Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homiliae
Asterius AmasenusHomi 8 · pg-scrape-grcMore by Asterius Amasenus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/asterius-amasenus" aria-label="More works by Asterius Amasenus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Πᾶσαι μὲν αἱ συνήθεις αὗται καὶ κατὰ νόμον τελούμεναι τῶν μαρτύρων τιμαί, ἱεραὶ πανηγύρεις εἰσὶ καὶ τῶν κατὰ Θεὸν ἀνδραγαθη σάντων στῆλαι διαιωνίζουσαι· ἐν αἷς οἱ πρόεδροι τῶν ἐκκλησιῶν, ὅταν εἰς τὸ λέγειν ἀφίκωνται, τὰς ἑαυτῶν δυνάμεις ἀντεξετάζοντες τῷ μεγέθει τῶν ὑποθέσεων εὐθὺς ἐν προοιμίοις εἰς τὴν συγγνώμην καὶ τὴν παραίτησιν καταφεύγουσιν καί φασιν ἐλαττοῦν τὴν τῶν πραγμάτων μεγαλοπρέπειαν τῇ τοῦ λόγου σμικρότητι.
8.1.2
Εἰ δ' ἐκεῖνοι τοὺς καθ' ἕκαστον τῶν μαρτύρων ἐγκωμιάζειν μέλλοντες ἀπαγορεύουσι πρὸς τὸν ἔπαινον καὶ λαμπρᾷ τῇ φωνῇ τὴν σφῶν αὐτῶν ὁμολογοῦσιν ἀσθένειαν, τίς ἂν γενοίμην ἐγὼ σήμερον, ὁ τοὺς διδασκάλους τῶν μαρτύρων ἔχων προκειμένους εἰς εὐφημίαν, τοὺς γνησίους καὶ πρώτους μαθητὰς τοῦ Χριστοῦ, τοὺς πατέρας τῶν ἐκκλησιῶν, τοὺς μόνους ἀξιοπίστους τοῦ εὐαγγελίου κήρυκας, τοὺς Θεῷ λαλήσαντας καὶ τὴν παρὰ Θεοῦ φωνὴν δεξαμένους ταῖς ἀκοαῖς;
8.1.3
Οὐ μήν, ἐπειδὴ λίαν ὑψηλὸς ὁ λόγος καὶ δυσέφικτος ἡ ἐγχείρησις, τὴν ἀργὴν καὶ ἄπρακτον σιωπὴν ἀγαπήσωμεν, ὥσπερ οἱ δειλοὶ καὶ ἀπειροθάλαττοι, οἳ πρὸς μόνην τὴν ὄψιν τῆς θαλάττης ἀπαγο ρεύοντες οὔτε τὴν ἀρχὴν ἐπιβῆναι τῆς νηὸς ἀνέχονται οὔτε πείρας ἕνεκεν μικρὰ τοὺς αἰγιαλοὺς περιπλεῦσαι· αὐτοῖς δὲ τοῖς τρισμακαρίοις πιστεύ σαντες τὴν ἐγχείρησιν, τοῖς ὑπὲρ ὧν συνεληλύθαμεν σήμερον, τὰ κατὰ δύναμιν τῇ τῶν ἄλλων εὐφροσύνῃ παρασχέσθαι πειραθῶμεν.
8.1.4
Οἶδα γάρ, ὅτι τοσοῦτον ζητήσεται, οὐχ ὅσον ἐκείνοις ὀφείλεται, τοῖς μεγάλοις καὶ θεσπεσίοις, ἀλλ' ὅσον δυνατὸν παρ' ἡμῖν εὑρεθῆναι τοῖς πένησιν. Ἐβουλόμην μὲν οὖν ἐκείνης τῆς χάριτος ὀλίγον μέρος ἐμοὶ χορηγηθῆναι σήμερον, ἧς ἑκάτερός τε τῶν ἁγίων τούτων μεταλαβὼν ὁ μὲν ἐν Ἱεροσο λύμοις τοὺς ἀπειθοῦντας ἐδίδασκεν, ὁ δὲ τὸν Ἄρειον πάγον ἐν Ἀθήναις καταλαβὼν ἐκ τῆς πολυθέου πλάνης τοὺς δεισιδαιμονοῦντας ἐπέστρεψεν ὑποδεικνὺς αὐτοῖς τὸν Χριστὸν καὶ τὸ τῆς ἀληθοῦς εὐσεβείας καταγγείλας μυστήριον. Οὕτω γὰρ ἀνεδείξαμέν τι τῶν προκειμένων ἐπιτελεῖν καὶ μὴ πολὺ τοῦ μεγέθους ἀπολιμπάνεσθαι.
