Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 6 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ἀεὶ τοῦ πνεύματος ἡ χάρις ὑπερχεόμενον ἔχουσα τὸν πλοῦτον τῆς δωρεᾶς οὐκ ἀργεῖ τὰ ἑαυτῆς ὁπηνίκα καὶ οἷς ἂν ἐθέλῃ ἐπιδείκνυσθαι. Οἷα γὰρ ποταμὸς πεπληρωμένος τῶν εἰς ζωὴν ἁλλομένων ὑδάτων ἀπεναντίας τοῖς ὁρωμένοις τούτοις καὶ κατὰ γῆν, τὰς τῆς ἐνεργείας ἀφέσεις ἔχει χορηγουμένας.
6.1.2
Οὐ γὰρ ἐπιλείπει τὸ ῥεῖθρον αὐτῇ καθάπερ ἐκείνοις ἐνίοτε, οὐδ' ἀναβάσεις καὶ ὑποβάσεις ὥσπερ αὐτοὶ ἐπιδέχεται, οὐδὲ τὸ καὶ τὸ μέρος κατὰ τούτους περιλαμβάνει, ἀλλὰ καὶ πλήθει ἀεὶ καὶ πᾶσιν ἀρκεῖ· καὶ εἰς τοὺς μετόχους ὑπορρέουσα τοῦ πληρώματος οὐδὲν ἧττον μένει πεπληρωμένη, ἀλλὰ γὰρ καὶ οὕτω τὴν χάριν ἔχουσα δαψιλῆ οὐδὲ πρὸς ἡλικίας οἶδεν διαδίδοσθαι καὶ μερίζεσθαι.
6.1.3
Οὐ γὰρ ὄγκῳ σωμάτων τὰ ἀμέτρητα οἶδεν μετρεῖσθαι, ἀλλὰ ψυχῆς εὐγενείᾳ καὶ καθαρότητι συνέρχεσθαι τε καὶ ἐπιφαίνεσθαι. Καὶ διὰ τοῦτο νῦν μὲν συμπεριφέρεται ἀρτιγαλακτοτροφουμένῳ τῷ Σαμουήλ, νῦν δὲ τὸν Δαβὶδ ἐκ τῶν ποιμνίων αὐτῶν προβάτων ἀναλαμβάνει τῶν ἀδελφῶν οἷς ἐδόκει παρεωρᾶσθαι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐκκρίνουσα.
6.1.4
Ἄλλον ἐξ ἀροτῆρος τῷ χρίσματι τελειοῖ καὶ μετ' ἐκείνους τὸν νῦν κείμενον εἰς ὑπόθεσιν, μακάριον καὶ τῷ ὄντι σοφὸν Δανιήλ, ἁπαλὸν ἔτι καὶ κομιδῇ νέον ὁμοῦ καὶ πρεσβυτέρων κριτὴν καὶ προφήτην καθίστησιν· ὃς εἰ καὶ τῆς βαρείας ἐκείνης ἔργον ἐγεγόνει αἰχμαλωσίας καὶ τῆς ἐνεγκούσης εἶχε τὴν Βαβυλῶνα καὶ ἐν ἀδόξοις ἐδόκει διὰ τῆς ὥρας τὸ ἀτελὲς καὶ ἀπαρρησίαστος διὰ τὸ ἐναπειλῆφθαι τοσούτοις κακοῖς,
6.1.5
ἀλλ' ἐκ τοῦ τὴν ἀρετὴν ἐπιφέρεσθαι καὶ φιλοσοφίᾳ στοιχειωθῆναι τὴν πρώτην αὔξησιν καὶ καρτερὸς εἶναι τὴν γνώμην καὶ ἐμβριθής, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τῶν γηραιῶν ἐκείνων καὶ καθεστηκότων ἔλεγχος ἐδείκνυτο καὶ κριτής. Ἀλλὰ μικρόν, εἰ δοκεῖ, πρὸς ἀρχὴν ἀναγαγόντες τὸν λόγον ἴδωμεν, ὅπως ὑψηλὸν καὶ μακάριον τὸ φίλον ὑπάρχειν Θεῷ.
