέχεις δὲ λύπας ἐκ τοῦ τρόπου τῇ γυναικί; Ἀθῶος δὲ εἶ πάσης πλημμελείας καὶ τῇ συνοικήσει τὸν θεσμὸν τηρεῖς ἀδιάφθορον;
5.7.3
Ὦ πόσας σου τυχὸν παροινίας ἤνεγκεν ἡ γυνή! Πόσων δὲ προχείρων ὕβρεων καὶ λόγων ἀσέμνων ἠνέσχετο! Ὅσα δέ σου ἐλαττώ ματα σιγᾶται, ἐπειδὴ οὐκ ἐδημοσίευσεν ἡ γυνή! Ἠνέσχετό σου καὶ μάτην ὀργιζομένου καὶ τῷ θυμῷ ὑπερζέοντος· καὶ ἡ ἐλευθέρα καὶ ὁμότιμος ἐσιώπησεν ὡς δούλη τῶν ἐκ πωλητηρίου.
5.7.4
Καὶ τὰ ἀναγκαῖα μὴ χορηγοῦντι πρὸς τὴν τοῦ βίου διαγωγὴν διὰ πενίαν ἢ φειδωλίαν οὐκ ὠνείδισεν λυπουμένη· οὐ μὴν οὐδὲ ἐκ συμποσίου ἐλθόντα ποτὲ καὶ οἰνωμένον καὶ ἔκφρονα ἀπέρριψε τῆς μέθης μισήσασα, ἀλλὰ ὑπεδέξατο μετὰ συγγνώμης ἀνθρωπικῆς καὶ ἐχειραγώγησέ σε τὸν κολάζοντα καὶ τὴν κεφαλὴν ἐθεράπευσεν τοῖς ἀτμοῖς περιδονουμένην τοῦ οἴνου· ὡδήγησεν δὲ ἐπὶ τὴν κοίτην τὴν γαμικὴν μόνη συμπαθοῦσα, τῶν οἰκετῶν γελώντων καὶ ἐπιχλευαζόντων τὴν ἐκ τῆς μέθης παραφοράν.
5.7.5
Σὺ δὲ τὰ ἄμφοδα περινοστεῖς ἐπὶ ψυχραῖς αἰτίαις ἐκτραγῳδῶν τὴν γυναῖκα, ἵνα σαυτῷ τὴν συγγνώμην παρασκευάσῃς τῆς προχείρου διαιρέσεως. Σκληρὰ τῶν τοιούτων ἀνδρῶν ἡ γνώμη, θηριώδης καὶ ἀμείλικτος, ἐκ δρυὸς ἢ ἐκ πέτρας, κατὰ τὸ λεγόμενον, τὴν γέννησιν ἔχουσα. Πάντων γὰρ ὁμοῦ τὴν μνήμην ἐξαλείψαντες ἀπαθῶς διατέμνονται.
5.7.6
Τίς δὲ μέλος νοσῆσαν ἀντὶ τοῦ θεραπεύειν ἐκκόπτει, καὶ ταῦτα οὐκ ἐπικινδύνου πάθους ἐνσκήψαντος, ἀλλὰ πολλὴν ἔχοντος καὶ ῥᾳδίαν τῆς ἰάσεως τὴν ἐλπίδα; Ἐπεγένετο φλύκταινα τῇ χειρί, ἐπιμελῶς αὐτὴν θεραπεύσωμεν· φλεγμονὴ τὸν πόδα διώχλησεν, φαρμάκῳ τὴν ἐξοίδησιν καταστείλωμεν. Εἰ δὲ παρέντες τὴν τῶν ἰατρῶν ἐπίσκεψιν περὶ τὴν τομὴν καὶ τὸν σίδηρον ἀσχοληθείημεν καθ' ἕκαστον τῶν λυπούντων, οὐδὲ μικρὸν τῆς ζωῆς διαγενόμενοι χρόνον πᾶσι τοῖς μέλεσιν ἑαυτοὺς ἀκρωτηριάσωμεν.