8.2.1
Ἐπειδὴ δὲ αἱ μεγάλαι τοῦ Πνεύματος δωρεαὶ τῶν μεγάλων εἰσὶ καὶ ἀνάξιος ἐγὼ τοιαύταις πλουτίζεσθαι χάρισιν, προσθήσω τὴν πενίαν μετὰ τῆς προθυμίας ὑμῖν ὡς Ἐλισσαῖος μετὰ τῶν ἀλεύρων τὰ λάχανα, τῆς τοῦ προέχεσθαι πάντως τὸ καλὸν οὐκ ἀμοιρήσων τιμῆς. Μηδεὶς δέ με οἰηθείη τῶν ἀκουσομένων ὑμῶν εὐφημίαν γενναίων ἀνδρῶν προελόμενον τοῖς νόμοις ἀκολουθήσειν τῆς σοφίας τῆς ἔξωθεν.
8.2.2
Οὐ γὰρ τέχνῃ συγκειμένῃ κολακείαν ἀπεργαζόμεθα, ἀλλὰ ψυχῶν φιλοθέων ἀρετὴν μετὰ ἀληθείας ὑμῖν παραστῆσαι σπουδάζομεν. Διὸ σιωπηθήσεται γένος καὶ πατέρων περιφάνεια οὐ διοχλήσει τὸν λόγον. Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Οὐδὲ ἀπὸ τῶν περιγείων καὶ ἐγκοσμίων τοὺς οὐρανοπολίτας τιμήσομεν, ἀλλὰ πᾶν τοὐναντίον, πατέρων ἀφανὴς βίος καὶ τέχναι βάναυσοι καὶ πενίας ὀνομαζόμενον ὄνειδος, ταῦτα τοῖς ἐπαίνοις μνημονευθήσεται.
8.2.3
Δόξα γὰρ χριστιανῶν κατὰ τὸ εὐαγγέλιον τὸ ἡμέτερον ταπεινότης ἐστίν. Ἐγὼ δὲ καὶ τῶν ἔξωθεν ἐγκωμίων συνορῶν δεινῶς καταμέμφομαι, ὅτι σεμνύνειν βουλόμενοι οὓς ἂν ἕλωνται, ὡς μηδὲν ἐξαίρετον εἰπεῖν ἔχοντες ἀγαθὸν μάτην τοῖς τάφοις προσεδρεύουσι καὶ διοχλοῦσι τοὺς κειμένους εἰκῆ καὶ τοὺς νεκροὺς ποιοῦνται κόσμον τῶν ζώντων· δι' ὧν ἐπικαλοῦνται τοὺς τελευτήσαντας ὁμολογοῦντες μηδὲν ἀγαθὸν τοῖς παρ' αὐτῶν ἐγκωμιαζομένοις προσεῖναι.
8.2.4
Καὶ πρὸς τούτοις, εἰ μὲν ὁμολογούμενον ἦν, πάντως τοὺς ἐκ λαμπρῶν πατέρων κατάγοντας καὶ αὐτοὺς ὑπάρχειν ἀγαθοὺς καὶ ὥσπερ τινὰ φύσιν τὴν ἀρετὴν διαδέχεσθαι, εὔκαιρον ἦν ἴσως μνείαν τινὰ τῶν γονέων ποιεῖσθαι· ἐπειδὴ δὲ ψεύδεται τὰς τοῦ γένους διαδοχὰς ἐπὶ πλέον ἡ τῶν ἐπιτηδευμάτων διαφορά γίνεται γὰρ ἄσωτος ὁ τοῦ φιλοσόφου καὶ φιλόσοφος ὁ τοῦ φιληδόνου, μάταιος πόνος τῶν προπάππων μεμνῆσθαι· δέον ἐπιδεικνύειν, εἴπερ ἔχει τις ἀρετῆς κατορθώματα.
