Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 7 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ἠκούσαμεν ἀρτίως τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τοῦ τὸν ἁλιέα καὶ χειροτέχνην συγγραφέα καὶ λογογράφον ἐργασαμένου θείων ὄντως καὶ ὑψηλῶν ὑποθέσεων. Ἐξηγήσατο γὰρ ἡμῖν πολλὴν καὶ μακρὰν τοῦ Κυρίου διάλεξιν, δι' ἧς τὸν ἀπειθῆ λαὸν καὶ δυσήκοον τὴν τοῦ πατρὸς καὶ υἱοῦ θεογνωσίαν ἐπαίδευεν τῆς μοναρχικῆς ἐννοίας τῶν Ἑβραίων ἀπάγων τοὺς λογισμούς, ἀνοίγων δὲ αὐτοῖς τὴν θύραν τῆς χαρίτος ἐκ τῆς νομικῆς παραδόσεως, καὶ πρὸς τὴν καινὴν Διαθήκην ἐκ τῆς παλαιᾶς ἠρεμαίως ἄγων, ὡς ἐκ τῆς ἐρήμου πρότερον ἐπὶ τὴν γῆν τὴν πλουσίαν καὶ εὔκαρπον.
7.1.2
Ἀλλ' ὅμως δεικνύντος αὐτοῦ ποικίλως καὶ τὴν ἰδίαν ὕπαρξιν, ὡς προαιώνιος ὑπάρχει καὶ ἀεὶ τῷ πατρὶ συνημμένη, καὶ διαρρήδην τοῖς κωφοῖς ἐμβοῶντος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὔτε τοῦ λόγου μαθόντες τὴν δύναμιν, οὔτε διά τινος ἐπιστήμονος ἀντιρρήσεως τὸ μὴ παραδεχθὲν διελέγξαντες ἐπὶ τοὺς λίθους ἀντὶ τῶν λόγων ἐχώρουν· καὶ πόρρωθεν τοῦ σταυροῦ τὰς φονικὰς χεῖρας πρὸς τὴν μιαιφονίαν ἐγύμναζον.
7.1.3
Ὁ δὲ κρίνας πανταχοῦ μακροθύμως ἔχειν πρὸς τὸν ὑβριστὴν δῆμον καὶ βλάσφημον, ἐξέκλινεν αὐτῶν τὴν ὀργὴν καὶ τὸν θόρυβον οὐ ταπεινῶς ἀποδιδράσκων, ἀλλὰ θεϊκῶς· ὃς ἐν μέσῳ τε εἱστήκει καὶ ψηλαφώμενος οὐκ ἐβλέπετο καὶ τοῖς φλεγμαίνουσι προστριβόμενος οὐχ ὁρᾶτο, ἀλλ' εἱστήκεσαν ἐνεοὶ τῇ μὲν προαιρέσει φονῶντες, καθ' ὅτου δὲ τὴν ὀργὴν ἐκπληρώσουσιν οὐκ εὑρίσκοντες·
7.1.4
ὅμοιοι θηρευταῖς ἀπείροις, οἳ ἐπειδὰν πρὸ καιροῦ τὴν θήραν ἀνασοβήσωσιν, ὑποδραμούσης τῆς ἐλάφου λόχμην τινὰ καὶ ἀφανῶς ἐξελθούσης, εἰκῆ πλανῶνται κατὰ τὴν νάπην ἄχθος περιττὸν τὰ δίκτυα φέροντες καὶ μάτην τοὺς σκύλακας ἐφελκόμενοι.