5.7.7
Ἀλλ' οὐχ οὕτως, ὦ ἄνδρες· ἔστω τις μνήμη καὶ τῶν κώλων· δυσωπεί τωσαν ὑμᾶς αἱ θεραπεῖαι τῶν γυναικῶν. Ὅσον δ' ἂν παροξυνθῆτε, ἑνὸς τόκου τὴν ὠδῖνα ἀντιθέντες ταῖς μέμψεσιν εὑρήσετε νικωμένην τὴν τῶν λυπούντων περίστασιν.
5.8.1
Ἀναφερέτω ὁ ἀναλογισμὸς εἰς μέσον καὶ τῆς εὐνοίας τὰ ἀγαθά· νόσων θεραπείας, συμφορῶν κοινωνίαν, δάκρυα τὰ ὑπὲρ ἀνδρὸς προσαχθέντα τισίν, τὸ καταλιπεῖν τοὺς γεννησαμένους καὶ ἑστίαν γονικὴν καὶ ἀκολουθῆσαι τῷ ξένῳ, τὸ πωλῆσαί τι τῶν οἰκείων, ἵνα ὕβριν καὶ ὄχλησιν τοῦ ἀνδρὸς ἐξωνήσηται.
5.8.2
Ταῦτα πάντα παιδαγωγείτω πρὸς τὴν διάθεσιν καὶ γινέσθω σύνδεσμος τῆς στοργῆς, οἷον οἰκίαν τινὰ σαθροτέραν τὴν εὐόλισθον ψυχὴν διεγείροντα καὶ συνέχοντα. Ἔλεος δὲ κρατείτω καὶ συνήθεια καὶ μακροῦ χρόνου συμβίωσις μὴ πατείσθω, ἥτις καὶ τὰ ἄλογα ποιεῖ τῶν ζῴων ἀχωρίστως ἔχειν ἀλλήλων.
5.8.3
Ἐμπαθῶς γὰρ εἶδον ἐγὼ βοῦν μυκώμενον, ἐπειδὴ τῶν συννόμων ἀποπλανηθεὶς ἐμονώθη, καὶ πρόβατον ἐν νάπῃ βληχώμενον καὶ διατρέχον τὰ ὄρη, μέχρις ἂν τῇ ἀγέλῃ συνάψῃ, ἧς ἐχωρίσθη νεμόμενον. Αἲξ δὲ ταὐτὸ τοῦτο παθοῦσα, κἂν πολλὰς ἀγέλας αἰγῶν διατρέχουσα καταλάβῃ, οὐ πρότερον ἵσταται, πρὶν ἂν τὴν συνήθη εὕρῃ καὶ τὸν αἰπόλον τὸν ἴδιον.
5.9.1
Μὴ τοίνυν ἀπαθέστεροι πρὸς φιλίαν εὑρεθῶμεν τῶν ἀλόγων οἱ λογικοί, μηδὲ ἀτιμωτέραν τὴν γαμετὴν κρίνωμεν συνοδοιπόρου τινὸς ἢ τοῦ διὰ μικρὰν πρόφασιν ἐν ὀλίγῳ προσφιλιωθέντος. Ὁρᾷς ὡς καὶ ἐπὶ τῆς λεωφόρου ἀλλήλοις συμμίξαντες ἄνθρωποι, ὄροφον δὲ καταγωγίου τὸν αὐτὸν ὑπελθόντες ἢ δένδρον ἀμφιλαφὲς ὥρᾳ θέρους τὴν μεσημβρίαν ἀποσκιάσαν, ἀφορμὴν διαθέσεως γνησίας τὴν συντυχίαν ποιοῦνται·
5.9.2
κἂν ἔλθωσιν ἐπὶ τὴν ὁδὸν τὴν μερίζουσαν, ἀπαθῶς ἀλλήλων οὐκ ἀπαλ λάττονται, ἀλλ' ἵστανται καὶ ὑποδακρύουσιν βλέποντες ἀτενὲς εἰς ἀλλήλους, καὶ σύμβολα μνήμης ἕκαστος δίδωσιν φέρειν· καὶ μικρὸν προβάντες πάλιν μεταστρέφονται καὶ ἀνακαλοῦσιν, ἐπεύχεται δὲ ἕτερος τῷ ἑτέρῳ τὰ αἴσια· καὶ ὀλίγος χρόνος οὕτως ὀξυτάτην κίρνησι τὴν φιλίαν, ὡς δυσαπάλλακτον αὐτοῖς γίνεσθαι καὶ βεβιασμένην τὴν ἀναχώρησιν;