6.2.1
Τῆς πόλεως τῆς Ἱερουσαλὴμ κατάκραν τῷ πολέμῳ παρὰ τῶν Ἀσσυρίων ληφθείσης οἱ τότε λαοὶ τῶν Ἑβραίων ἐπὶ Βαβυλῶνα διήχθησαν. Εἶχε δὲ καὶ τὸν μακάριον Δανιὴλ τῶν δορυαλώτων μειρακίων τὸ πλῆθος καὶ διήγετο ἐπὶ τῆς πολεμίας παῖς εὐκαταφρόνητος, κεκακωμένου δήμου μικρὸν καὶ πολλοστὸν ἐφόλκιον, οὔτε παρὰ τοῖς ὁμοφύλοις ἀφορμὴν ἔχων τοῦ φαίνεσθαι, οὔτε παρὰ τοῖς ἐχθροῖς ἀξιόλογον τοῦ πολέμου νομιζόμενος κέρδος· ἀφανής, ἄδοξος διὰ τὴν ἡλικίαν, διὰ τὴν συμφοράν· μόνῳ τῷ καλῶς βλέποντι καθορώμενος.
6.2.2
Θεὸς γὰρ μόνος ἔβλεπε τὴν καθαρὰν τοῦ νεανίσκου ψυχήν, ὥσπερ τινὰ μαργαριτὴν ἐν θαλαττίοις ὀστράκοις ἐνδεδεμένον ἢ χρυσὸν ἐν τοῖς κόλποις ἐνόντα τῆς γῆς· ὡς νύμφην εὐπρεπῆ τοῖς παραπεπτάσμασι τῆς παστάδος καλυπτομένην. Ἐπειδὴ δὲ ἦλθεν ὁ καθήκων καιρὸς καὶ ἔδει τὸν κρυπτόμενον φανῆναι, γνώριμον γενέσθαι τὸν ἀφανῆ, περίβλεπτον τὸν καταφρονούμενον, λάμψαι τὸν τῷ σκότῳ τῆς συμφορᾶς κεκρυμμένον, ὀλίγη τοῦ πνεύματος ἐπιφοίτησις καὶ πάντων ὁ ταπεινὸς ὑψηλότερος·
6.2.3
σοφὸς ὁ μὴ διαίρων τὸ στόμα· ἔλεγχος κρυπτομένων· κριτὴς δικαστῶν ὁ ἀπαίδευτος· ἐπὶ θρόνου καθήμενος ὑψηλοῦ ὁ μηδέπω μηδὲ ὑπηρέτης δικαστηρίων γενόμενος· σωφροσύνην συκοφαντουμένην ἐκδικῶν ὁ νέος, δῆμον πλανώμενον ἐπιστρέφων, ψῆφον πόλεως ὅλης κακῶς ἐνεχθεῖσαν ἀνακαλούμενος.
6.3.1
Ἠκούσατε γὰρ ἀρτίως τοῦ ἀναγνώσματος καὶ τῷ θαύματι πάντως κατέχεσθε τὴν ψυχήν. Κἀγὼ δὲ τὰ τῶν ἄλλων βιβλίων ἀφεὶς ὅσα οἱ ψαλμοὶ ἡμῖν ἐπωφελῶς μεθ' ἡδονῆς ἐμελῴδησαν, ὅσα συνεβούλευσεν ὁ ἀπόστολος, ὅσα δεσποτικῶς ἐνομοθέτησεν ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος, ταύτῃ προσεκλίθην τῇ ἱστορίᾳ. Ἐπειδὴ δύο νεότητας βλέπω εὐδοκι μούσας, τὴν μὲν ἐν τῷ δικάζειν, τὴν δὲ ἐν τῷ κρίνεσθαι· καὶ τὸν μὲν Δανιὴλ ἐπὶ ταῖς ψηφοῖς κροτούμενον, Σωσάνναν δὲ ἐπὶ τῇ νίκῃ στεφα νουμένην τῆς σωφροσύνης.