7.2.1
Ἐγὼ δέ, εἰ καὶ τὰ ἄλλα φαῦλος οἰκέτης, τούτου γοῦν οὐκ ἐξελα
7.2.2
θόμην, ὅτι δοῦλός εἰμι καί με προσῆκεν ὑπὲρ τοῦ Δεσπότου κατὰ τῶν ὑβριστῶν ἐξανίστασθαι. Διὸ καὶ κεκράξομαι πρὸς τοὺς Ἑβραίους ὡς παρόντας σήμερον καὶ παρὰ τῆς μανίας ἐνεργουμένους· Βάλλετε, μιαροί, λίθοις τὸν εὐεργέτην; τίς γὰρ ὑμᾶς ἐκ πέτρας ἐπότισε; βάλλετε λίθοις τὸν πλαξὶ λιθίναις τὸν βίον ὑμῶν κακονίσαντα;
7.2.2
βάλλετε τὸν ἐκλεκτὸν λίθον καὶ ἔντιμον, ὃν Ἡσαΐας ὑμῖν προεφήτευσε; βάλλετε τὸν νοητὸν λίθον τὸν τῆς ἀκροτόμου πέτρας ἀπορραγέντα ἄνευ χειρὸς ἀνθρωπίνης, ὡς ὁ θεσπέσιος Δανιὴλ ὑμᾶς ἐδίδαξε; βάλλετε λίθοις τὸν ἀκρογωνιαῖον τὸν τοὺς δύο τοίχους τῆς καινῆς καὶ τῆς παλαιᾶς Διαθήκης συνέχοντα;
7.2.3
Κἂν γὰρ ὑμεῖς μὴ πιστεύσητε, δυνατὸς ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, τουτέστιν ἀθροῖσαι τῷ Χριστῷ λαὸν περιούσιον τὸν ἐξ ἐθνῶν καὶ ἀκρόβυστον, ἐφ' ᾧ καὶ τὴν ἐπαγγελίαν ὁ Ἀβραὰμ ἐδέξατο εἰπόντος αὐτῷ τοῦ Θεοῦ, ὅτι Ἐνευλογισθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Τῇ γὰρ ἀπορρήτῳ προγνώσει βλέπων ὁ Θεὸς τὸ μέλλον τῷ ἀρχηγῷ τῆς πίστεως πάντας τοὺς εἰς ὕστερον πιστεύειν μέλλοντας εἰς τάξιν ἀπεκλήρωσε τέκνων.
7.2.4
Ἐθεώρει γὰρ ἔκτοτε τῶν Ἑβραίων τὴν στάσιν καὶ τοὺς λίθους ἔβλεπε καὶ τοὺς ψευδωνύμους υἱοὺς ἐν τοῖς ἀποκηρύκτοις ἠρίθμει. Ἐπειδὴ δὲ λόγῳ καταγγέλλων αὐτοῖς τὴν ἀλήθειαν οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵν' ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ, ὅτι καὶ Θεὸς ἐτύγχανεν καὶ Θεὸς Ἀβραὰμ πρεσβύτερος.
7.2.5
Ἀκούσατε οὖν, φησίν, ὦ ἀληθῶς τυφλοὶ καὶ ἀνόητοι· Τίς οὗτος, ὁ καὶ συμπαρὼν ὑμῖν καὶ μὴ βλεπόμενος; ἢ τάχα ἐκεῖνος ὁ καὶ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινό μενος; Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ' ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον.
7.3.1
Οὕτως δὲ ἀλόγως καὶ ἀνοήτως τῶν Ἑβραίων ἐχόντων ὁ Κύριος ἡμῶν καὶ Σωτήρ, ὥσπερ τις ἰατρὸς ἐπιμελής τε ὁμοῦ καὶ σοφός, πρὸς τὴν πρώτην πεῖραν οὐκ ἐνδόντος τοῦ πάθους ἄλλον τρόπον τῆς θεραπείας μεταχειρίζεται. Τυφλῷ δὲ βούλεται θεραπεῦσαι τυφλοὺς τὴν διάνοιαν, ὃς ἐκ τοῦ προστυχόντος εὑρέθη, οὐ λώβῃ τινι συμβάσει παθὼν τὴν τυφλότητα, ἀλλὰ πταίσματι φύσεως οὕτως ἐκ γαστρὸς παραχθεὶς εἰς τὸν βίον.