5.9.3
Σὺ δὲ πρὸς τὴν τοῦ βίου κοινωνὸν οὕτως καταφρονητικῶς ἔχεις, ὡς πρὸς σκεῦος ἀποπεσὸν ἢ ἱμάτιον εὐτελὲς ἐν ὁδοιπορίᾳ ληθαργηθὲν ἢ κυνίδιον τῶν Μελιττέων ὑποχωρῆσαν οἰκίας; Καὶ ποῦ ἡ ἐν ἀρχαῖς πεπλασμένη διάθεσις; Ποῦ ἡ ἐπὶ τῆς μιᾶς κοίτης ἀνάπαυσις, ἡ τοῦ νόμου σύνειρξις, ἡ τῆς πολλῆς καὶ μακρᾶς συνηθείας δύναμις, ἣν καὶ εἰς φύσιν μεταποιεῖσθαι καὶ λόγος ἔχει καὶ ἡ πεῖρα ὑπέδειξεν; Πάντα διέκοψας εὐκολώτερον ἢ ὁ Σαμψὼν τὰ τῶν ἀλλοφύλων καλώδια.
5.10.1
Καίτοι ὅγε σώφρων καὶ τῆς διαθέσεως φύλαξ οὐδὲ ἀναχωρησάσης τοῦ βίου τῆς γαμετῆς ῥᾳδίως ἐπιλανθάνεται, ἀλλὰ θάλπει τοὺς παῖδας ὡς κοινὴν παρακαταθήκην τῆς μητέρος καὶ τῆς φύσεως, ἐν ἐκείνοις δὲ καθορᾶν δοκεῖ τὴν ἀπελθοῦσαν.
5.10.2
Ὁ μὲν γὰρ τῶν παίδων τῆς μητρικῆς φωνῆς ὁμοιότητα σώζει, ἄλλος τὸ πολὺ τοῦ χαρακτῆρος ἐφέλκεται, ἕτερος τὴν τοῦ ἤθους κατάστασιν ἐμορφώθη πρὸς τὴν τεκοῦσαν· καὶ οὕτως ὁ πατὴρ πολλὰς ἔχων τῆς γαμετῆς εἰκόνας ζώσας καὶ ἐναργεῖς ἀθάνατον ὑποτυποῦται τὴν πρὸς ἐκείνην συνοίκησιν καὶ διὰ τοῦτο οὐδὲν φιλήδονον ἐννοεῖ·
5.10.3
οὐ σήμερον χώσας τὸν τάφον μετ' ὀλίγον χρόνον παστάδας κατασκευάζει· οὐδὲ μετὰ τὸ δάκρυον καὶ τοὺς στεναγμοὺς ἐπὶ γαμικὴν πάλιν χορείαν ἐπείγεται· οὐδὲ τὴν μέλαιναν ἐσθῆτα καὶ πενθικὴν εἰς νυμφικὴν διαμείβει στολήν· οὐδὲ θερμῇ τῇ κοίτῃ τῆς ἀπελθούσης τὴν δευτέραν γαμετὴν ἐπεισάγει· οὐδὲ μητρυιὰν δίδωσι τοῖς παισί, τὸ ἐπαχθὲς ὄνομα.
5.10.4
Μιμεῖται δὲ τῶν τρυγόνων τὴν ἄλογον καὶ φυσικὴν σεμνότητα. Καὶ γὰρ ἐκείνην τὴν ὄρνιν, φασίν, τῆς ὁμοβίου διαζευχθεῖσαν ἀγαπᾶν διηνεκῆ τὴν χηρείαν καὶ ἐναντίως ἔχειν πρὸς τὴν περιστερὰν εἰς τὸ τῆς πολυγαμίας εὔκολον.