6.3.2
Δεῦτε τοίνυν, εἰ δοκεῖ, οἱ τῶν καλῶν ἐρασταὶ καὶ τῆς ἀρετῆς, ἀνανεωσώμεθα τὴν παλαιὰν κρίσιν τῇ μνήμῃ· ἀρχαίᾳ σωφροσύνῃ τὴν νεάζουσαν ἐπὶ τοῦ παρόντος ἀκολασίαν ἐκκό ψωμεν στηλιτεύσαντες γῆρας μειρακιῶδες καὶ νεότητα πεπολιωμένην θαυμάσαντες. Ὦ πρεσβύται μιαροὶ καὶ ἄρχοντες τοῦ λαοῦ, μυρίων παιδαγωγῶν εἰς ἐπανόρθωσιν χρῄζοντες γάμων νόμῳ ζευχθέντων ἐπίβουλοι, σωφροσύνης ἐνεδρευταί, μηχανορράφοι δόλων, συκοφαντίας ταχεῖς εὑρεταί!
6.3.3
Ὑμεῖς ἦτε οἱ τὴν πορνείαν τοῖς χείλεσι κρίνοντες καὶ τὴν μοιχείαν καταδικάζοντες· οἱ τῶν ἄλλων ἰατροὶ καὶ τῆς νόσου γέ μοντες· οἱ κεκονιαμένοι τάφοι ἔνδον τῆς ἀκαθαρσίας πεπλησμένοι καὶ τὴν ἔξωθεν ἐπιφάνειαν καλλωπίζοντες. Οἱ ὑψηλοὶ καὶ ἐπὶ τῶν θρόνων τῶν δικαστικῶν προκαθήμενοι, ὅτε δὲ ἀκολασταίνειν προείλεσθε τοῖς λασίοις τῶν φυτῶν καὶ τοῖς θάμνοις ἐνέρποντες.
6.3.4
Ἐγέλα τότε βλέπων ὑμᾶς ὁ τῶν παραβάσεων εἰσηγητὴς καὶ τῶν κακῶν σύμβουλος, ὅπως οἱ ἐν κορυφῇ τοῦ λαοῦ, οἱ λογάδες καὶ ἔκκριτοι, ὡς τοιχωρύχοι τινὲς ἢ λῃσταὶ τῇ γῇ προσεσύρεσθε, ἵνα βλέψητε θέαν ἀκόλαστον· καὶ τοῖς θάμνοις ἐνεκρύπτεσθε κατὰ τὰς ἀλώπεκας, αἳ ἀπὸ τῶν συμφύτων καὶ ἐπισκίων τόπων τὰς κατοικιδίους ἐνεδρεύουσιν ὄρνιθας καὶ νενομέναις ἀπροόπτως ἐπιπηδῶσιν.
6.3.5
Ὢ τῆς ὁμοιοτρόπου κακίας, ἣν ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλοθρευτὴς ἀπ' ἀρχῆς εἰς τέλος ἐπιτηδεύει! Ἐν παραδείσῳ τὸ πρῶτον τοῦ ὑψηλοῦ ἀνθρώπου πτῶμα, ἐν παραδείσῳ καὶ νῦν οἱ γέροντες παρὰ τοῦ ὄφεως ἐνεργούμενοι τῆς ἀρχικῆς δόξης ἐκπίπτουσι, γίνονται δὲ ἀντὶ κριτῶν καταδεδικασμένοι, τῆς ζωῆς ἀλλό τριοι καὶ τῆς ἁμαρτίας ἐργάται.
6.3.6
Ἀλλ' ἐνταῦθα μὲν ἀνδρῶν ἐκράτησε, τῆς δὲ γυναικὸς ἡττήθη καὶ τὸ κοῦφον τῆς πρώτης ἀνθρώπου ἐπὶ τῆς Βαβυλωνίας οὐχ εὗρε νεάνιδος. Καὶ καλῶς ἂν εἴποι τις, ὡς οὐκ ἔστι Βαβυλὼν σύγχυσις διὰ Σωσάνναν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ, φυλακὴ σωφροσύνης, πόλις ἀνδρικῆς γυναικός, τόπος ἑορτῆς ἐπινικίου.