7.3.2
Θεασάμενος δὲ τὸν ἄνθρωπον ἔστη καὶ πρὸς θεραπείαν ἕτοιμος ἦν· θεραπείαν ἀνθρωπικοῦ λόγου καὶ τέχνης κρείττονα. Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ' αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ προαγούσης εἰς φῶς χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν. Οὐ μέντοι γε οὐδὲ τῶν παθῶν πάντων τῶν εἰς ὕστερον συμβαινόντων.
7.3.3
Καὶ τούτου μάρτυρες οἱ ἠκρωτη ριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε. Διόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον τὴν αἰτίαν περιεργάζοντο τῆς κακώσεως καὶ ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας ἢ διὰ πλημμε λήματα τῶν γονέων τοιοῦτος εἰς τὸν βίον παρήχθη.
7.3.4
Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων ὁ παῖς κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος· οὔτε μὴν ἰδίων πλημμελημάτων ἀπέτισε δίκας, εἴγε οὗτος μὲν τυφλὸς ἐγεννήθη. Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως. Ἡ μὲν οὖν πεῦσις οὐ λίαν δόκιμος· ὅπως δὲ ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπε κρίνατο, καταμάθωμεν.
7.3.5
Τὸ γὰρ πάθος τοῦτο, φησίν, ὦ μαθηταί, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ' ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν ὁ τέως κοινὸς νομιζόμενος ἄνθρωπος ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον καὶ ὁ κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται, ὁ δὲ σκλῆρος λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν ῥίψας τοὺς λίθους.
7.3.6
Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος. Γενέσθω πρᾶγμα παράδοξον καὶ κτισθήσωσαν ὄψεις, ἵνα μάθωσιν οἱ στασιάζοντες, ὡς ὁ λεγόμενος υἱὸς τοῦ Ἰωσήφ, εἰ ἦν ἀληθῶς τέκτονος παῖς, δίφρον μὲν ἐδύνατο διαρραγέντα ἐπανορθοῦν, ἢ τὰ ξύλα συνάγειν τῆς ἁρμονίας ἀποζευχθέντα, ἢ τὴν κλασθεῖσαν ὑπερείδειν δοκόν, ἢ λεαίνειν τὸ τραχὺ τῶν σανίδων, ἢ ποιεῖν ὅλως ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα·
7.3.7
ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμόν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν.
7.4.1
Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται ἐν μικρᾷ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον καὶ ποικίλαις διήνθισται ταῖς χρόαις.
7.4.2
Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ δι' ὅλου μονοειδῆ, ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην· τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτης ἔξωθεν τὸ λευκὸν περιβέβληται, στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ' ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ.
7.4.3
Τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστὶ διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς τῶν προσδιαλεγομένων ἐντυποῦσθαι τοὺς χαρακτῆρας, διὸ δὴ καὶ τὸ μεσαίτατον αὐτοῦ τοῦ κύκλου, τὸ κέντρον, προσηγορεύεται κόρη, ἀεὶ τὴν μορφὴν τῷ καταντικρὺ βλέποντι δεικνύον ἀνθρωπικήν.
7.4.4
Ὡς γὰρ οὐκ ἔστι τὸν ὁρῶντα εἰς κάτοπτρον μὴ εὐθὺς ἐνσκιάσαι τῇ ὕλῃ τὸν ἴδιον χαρακτῆρα, οὕτω τὸν ἀντιπρόσωπον ἑστῶτα τοῦ ἀνθρώπου μὴ ἐγγράψαι τῷ ὀφθαλμῷ τὴν οἰκείαν μορφήν. Εἰς ἀλλήλους γοῦν ἄνθρωποι βλέποντες ἀλλήλων γίνονται κάτοπτρα.