5.11.1
Μέχρι τούτου πυκναῖς ὁ ἀνὴρ ταῖς κατηγορίαις βαλλέσθω καὶ νιφάδων πυκνότερον αὐτὸν τιτρωσκέτω τὰ τῆς ἀγνωμοσύνης ἐγκλήματα. Ἂν δέ που μοιχείας αἰτίαν προβάληται καὶ τοιαύτην παράσχοι τοῦ χωρισμοῦ τὴν ἀπολογίαν, εὐθὺς τὴν συνηγορίαν μεταθήσομαι τοῦ ἀδικηθέντος καὶ τὸν λόγον κατὰ τῆς μοιχαλίδος παρασκευάσας ἀγαθὸς συνασπιστὴς ἀντὶ πολεμίου τῷ ἀνδρὶ παραστήσομαι, ἐπαινῶν τὸν φυγόντα τὴν ἐπίβουλον, τὸν διακόψαντα τὸν δεσμόν, ᾧ πρὸς τὴν ἀσπίδα ἢ τὴν ἔχιδναν προσεδέδετο.
5.11.2
Τούτῳ γὰρ δίδωσι τὴν συγγνώμην πρῶτος ὁ τοῦ παντὸς ποιητής, ὡς καὶ δικαίως ἀλγοῦντι καὶ προσηκόντως τῆς οἰκίας ἀπελαύνοντι καὶ τῆς ἑστίας τὴν νόσον. Γάμος γὰρ τούτων χάριν τῶν δύο συνίσταται, διαθέσεως καὶ παιδοποιΐας, ὧν οὐδέτερον μετὰ μοιχείας σώζεται. Ἡ μὲν γὰρ διάθεσις οὐκ ἔστιν πρὸς ἄλλον τῆς εὐνοίας ἀπο κλινάσης· παιδοποιΐας δὲ τὸ καλὸν ἀνῄρηται συγκεχυμένων τῶν τέκνων.
5.11.3
Ἀλλὰ τὰ μὲν εἰς τοῦτο φέροντα τὸ ἁμάρτημα εἴρηται ἐν ἄλλῃ ὑποθέσει συμμέτρως. Ἀμφότερα δέ μοι τὰ μέρη σωφροσύνην ἀσκήσατε, τὸν ἀρραγῆ τῶν γάμων σύνδεσμον. Ὅπου γὰρ αὕτη τιμᾶται, ἐπάναγκες εἶναι καὶ εἰρήνην καὶ πόθον, οὐδεμίας πανδήμου καὶ νόθου ἐπιθυμίας τὴν ψυχὴν ἐπιθηγούσης, ἐκβαλούσης δὲ τὴν νόμιμον καὶ δικαίαν στοργήν.
5.12.1
Οὗτος τῆς σωφροσύνης ὁ νόμος οὐ ταῖς γυναιξὶ μόνον παρὰ Θεοῦ ὥρισται, ἀλλὰ καὶ τοῖς ἀνδράσιν. Οἱ δὲ τοῖς τοῦ βίου τούτου νομοθέταις προσέχοντες ἀνεύθυνον καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι τῆς τῶν γυναικῶν σεμνότητος, οἱ δ' ἐν πολλοῖς ἀνέδην ἐπιμαίνονται σώμασιν, ἄλλων ἰατροί, κατὰ τὴν παροιμίαν, μυρίοις βρύοντες ἕλκεσιν.
5.12.2
Κἄν τις αὐτῶν ἐπὶ ταῖς πλημμελείαις ταύταις καθάψηται, κεκομψευμένην καὶ παίζουσαν ἀπολογίαν προΐσχονται. Οἱ μὲν γὰρ ἄνδρες, φασί, κἂν πάνυ πολλαῖς γυναιξὶ πλησιάσωσιν, οὐδὲν τῇ ἑστίᾳ λυμαίνονται· αἱ δὲ γυναῖκες, ἐξ ὧν ἁμαρτάνουσι, κληρονόμους ἀλλοτρίους ταῖς οἰκίαις καὶ τοῖς γένεσιν ἐπεισάγουσιν. Ἀκουσάτωσαν δὲ οἱ τῆς ἐμπλήκτου γνώμης σοφισταὶ καὶ εὑρεταί, ὅτι καὶ αὐτοὶ ἄλλας ἑστίας καὶ οἰκίας ἀνατρέπουσιν.