8.2.5
Καὶ ταῦθ' ὅτι τοῦτον ἔχει τὸν τρόπον, οὐκ ἔστιν ἄλλοθεν πολυπραγμονοῦντας μαθεῖν, ἀλλ' ἐξ αὐτῆς τῆς ἱερᾶς ἡμῶν Γραφῆς πολύτροπον ἐχούσης καὶ ποικίλην τὴν ὠφέλειαν.
8.3.1
Ἴσμεν πάντως τὸν ἱερέα, τὸν πρεσβύτην ἐκεῖνον, τὸν τοῦ μεγάλου Σαμουὴλ τροφέα τε καὶ διδάσκαλον· ἀλλ' οὐδὲν τοὺς υἱοὺς ὠφέλησεν αὐτὸς ἄριστος ὤν· καὶ ταῦτα τραφέντας ὑπ' αὐτῷ τῷ γεννησαμένῳ καὶ καθ' ἡμέραν μανθάνοντας τοὺς τῆς ἱερωσύνης θεσμούς.
8.3.2
Ἐκ πατέρων πάλιν ἀσεβῶν ὁ Τιμόθεος, τὸν ἀπόστολον λέγω, τὸν γενναῖον τοῦ Παύλου σκύλακα, καὶ οὐ μὴν ἠκολούθησεν ὥσπερ τινὶ φύσει τῶν γονέων τῇ γνώμῃ· λογικῶς δὲ μισήσας τὴν ἐκείνων ἀσέβειαν πρὸς τὸν ἅγιον θεσμὸν τῆς εὐσεβείας ἀπηυτομόλησε καὶ καρπὸς ἀνεφάνη γλυκὺς ἀπὸ ῥίζης πικρᾶς. Ἡμιόνων ἡ συνουσία καὶ προβάτου ὁ τόκος.
8.3.3
Οὕτως ὁ Ἀβεσσαλών, πατρὸς ἐπιεικοῦς μεμηνὼς νεανίσκος καὶ τοσοῦτον ἐπὶ θρασύτητι γνώριμος, ὅσον ὁ πατὴρ ἐν χρηστότητι· ἢ μᾶλλον, εἰ δεῖ τἀληθέστερον εἰπεῖν, πολλῷ τῷ μέτρῳ ὑπερβαλλόμενος τῇ κακίᾳ τὴν ἀρετὴν τοῦ γεννήσαντος. Καὶ ὅλως, εἴ τις θελήσειε ταῖς τοιαύταις τῶν παίδων πρὸς τοὺς πατέρας ἐναντιότησιν ἐπιστῆσαι τὸν νοῦν, μυρίους εὑρήσει σπουδαίους ἀπὸ κακῶν καὶ πονηροὺς ἐκ βελτίστων. Καὶ σφόδρα γε εἰκότως. Εἰ γὰρ φύσις καὶ μὴ τρόπος ἀρετὴν ἢ κακίαν εἰργάζετο, οὐκ ἂν ἦν τὰ δύο, ἀλλὰ μονομερῶς ἐπεκράτει τὸ ἕτερον.
8.4.1
Λεγέσθω τοίνυν Πέτρος υἱὸς Ἰωνᾶ· τίνος δὲ τούτου, οὐδέν μοι διαφέρει. Ἐγὼ γὰρ ἐκ τῶν πράξεων τοῦ υἱοῦ σεμνύνω τὸν γεννησάμενον· καὶ κάτωθεν ἀρξάμενος ἐπὶ τὰ ἄνω παραπέμπω τὴν δόξαν, ὥσπερ οἱ λύχνοι οἱ νύκτωρ ἐκ τοῦ ἐδάφους τοὺς ὀρόφους φωτίζοντες. Ἡσαΐας μὲν οὖν φησι προφητεύων, ὅτι λίθον ἀκρογωνιαῖον ὁ Πατὴρ ἔθηκε τὸν Υἱόν, ἐνδεικνύμενος ὡς ἡ πᾶσα τοῦ κόσμου σύστασις ἐκεῖνον ἔχει τὴν ἕδραν καὶ τὴν κρηπῖδα.