7.5.1
Θαύματος τοίνυν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός. Οὗτος γάρ μοι καὶ Θεὸν ἑρμηνεύει πᾶσαν ἀκριβῶς καταμανθάνων τὴν κτίσιν κἀκ τῆς ἐνεργείας ὑποδεικνὺς τὸν τεχνίτην· οὗτος ἐκ τῶν ὁρατῶν ἑρμη νεύει τῇ ψυχῇ τὰ ἀόρατα· διὰ τούτου ἔχω γνῶσιν ἡλίου καὶ οὐρανοῦ κόσμον ἔμαθον καὶ κάλλος ἀστέρων ἱστόρησα καὶ γῆς ὑπόστασιν καὶ φύσιν θαλάσσης, σπερμάτων διαφορὰν καὶ φυτῶν ποικιλίαν καὶ χρω μάτων ποικίλην βαφήν, σκότους κατήφειαν καὶ φωτὸς λαμπήδονα καὶ πάντα ἁπλῶς ὅσα ὁ Θεὸς κτίσας ἐπῄνεσεν. Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σοφίαν καὶ δύναμιν τοῦ Θεοῦ σωζομένην.
7.5.2
Διὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ
7.5.3
καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα τῇ μεγαλουργίᾳ τῶν γινομένων ἐκβάλλοντες τῆς ψυχῆς πᾶσαν ὑπόληψιν μικροπρεπῆ καὶ χαμαίζηλον· γνωρίσωμεν δέ, ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα.
7.5.3
Αὐτουργεῖ δὲ διόλου τὴν θεραπείαν ὁ Κύριος καὶ οὐ λόγῳ μόνῳ χρῆται πρὸς τὴν ἐνέργειαν ὁ προστάγματι τὴν πᾶσαν ὑποστησάμενος διακόσμησιν, ὁ δύο λόγοις βραχέσι τὸν παραλυτικὸν θεραπεύσας· ἀλλὰ καὶ στόματι καὶ χερσὶ καὶ ἄλλῃ πολλῇ προνοίᾳ θεραπεύει νῦν τὴν τυφλότητα, ἵνα βεβαίαν διὰ τῶν πραγμάτων ἐμποιήσῃ τοῖς ἀπίστοις τὴν πίστιν.
7.5.4
Πτύει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ σιάλῳ πῆλον ἐργάζεται, τῇ μὲν γῇ διὰ τοῦτο πρὸς τὴν θεραπείαν συγ χρώμενος, ἵνα δείξῃ ὡς ἐξ ἐκείνου τοῦ χοῦ, ὅθεν ἐν ἀρχῇ ὁλόκληρον ἐπλάσθη τὸ ζῷον, καὶ τὸ λεῖπον ἀρτίως μέρος δημιουργεῖται. Σιάλῳ δὲ τοῦτο ἀναλαμβάνει καὶ συνέχει τὸν ἐσκεδασμένον καὶ ἀκόλλητον, ἵνα φανερῶς ἡμῖν δείξῃ, ὅτι τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος τὰ πάντα κατώρθωσε. Τῷ λόγῳ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
7.6.1
Τάχα δὲ καὶ διὰ τοῦτο πτύων θεραπεύει, ἵνα κατανύξῃ πρὸς φόβον τοὺς μικρὸν ὕστερον ὑβρίζειν τοῖς ἐμπτύσμασι μέλλοντας· καὶ ὅμως οὐκ ἐδυσώπησε τῶν μαινομένων τὸ θράσος, ἀλλ' ἐνεπτύσθη πολλὰ ὁ τοιαῦτα κατορθῶν διὰ πτύσματος. Τῆς πρώτης ταύτης πράξεως τὴν δημιουργικὴν ὑποφαίνει δύναμιν καὶ διὰ μὲν τοῦ προστάξαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ νίψασθαι τὴν δι' ὕδατος σωτηρίαν ἡμῖν ἐνδείκνυται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος (Σιλωὰμ) ἐχαρίσατο.