6.4.1
Ταύτην ἐγώ, τοὺς ἐν μέσῳ χρόνους ἀνελών, τῇ ὁμοιότητι τῆς ἀρετῆς πρὸς τὸν κόσμον Ἰωσὴφ ἄγω· ἵστημι δὲ τὴν εὐσχήμονα παρὰ τὸν σώφρονα τὴν τῷ Θεῷ φίλην παρὰ τὸν παῖδα τοῦ Ἰσραήλ. Ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις, τὸν ὑπὲρ τῆς σωφροσύνης, ἐπιτίθημι στέφανον· ὑπορρίπτω δὲ τοῖς ποσὶ τῶν νικησάντων τοὺς ἡττημένους· τῷ μὲν Ἰωσὴφ τὴν ἀκόλαστον Αἰγυπτίαν, τὴν δέσποιναν τοῦ ἐλευθέρου δούλου· Σωσάννῃ δὲ τοὺς ἀτίμους γέροντας.
6.4.2
Τίθημι τούτους παιδαγωγοὺς σωφροσύνης· τὴν μὲν τῆς γυναικείας, τὸν δὲ τῆς τῶν ἀνδρῶν νεότητος· λαμπτῆρας τῆς οἰκουμένης, ἄνθη τῆς ἀναστάσεως, μοιχῶν κριτάς, γάμων ἐνθέσμων φύλακας. Τέως δὲ περὶ μόνην ἀσχολήσωμεν τὴν ἱερὰν γυναῖκα τὸν λόγον· νῦν γὰρ ὁ Ἰωσὴφ ἐπεισόδιόν ἐστι καὶ παρενθήκη σωφροσύνης ὁ σώφρων.
6.5.1
Ἐπειδὴ γὰρ οἱ γέροντες, ὡς ἐνόμιζον, εἶχον τὴν θήραν εἴσω δικτύων, εἰσεπήδησαν δὲ ἐκ τῆς ἐνέδρας ὡς αὐτίκα ληψόμενοι, οὐχ εὗρον δειλὴν τὴν βελτίστην ἔλαφον, ἀλλ' ἀνθισταμένην καὶ αὐτοῖς καὶ τῷ δράκοντι τῷ τῶν γινομένων αἰτίῳὀφιοκτόνον δὲ ζῷον ἡ ἔλαφος· καὶ καλῶς εὗρεν ὁ λόγος τὴν εἰκόνα τοῦ ζῴου· παρεκάλεσαν, οὐκ ἠκούσθη σαν· ἠπείλησαν, οὐ κατέπληξαν.
6.5.2
Ἀμηχανοῦσι λοιπὸν οἱ δυσέρωτες καὶ δύο τοῖς μεγίστοις συνέχονται, ἀποτυχίᾳ τῆς ἐπιθυμίας καὶ φόβῳ τοῦ ἐλέγχου. Ῥάπτουσι δὲ συκοφαντίαν αἱ μιαραὶ κεφαλαὶ καὶ λύσιν τοῦ κακοῦ ἄλλο κακὸν ἐξευρίσκουσι καὶ μοιχείας κάλυμμα συσκευάζονται φόνον. Ἁμαρτωλὸς γάρ, ὅταν εἰς ἀρχὰς ἐμπέσῃ πλημμελημάτων, ὥσπερ σχοίνῳ τῇ ἀρχῇ καὶ τὰς ἀκολούθους ἀνομίας ἐφέλκεται. Καὶ γεννητικὰ τυγχάνει τῶν καλῶν τὰ καλά, τῶν δὲ φαύλων τὰ ὅμοια.
6.5.3
Διὸ καὶ νῦν φόνος ὁ καρπὸς τῆς μοιχείας ὑποβλαστάνει καὶ συνέδριον κατὰ σπούδην κάθηται ὡς ἐπὶ μεγάλῳ τῆς γυναικὸς ἀδικήματι, καὶ δημαγωγεῖται πλῆθος θέαν ἔχον τὴν κρινομένην. Κατήγοροι δὲ καὶ δικασταὶ οἱ αὐτοί· καὶ πολιὰ συκοφαντοῦσα ἀξιόπιστος ἦν καὶ νεότης συκοφαντουμένη ἐκ τῆς κρατούσης ὑπονοίας κατεδικάζετο.