8.4.2
Ὁ δὲ Μονογενὴς πάλιν, καθὼς ἐν εὐαγγελίοις φησίν, θεμέλιον τὸν Πέτρον ὀνομάζει τῆς ἐκκλησίας, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν. Πρῶτος γὰρ ἀληθῶς οὗτος ὥσπερ τις λίθος μέγας καὶ καρτερὸς ἐνερρίφη τῇ τοῦ κόσμου τούτου κοιλότητι ἢ τῇ κοιλάδι τοῦ κλαυθμῶνος, ὥς φησιν ὁ Δαβίδ, ἵνα πάντας χριστιανοὺς ἐποικοδομου μένους βαστάσας ἀναγάγῃ πρὸς τὸ ὕψος, ὃ τῆς ἐλπίδος ἡμῶν ἐστιν οἰκητήριον. Θεμέλιον καλεῖ τὸν Χριστὸν καὶ Παῦλος φάσκων· Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
8.4.3
Τῇ ὁμοίᾳ δὲ κλήσει ὁ Σωτὴρ ἡμῶν καὶ τὸν πρῶτον ἑαυτοῦ μαθητὴν κατεκόσμησε πέτραν ὀνομάσας τῆς πίστεως. Διὰ Πέτρον τοίνυν ἄπτωτον καὶ ἀκλινὲς τὸ τῶν ἐκκλησιῶν ἕδρασμα σώζεται, γνήσιον καὶ πιστὸν γενόμενον τῆς εὐσεβείας μυσταγωγόν. Διὰ τὴν οἰκοδομὴν τοῦ δικαίου ἑστήκαμεν ἐρριζωμένοι, οἱ ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου χριστιανοί.
8.4.4
Πολλῶν δὲ πειρασμῶν κινηθέντων ἀφ' οὗ κατηγγέλη τὸ εὐαγγέλιον, καὶ μυρίων τυράννων καὶ πρὸ ἐκείνων τοῦ διαβόλου κατασεῖσαι θελήσαντος καὶ εἰς ἔδαφος καθελεῖν ἡμᾶς αὐτοῖς κρηπιδώμασιν· ἔρρευσαν μὲν οἱ ποταμοί, ὥς φησιν ὁ σωτήριος λόγος, ὡς χείμαρροι, σφοδροὶ δὲ ἄνεμοι τῶν διαβολικῶν πνευμάτων προσέβαλον, λαῦροι δὲ ὑετοὶ τῶν διωκόντων χριστιανοὺς κατερράγησαν, καὶ οὐδὲν ἰσχυρότερον ὤφθη τοῦ κατὰ Θεὸν ὀχυρώματος, ἐπειδὴ ταῖς ἁγίαις παλάμαις τοῦ πρώτου τῶν ἀποστόλων κατεσκευάσθη τὸ τῆς πίστεως οἰκοδόμημα.
8.4.5
Ταῦτα δὲ γέγονε δι' ἕνα λόγον τῆς εὐλογίας τοῦ πέτραν τὸν εὐαγγελιστὴν ὀνομάσαντος. Ἴδωμεν δέ, εἰ δοκεῖ, πῶς οἰκοδόμει Πέτρος· οὐ λίθοις καὶ πλίνθοις, οὐδὲ ταῖς ἄλλαις ὕλαις ταῖς γεηραῖς, ἀλλὰ λόγοις καὶ πράξεσιν αἷς ἐνηργεῖτο παρὰ τοῦ Πνεύματος.