7.6.2
Τότε γὰρ καλῶς βλέπομεν, ὅτ' ἂν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι· τότε φῶς ἡμᾶς περιλάμπει τῆς χάριτος, ὅτ' ἂν ἡ δύναμις τοῦ βαπτίσματος τὸν ῥύπον τῶν ἁμαρτημάτων καὶ τὰς κηλῖδας ἐκνίψῃ. Καὶ πάντες ὅσοι τῇ ἐντολῇ τοῦ Σιλωὰμ ἀπολουόμεθα, τὸ πνευματικὸν ὁρῶμεν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐνεργείας!
7.6.3
Ἀπῆλθεν ἐκ τῆς κολυμβήθρας ὁ πρὸ ὀλίγου τυφλὸς κοσμηθεὶς τὸ πρόσωπον τῇ τῶν ὀφθαλμῶν προσθήκῃ, βλέπων ἀκριβῶς πρὸς τὴν ἡλιακὴν ἀκτῖνα. Ἐξέπληττε τοὺς γείτονας καὶ τοὺς γνωρίμους τὸ πρᾶγμα. Ἐθορύβει τὸν βίον ὁ καινὸς τῆς θεραπείας τρόπος· περιενόστει τὴν πόλιν ὁ ἄνθρωπος βλέπων, ἵνα βλέπηται παρὰ πάντων ἔργον γενόμενον καινὸν καὶ παράδοξον ὑπὸ Ἰησοῦ τοῦ ἐν Βηθλεὲμ γεννηθέντος, τοῦ μικροῦ βρέφους ἐκείνου τοῦ ἐν τῇ φάτνῃ τοῖς σπαργάνοις ἐνειληθέντος. Ταῦτα γάρ ἐστιν, ἃ τοὺς Ἰουδαίους ἀπιστεῖν ἐποίει τῇ θεότητι.
7.7.1
Οὐκοῦν, ὦ ἀνόητοι καὶ παχυκάρδιοι, ἐπιβάλετε τὸν λογισμὸν τοῖς ἐξ αἰῶνος ἀνθρώποις. Ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενοι τοὺς ἑξῆς πάντας διερευνήσατε, ἐὰν εὕρητε τὸ νῦν γενόμενον καὶ ἐπ' ἄλλων πραχθέν, ἐὰν ἔχοντα τὸν βίον τοιαύτης θεραπείας ὑπόδειγμα· καὶ πάλιν ἐπὶ διασυρμῷ τοῦ Κυρίου μου τὸν τοῦ τέκτονος προφέρετε παῖδα, οὗ τοὺς ἀδελφοὺς γνωρίζετε, οὗ τὴν οἰκίαν ἴστε.
7.7.2
Ἀπαριθμεῖσθε πάντα τὰ ταπεινά, φιλονεικήσατε, πολλὴν ἡμῶν καταχέατε τὴν ἀδοξίαν. Εἰ δὲ μηδὲν τοιοῦτον μήτε ἄνθρωπος ἔπραξε μήτε ὁ βίος ἔσχε διήγημα, καταγνόντες ἑαυτῶν τῆς ἀγνοίας λοιπὸν πρὸς τὴν ἀλήθειαν ἀναβλέψατε. Νίψασθε καὶ ὑμεῖς εἰς τὸν Σιλωάμ, ἵνα μὴ ἐναποθάνητε τῇ τυφλότητι.
7.7.3
Ἀλλ' οὐδὲν ὡς ἔοικεν ἐπ' ἐκείνων. Οὐ λόγος ἐπαίδευεν, οὐ πρᾶξις ἐδίδασκεν, οὐκ ἐνέργεια θαυμασίων ἐδυσώπει· πάντα δὲ τοὐναντίον διὰ τὴν ἔντυφον ἀγνωμοσύνην μυρίοις τρόποις ἐπεχείρουν ἀφανίζειν καὶ διασύρειν· περιετρέπετο δὲ αὐτοῖς πρὸς τοὐναντίον ἡ κακουργία.