6.5.4
Δῆμος δὲ ἀναρριπισθεὶς καὶ παθὼν ὃ δὴ πάσχειν ἀπὸ ὁρμῆς ἐμπλήκτου εἴωθε δῆμος, ἠγανάκτει πεπλανήμενος καὶ τῇ ὁρμῇ τῶν γερόντων συνεξεφέρετο· γονεῖς τῆς κρινουμένης ἐθρήνουν, ἀνὴρ τὴν συμφορὰν ὠδύρετο, παῖδες ὠλόλυζον ἔνθεν καὶ ἔνθεν τῆς μητρὸς κινδυνευούσης ἀπηρτήμενοι, τὸ γένος τῇ αἰσχύνῃ κεκάλυπτο.
6.5.5
Οἱ δὲ καλοὶ δικασταί, οἱ τῆς σωφροσύνης σύμ μαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳοὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο ἕξιν τῆς κοσμιότητος ἔχουσαγυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵν' ἐν τῷ δικαστηρίῳ τῆς μοιχείας μοιχείαν ἐργάσωνται τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες·
6.5.6
ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν, χραίνοντες σῶμα καθαρόν, οἱ ἀκόλαστοι, τῇ ἁφῇ καὶ κατ' αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται.
6.6.1
Ὡς δὲ ὁ λαὸς ὑπήχθη καὶ ἡ ψῆφος ἠνέχθη καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψε τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν· ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν, ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον δικαστήριον καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια.
6.6.2
Ἀνάστηθί μοι λοιπόν, ὦ μακάριε Δανιήλ, καὶ νῦν ἐπὶ τοῦ λόγου ὡς διηγέρθης καὶ τότε παρὰ τοῦ πνεύματος· εἰπὲ καὶ σὺ Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ταύτης, ὡς καὶ Πιλᾶτος ὕστερον κατὰ τῶν μαινομένων Ἑβραίων. Ἀνάλυσον τὸν λαὸν ἐπὶ τὸ κριτήριον· δὸς ἀρχὴν τῇ δίκῃ κακῶς τελεσθείσῃ· στῆσον κρινομένους τοὺς ψευδωνύμους κριτάς· ἐναλλαγήτω τῶν προστατῶν ἡ τάξις καὶ θεωρείτω ἡ γυνὴ τοὺς γέροντας, ὡς αὐτὴ πρὸ ὀλίγου θέαμα τῆς πόλεως ἦν.
6.6.3
Κρῖνον, ὁ αἰχμάλωτος, τοὺς πολίτας· ὁ ξένος τοὺς ἐγχωρίους· ὁ νέος τοὺς παλαιούς. Χρῆσον ἅγιον στόμα τῷ πνεύματι· οὐ γὰρ ἀκάθαρτα χείλη ἔχεις, ὡς Ἡσαΐας αὑτὸν ἐξευτελίζων φησίν· οὐδὲ ἑνὸς τῶν Σεραφεὶμ καὶ τοῦ καθαρσίου ἄνθρακος χρῄζεις. Χώρησον σοφῶς τοὺς ψευδωνύμους κριτάς, ἵνα μὴ καὶ ταῖς σαῖς ἐρωτήσεσι συμφώνως ἐπιπηδήσωσιν ὡς ἐν παραδείσῳ τῇ γυναικί.
6.6.4
Οἵα γὰρ καὶ ἡ ἀρχὴ τῶν λόγων τοῦ τρισμακαρίου παιδὸς συνετῶς καταμάθωμεν· Πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐλευθερίας τοῦ πνεύματος! Οὗ γὰρ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.
6.6.5
Ὁρᾶτε γάρ, ὡς οὐδὲ ἐν προοιμίοις ὑποστέλλεται· ἀλλ' εἰς τὸ βάθος τοῦ συνειδότος ἐνατενίσας καὶ βλέπων τὰς ψυχὰς τῶν γερόντων ἀποθήκας ἁμαρτιῶν μάρτυρας μὲν καὶ ἀποδείξεις οὐ ζητεῖ· ὑβρίζων δὲ ἐπαχθῶς προσκαλεῖται, ἐπειδὴ τὴν ἀπόφασιν ἔχει γεγραμ μένην ἐπὶ τοῦ στήθους ὁ προφήτης.