5.12.3
Αἱ γὰρ γυναῖκες αἷς ὁμιλοῦσι, πάντως τινῶν εἰσιν ἢ θυγατέρες ἢ γαμεταί· καὶ παντὶ τρόπῳ εὑρεθήσεται ἢ γάμος ἐπιβουλευόμενος ἢ γονεὺς ἀδικού μενος, ὃς ἐγεννήσατο καὶ ἐξέθρεψε καὶ παρθένον ἕξειν ἐπὶ παστάδα καὶ θάλαμον ἤλπισε, ἀφῃρέθη δὲ πάσης χρηστῆς προσδοκίας παρὰ τῶν τῆς σωφροσύνης λῃστῶν.
5.12.4
Εἰ πατήρ ἐστιν ὁ ἀκόλαστος, γνωριζέτω πατρὸς πάθος ἀποτυγχάνοντος· εἰ ἀνήρ, ἑαυτὸν ὑποτυπωσάσθω τὸν ἀδικούμενον. Καὶ γὰρ ἐπίπαν οὕτως ἔχει καλῶς, ἕκαστον τοῖς ἀλλοτρίοις δικάζειν, ὡς ἂν ἄλλον ἑαυτῷ βούληται. Εἰ δέ τι καὶ τοῖς νόμοις Ῥωμαίων τινὲς προσέχοντες ἀνεύθυνον τὴν πορνείαν εἶναι νομίζουσι, δείνην πλανῶνται πλάνην οὐκ εἰδότες, ὡς ἄλλως Θεὸς νομοθετεῖ καὶ ἑτέρως ἄνθρωποι δογματίζουσιν.
5.12.5
Ἄκουσον Μωϋσέως τὸ βούλημα τοῦ Θεοῦ καταγγέλ λοντος καὶ πικρὰς τὰς κατὰ πόρνων ἀποφάσεις ἐκφέροντος. Ἄκουσον Παύλου λέγοντος· Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ δὲ ἄλλοι οὐκ ἀρκέσουσίν σοι πρὸς σωτηρίαν ἐν τῷ καιρῷ τῆς ἀντα ποδόσεως, ἀλλὰ τρέμοντες καὶ ἱδροῦντες ἐκτήξονται. Ἄσοφός σοι καὶ ἀπαίδευτος ὀφθήσεται ὁ Πλάτων, τῶν νόμων σοφιστής, ταπεινὸς δὲ ὁ βαρὺς τόνος ἐκεῖνος καὶ κατὰ πάντων νομοθετῶν ἀνῃρημένος τὸ κράτος, ὅταν βλέπωσιν τοὺς σωμεραστὰς διελκομένους, οἷς αὐτοὶ κακῶς ἐφῆκαν τὴν ἐξουσίαν.
5.12.6
Πάντως δὲ οἱ τοὺς ἄλλους μὴ κωλύσαντες εἰς ἑαυτοὺς πρῶτον τὴν ἁμαρτίαν ἐπέστρεψαν καὶ διπλῆς εὑρεθήσονται κατηγορίας ὑπαίτιοι, ἧς τε ἔπραξαν αὐτοὶ καὶ ἧς τοὺς ἄλλους ἀκολασταίνειν ἀφῆκαν. Οἱ τοίνυν βουλόμενοι κοσμίαις ὡς ἔνι μάλιστα γαμεταῖς συζῆν, αὐτοὶ τὸν ἴδιον τρόπον διδάσκαλον τῶν συνοίκων ποιησάτωσαν, ἵν' ἔχωσιν ἀγαθὸν ἀφ' ἑστίας τὸν ζῆλον./* Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν προφήτην Δανιὴλ καὶ εἰς τὴν Σωσάνναν*/