7.7.4
Ὅσῳ γὰρ ἠπίστουν ἐκεῖνοι καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια· καὶ ταὐτὸν ἔπασχον τῶν θηρίων ἐκείνοις, ἃ πληγέντα παρά τινος καὶ μηδέπω πᾶσαν τὴν αἰχμὴν ἐν τῇ γαστρὶ δεξά μενα τῇ πρὸς τὸν ἄνθρωπον ὁρμῇ καὶ φιλονεικίᾳ ὅλον ἐφ' ἑαυτὰ συνωθεῖ τὸν σίδηρον.
7.8.1
Πρώτη πολυπραγμοσύνη· Εἰ οὗτος αὐτὸς ὁ τυφλὸς καὶ μὴ ἕτερος ἀντ' ἐκείνου ἐδείχθη· τοῦτο σαφῶς τοῦ ἀνθρώπου διαμαρτυρομένου καὶ κεκραγότος καὶ τὴν ἀκολουθίαν τῆς θεραπείας σαφῶς ἀπαγγέλλοντος, ὅτι καὶ πηλὸς κατεχρίσθη τὸ τῆς τυφλότητος φάρμακον, ὅτι καὶ κολυμ βήθρα τὸν πηλὸν ἀπονίψασα τὸ βλέπειν παρέσχεν. Ταῦτα περιεργάζοντο γείτονες καὶ ἐμάνθανον· ἀνεζήτουν οἱ Φαρισαῖοι καὶ οὐκ ἐπείθοντο.
7.8.2
Δευτέρα τέχνη εἰς ἀθέτησιν τοῦ γενομένου παρελαμβάνετο τὸ πειρᾶσθαι δεικνύειν, ὡς οὐκ ἔστιν ὁ Χριστὸς ὁ ἐνεργήσας τὴν θεραπείαν. Ἐπειδὴ δὲ ἄνθρωπος τὸν σωτῆρα ἐβόα καὶ τῇ ὁμολογίᾳ καὶ τῷ κηρύγματι ἀντεδίδου τὴν χάριν καὶ τὸν εὐεργέτην ἐδημοσίευεν, ἀποφραττόμενοι τὰ στόματα, ἰλιγγιῶντες τὴν γνώμην, οὐκ ἔχοντες ὅ τι καὶ πράξωσιν,
7.8.3
ἐπὶ τὴν τοῦ πάθους πάλιν ἀνατρέχουσι ζήτησιν καὶ εἰ ἐκ γενετῆς τυφλός, τοῦτο περιεργάζονται καὶ τοὺς γονεῖς ἀναζητοῦσι τοῦ ἀνθρώπου καὶ ἀκριβεῖς ἐξετασταὶ γίνονται τῶν καθ' ἕκαστον, οὐχ ἵνα βεβαιώσωσι τὸ πραχθέν, ἀλλ' ἵνα ἀνατροπήν ποθεν τοῦ θαυμασίου λάβωσι καὶ ψευδῆ τινα σκευωρίαν κατασκευάσαντες τὸ πιστεῦον πλῆθος τῆς ὁρμῆς ἀνατρέ ψωσιν. Ὢ κακίας ὑπερβολή!
7.8.4
Μάχεσθαι πρὸς τὴν ἀληθείαν καὶ μὴ προσκυνεῖν τὸν ταῦτα ποιοῦντα, ἀλλὰ διασύρειν τὸν εὐεργέτην· μὴ θαυμάζειν τὴν δύναμιν, ἀλλ' ἐξευτελίζειν πειρᾶσθαι τὰ πράγματα. Πείσθητε καὶ παρὰ τῶν γονέων, ὦ Φαρισαῖοι, ὅτι μετὰ τῆς τυφλότητος ἐτέχθη ὁ ἄνθρωπος· καὶ πάλιν ἐπὶ τὸν τυφλὸν ἀνατρέχετε, ἐκ δευτέρου καὶ τρίτου παρ' ἐκείνου πληροφορούμενοι τῶν κακῶν ἐπιχειρημάτων καὶ τῶν ἐπιβουλῶν.