6.6.6
Καὶ ὅσον γε εἰς αὐτὸν ἧκεν, οὐκ ἂν οὐδὲ εἶπέ τι, ἀλλ' ἀνυπερθέτως τῇ τιμωρίᾳ παρέπεμψεν· ἵνα δὲ πείσῃ λαὸν ἄφρονα καὶ κριτὰς κούφους τῇ πολίᾳ κατηγόρων οὐ τῇ ἀληθείᾳ δικάσαντας, καὶ τὴν πεῖραν τῆς ἐρωτήσεως κεχωρισμένοις προσάγει καὶ τὸ ψεῦδος ἐκ τῆς διαφωνούσης ἀποκρίσεως διελέγχει· καὶ τὴν κρίσιν ἐξενεγκὼν οὐ δημίοις δίδωσιν ὑπευθύνους, ἀλλ' ἀγγέλους κατ' αὐτῶν κολαστηρίους καλεῖ. Εἰς τοσοῦτον γὰρ ηὐξήθη τὸ τῶν ἁγίων ἀξίωμα, ὡς δυνάμεις ἀοράτους ἔχειν τὰς ὑπηρετουμένας αὐτοῖς.
6.7.1
Τίνα τὰ ἑξῆς τοῖς μιαροῖς γέρουσι; Προετράπη ἡ κρίσις· ἀπῆλθον δὲ καὶ τῶν παλαιῶν ἀνομιῶν καὶ τῆς νέας ἁμαρτίας δίδοντες διὰ θανάτου τὴν δίκην· Βαβυλὼν δὲ πᾶσα τὸ παράδοξον τῶν γενομένων διὰ στόματος εἶχον καὶ ὕμνοις τὸν Θεὸν ἀνευφήμουν τὸν τῶν λανθανόντων δραμάτων τὴν γνῶσιν δημοσιεύσαντα.
6.7.2
Καὶ Χελκίας ὑπὲρ τῆς παιδὸς χαίρων ἀνενεώθη· Ἰωακεὶμ τὴν ἐπινίκιον ᾖσεν ὑπὲρ τῆς γυναικὸς ἑορτήν· παῖδες δέ, γνησίας καὶ τῆς σώφρονος ἔκγονα, μειδιῶσι προσώποις τὴν μητέρα περιεσκίρτων καὶ τὸ πολύδακρυ πένθος μετεσκευάσθη εἰς εὐφροσύνην. Ὑμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, εὐσεβεστάτης καὶ ψυχωφελοῦς ἱστορίας ἀκούσαντες μὴ ἀδιαφόρως τὴν ἀκοὴν παραδράμητε, ἀλλὰ παιδείαν καὶ ἄσκησιν τοῦ ὑμετέρου βίου τὸν λόγον ποιήσασθε.
6.7.3
Αἱ γυναῖκες, ζηλώ σατε τὴν Σωσάνναν· οὕτως φυλάξατε τοῖς ἀνδράσι τὴν σωφροσύνην ὡς ἐκείνη τῷ ἑαυτῆς· παθεῖν τε καὶ κινδυνεῦσαι κατεδέξατο μᾶλλον ἢ μοιχείᾳ σπιλῶσαι τὸν βίον· μοιχεία Θεὸν παροργίζει, ἄνδρα καταισχύνει, οἴκους καὶ ἑστίας ἐξαφανίζει, παῖδας ἀμφιβόλους ἐργάζεται. Οἱ πρεσ βύται, τοὺς τοιούτους μισήσατε γέροντας· οἱ δυνάσται, φοβήθητε τῶν κριτῶν τῶν παρανόμων τὸ τέλος·
6.7.4
οἱ νέοι, μιμήσασθε τὸν ἡλικιώτην τὸν νέον, ἵν' οὕτως ἑκάστης ἡλικίας εἰς τὸν τύπον τῶν καλῶν μορφωθείσης τὸ πᾶν πλήρωμα τῆς ἐκκλησίας ἅγιον καὶ εὐδόκιμον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, ᾧ πρέπει δόξα, κράτος, τιμὴ σὺν τῷ συνανάρχῳ πατρὶ καὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note