8.5.1
Τοῦ τοίνυν Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνελθόντος εἰς οὐρανοὺς ἡνίκα τὴν νεφέλην εἶχεν ὄχημα τῶν ἀποστόλων βλεπόντων, οὗτος ὁ ἀνὴρ ἀντελάβετο τῆς τοῦ εὐαγγελίου διδασκαλίας· καὶ πρὸ πάντων τῶν κοινωνῶν τῆς ἐπισκοπῆς ἀνοίξας τὸ στόμα τῶν λυσσώντων κατὰ τῆς εὐσεβείας κατεθάρσησε δήμων καὶ δημηγόρος ἀνεφάνη σοφὸς ἐν μέσῳ τῶν ἐθνῶν καὶ τοῦ Ἰσραήλ· ἀνθρώπων ἀκονώντων τοὺς ὀδόντας καὶ θυμοῦ πληρουμένων, εἴ τις τὸν Ἰησοῦν ὀνομάσειεν.
8.5.2
Ὥστε τὸ εἰς τὸν Κύριον παρὰ τῆς προφητείας λεχθὲν ἁρμόζειν πάνυ καὶ Πέτρῳ, τὸ Περιεκύκλωσάν με κύνες πολλοί, ταῦροι πίονες περιέσχον με. Ἀλλ' ὅμως ζέων τῷ Πνεύματι καὶ τὴν ἐντολὴν ἀνεπίληπτον σῴζων τὴν εἰποῦσαν αὐτῷ· Βόσκε τὰ ἀρνία μου, στὰς εἰς δῆμον σύμμικτον ἐκ μυρίων ἐθνῶν ἐβόα· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἅπαντες.
8.5.3
Καὶ ἵνα μὴ μακρολογῶμεν πᾶσαν τὴν ῥῆσιν συνείροντες, ἀπομέμνηται τῶν λογίων τοῦ Ἰωὴλ προφητευόντων τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν· ἐκεῖθεν ἐπὶ τὸν Δαβὶδ μεταβαίνει καὶ τὸν πεντεκαιδέκατον ψαλμὸν παραθέμενος βεβαιοῖ τὴν ἀνάστησιν· καὶ τὸν πάντα λόγον συμπερανάμενος ἐν σοφίᾳ λόγων καὶ μαρτυρίᾳ τοῦ νόμου εὐθὺς τοὺς ἀκροατὰς ἐπηγάγετο, οὐ δέκα, οὐδὲ ἑκατόν, οὐδὲ τρὶς ἢ πεντάκις τοσούτους, ἀλλὰ τρεῖς χιλιάδας ἀνδρῶν, ἐκκλησίας πλήρωμα, δῆμον ὅλον ἱκανὸν καταπλῆξαι τοὺς δυσμενεῖς, ὧν ἀπερράγησαν ἀθρόον.
8.5.4
Ὢ πειθοῦς φάρμακον θερμὸν καὶ διάπυρον ὀξέως τῶν ψυχῶν καθα ψάμενον! Ὢ σοφία θεολόγος πᾶσαν σοφίαν ἀνθρωπίνην καλύψασα! Τί λέγετε, οἱ τὸν Δημοσθένην στεφανοῦντες κατὰ ῥήτορας καὶ τὸν Σωκράτην ἀνυμνοῦντες ἐν φιλοσόφοις; Δημοσθένης μὲν γάρ, ὁ τὴν ῥητορικὴν μέγας καὶ πολυθρύλητος, τοσοῦτον ἀπεῖχε τοῦ περὶ ὧν ἐβούλετο πείθειν, ὥστε καὶ ἐξωρίσθη τῆς πόλεως παρὰ τῶν ἀκροατῶν· Σωκράτης δὲ τῶν πολλῶν πρὸς Ἀθηναίους λόγων καὶ τῶν σοφῶν διαλέξεων τέλος τὸ κώνειον εὕρατο, παρὰ τοῦ χοροῦ τῶν μαθητῶν φονευθείς· τοσοῦτον αὐτὸν περιῆν τῆς τοῦ πείθειν δυνάμεως.