7.8.5
Ἀλλ' ὅτ' ἂν τῆς πρώτης ἐκπέσητε πείρας, ἐπὶ τὴν δευτέραν χωρεῖτε· ὅτ' ἂν τῆς δευτέρας, ἐπὶ τὴν τρίτην· ὅτ' ἂν τῆς τρίτης ἐπὶ τὴν καθεξῆς. Ἀλώπεκος κακουργούσης ἀναστρέφεσθε δρόμους καὶ πανταχοῦ μὲν ὑμᾶς τὰ δίκτυα τῆς ἀληθείας περιεστοίχισται· ἄφυκτος δὲ ἡ ἀπὸ θαυμασίου διέξοδος. Ὅμως δὲ πάσης οὐκ ἀμελεῖτε πλοκῆς ἱστὸν ἀράχνης ὑφαίνοντες, ποικίλως μέν, ἀλλ' ἀσθενῶς καὶ ἀνηνύτως ἐπιβουλεύοντες.
7.9.1
Πατρικὸν ὑμῶν τὸ νόσημα. Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Τοιοῦτοι κἀκεῖνοι τὸν τρόπον περὶ τὰ θαυμάσια τὰ κατ' Αἴγυπτον. Ἐκ πολέμων ἐσώζοντο καινῶς καὶ παρ' ἐλπίδας καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν· ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττώντων ἦσαν πλέον ἀχάριστοι· μάννα ὑπεδέχοντο οὐρανόθεν πεμπόμενον καὶ τῶν Αἰγυπτιακῶν σκορόδων τε καὶ κρομμύων τὴν δυσωδίαν ἐπόθουν·
7.9.2
στύλῳ νεφέλης τὴν ἡμέραν ἐπεσκιάζοντο, ἵνα μὴ τῇ θέρμῃ τῆς ἡλιακῆς ἀκτῖνος ταλαιπωρήσωσι, καὶ στύλῳ πυρὸς ἐν νυκτὶ κατελάμποντο ἄλλον φωστῆρα καινὸν παρὰ τὴν σελήνην λαβόντες ἐξαίρετον, καὶ ὡς οὐδεμίας ἐνεργείας θεϊκῆς ἀπολαύοντες οὕτως καινοὺς καὶ μετεώρους ἐζήτουν θεοὺς εἰσπράττοντες, ἵνα μικρὸν ἐπὶ τοῦ ὄρους κατασχεθεὶς Μωϋσῆς ἐν τῇ δόσει τοῦ νόμου τὴν ἐπάνοδον παρελκύσῃ.
7.9.3
Ὑμεῖς ἀληθῶς κληρονόμοι τῆς ἐκείνων ἀγνωμοσύνης καὶ τὸν νόμον οὐκ ἀγαπήσαντες καὶ τὴν χάριν μισοῦντες, οὐ ῥάβδου καρυΐνης ἐπιστασίας, ἀλλὰ σιδηρᾶς χρῄζοντες.
7.10.1
Ἄνθρωπον ὁρᾶτε παρελθόντα μὲν εἰς φῶς, ἐν σκότῳ δὲ μέχρι πόρρω τῆς ἡλικίας διατελέσαντα ἀνενέργητον τὰς ὄψεις, ἀλλοτρίοις ὀφθαλμοῖς ὁδηγούμενον, καθ' ἡμέραν πρὸ τοῦ ἱεροῦ καθήμενον, δημο σιεύοντα τὴν συμφοράν, ἵνα πολλοὺς εἰς ἔλεον ἐφελκύσηται, τὴν πόλιν ἔχοντα τοῦ πάθους μάρτυρα, βλέποντα νῦν καὶ ἰαθέντα ταχέως, οὐ φαρμάκων ποικίλων συνθέσει, οὐδὲ σιδήρου τομαῖς, ἀλλὰ πηλῷ μόνῳ, καὶ τούτου διὰ σιέλου γενομένου·
7.10.2
καὶ πῶς οὐ τεθήπατε, οὐκ ἐκπλήτ τεσθε, οὐ καταβάλλοντες εἰς γῆν προσκυνεῖτε τὸν ἀπὸ γῆς ὀφθαλμοὺς κτίσαντα καὶ σέβετε τὴν θεϊκὴν ἐνέργειαν; Φθόνῳ δὲ διαρρήγνυσθε καὶ ζηλοῦτε τὸν Θεὸν ὡς ἀντίτεχνον, ὡς δημιουργοὶ δημιουργόν, ὡς ὁμόφυλοι τὸν ὁμότιμον.
7.10.3
Καὶ παλαιᾶς μὲν ἐντυγχάνοντες βίβλοις, ὅσαι ἐπὶ τῇ τοῦ λαοῦ οἰκονομίᾳ ἐγράφησαν, καὶ ὅσαι τὰς τῶν βασιλέων ἀρχὰς καὶ τὴν ἐπ' ἐκείναις ἱστορίαν σαφῶς ἐκδιδάσκουσιν, εὐπειθῶς περὶ ἑκάστου τὰ λεγόμενα παραδέχεσθε, ὡς Μωϋσέα μὲν μικροῦ δέοντος νομίζειν Θεὸν καὶ Ἑλισσαῖον ὑπερθαυμάζειν καὶ τὸν τούτου διδασκάλον τὸν Θεσβίτην ὑμνεῖν·
7.10.4
καὶ πάντας τοὺς καθ' ἑκάστην γενεὰν ἁγίους τοὺς ἐνεργηθέντας παρὰ Θεοῦ καὶ τὰ μεγάλα καὶ ἀοίδιμα καταπραξαμένους, ἰσαγγέλους ἀνάγετε ταῖς τιμαῖς· οὐδὲν δὲ ζυγομαχεῖτε περὶ τῶν ἀρχαίων, οὐδὲ ἀθετεῖτε τὴν τῶν πατέρων ἐξήγησιν, καὶ ταῦτα πεφυκότων ἀνθρώπων μὴ λίαν εὐκόλως ἀνάγεσθαι πρὸς τὴν πίστιν τῆς ἀκοῆς·
7.10.5
ὃ δὲ ὀφθαλμοῖς ὑστέροις ἐπὶ τῶν ὀφθαλμῶν εἴδετε καὶ ἃ τοῖς δακτύλοις ἔξεστι ψηλαφῆσαι καὶ ἀκριβῶς τῇ αἰσθήσει καταλαβεῖν, ταῦτα ἀπίστως καὶ ἀγνωμόνως ὁμοῦ κακουργεῖτε καὶ προφητείας καταπατοῦντες καὶ τὴν ἔκβασιν τῶν προρρήσεων ἀνατρέποντες. Τὰ γὰρ νῦν ἐπὶ τῆς πείρας ὁρώμενα καὶ πάλαι φθάσας Ἡσαΐας διὰ τῶν λόγων ἐδίδαξεν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου.
7.10.6
Ταῦτα οὐ Πέτρου καὶ Ἰωάννου τὰ ῥήματα, οὐδέ τινος τῶν νέων καὶ ὑπόπτων προσώπων οἱ λόγοι, ἵνα κε χαρισμένην εὐφημίαν ὑπονοήσαντες ἀθετήσητε τὴν ἀλήθειαν, ἀλλὰ τῆς ὑμετέρας προφητείας οἱ λόγοι, εἰ τὸν Θεκουΐτην γνωρίσητε τὸν υἱὸν τοῦ Ἀμώς, προφήτην προφήτου παῖδα, Ἰσραηλίτην ἐκ γένους ἄνδρα, τῆς κατὰ τὸν νόμον ἀγωγῆς τὸ κεφάλαιον. Τῷ δὲ Θεῷ δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν./* Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους καὶ κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον*/

Intertext edge

Open linked passage

Note