8.5.5
Πέτρος δὲ ὁ ἁλιεύς, ὁ χειροτέχνης, ὁ ἀμαθής, ὁ πᾶν ὅπερ ἂν ἐθέλῃ τις φαυλίζων καλεῖν, ἐν μίᾳ λόγου προσβολῇ τρισχιλίους ἄνδρας θηρεύσας βεβαίως μετέστησε· καὶ ταῦτα δυσανασχετοῦντας καὶ στασιάζοντας καὶ οὐ συγχωροῦντας αὐτῷ τὴν ἀρχὴν διαίρειν τὸ στόμα.
8.6.1
Ἐλθόντος δὲ εἰς ἐπίδοσιν καὶ προκοπὴν ἱκανὴν τοῦ τῶν χριστιανῶν τάγματος, ἐπειδὴ πρὸς ταῖς λογικαῖς διδασκαλίαις καὶ παραινέσεσι καὶ τῆς πρακτικῆς δυνάμεως θαυμαστὴν παρεῖχε τὴν πεῖραν, ἄρτιον ἀνα στήσας τὸν χωλὸν ἐκ τῶν τοῦ ναοῦ προπυλαίων, χωλὸν ἐκεῖνον τὸν ἐκ κοιλίας μητρὸς πταίσματι φύσεως παθόντα τὴν νόσον, ἅπας δὲ ὁ λαὸς ἐπὶ τὸ ἱερὸν συνερρύη τῇ φήμῃ τῆς μεγαλουργίας δημαγωγηθεὶς πρὸς τὴν θέαν, καὶ πρὸς τὸν ἄνδρα πάντες ἔβλεπον ἀτενῶς ἐκπεπληγμένοι τῷ θαύματι· ἀπεφράγη τε τῶν ἐχθρῶν τοῦ Χριστοῦ τὰ στόματα καὶ ὁ σταυρὸς λοιπὸν ἦν τρόπαιον νίκης, οὐκ ὄνειδος.
8.6.2
Πάλιν ὁ ἀπαίδευτος, ὁ τῆς βαναύσου τέχνης ἐργάτης, δευτέρων ἄρχεται λόγων φάσκων πρὸς αὐτούς, ὅτι Ὢ ἄνδρες, εἰ θαύματος ὑμῖν ἄξιον καὶ θεϊκῆς ἐνεργείας φαίνεται τὸ γενόμενον, προσκυνεῖτε τὸν θεραπευτὴν τοῦ χωλοῦ, Ἰησοῦν, ὃν ἐρραπίσατε καὶ τελευταῖον ὑπερζέσαντες τῷ θυμῷ ἐπὶ τοῦ ξύλου ὑψώσατε. Οὗτός ἐστι καὶ ζῇ· καὶ καθὼς ὑμῖν ἐλέχθη πολλάκις, ἀναστὰς ἐκ νεκρῶν βασιλεύει τῶν πάντων.
8.6.3
Ὥστε νῦν γ' οὖν λαβόντες τῶν ἁμαρτηθέντων ὑμῖν μεταμέλειαν προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καθὼς ὁ πατὴρ ὑμῶν λέγει Δαβίδ. Εἰ γὰρ υἱοὶ τῶν προ φητῶν ἐστε καὶ μαθηταὶ τοῦ Μωϋσέως, μὴ ἀτιμάσητε τῶν προγόνων ὑμῶν τὴν χάριν ψευδολάλοις προσέχοντες, ἀλλὰ συνετῶς τὰ παρ' ἐκείνων προκηρυχθέντα σκοπήσαντες δέξασθε ταῖς ψυχαῖς τὸν Σωτῆρα τοῦ γένους ὑμῶν. Οὗτος γάρ ἐστι ὃν καὶ Μωϋσῆς ἐπηγγείλατο προφήτην ὑμῖν ἀναστήσεσθαι.
8.6.4
Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὸν λαὸν διελθὼν ἀπῆλθεν, ἄλλους τοσούτους τοῖς τρισχιλίοις προσθείς. Τοιοῦτος μὲν οὖν ἐν τῷ δημοσίᾳ λαλεῖν θαρρούντως ὑπὲρ τῆς τοῦ εὐαγγελίου μυστα γωγίας πρόθυμος, ἀκατάπληκτος, συνετός, θάρσος τῶν ἰδίων καὶ τῶν ἐναντίων δειλία.
8.7.1
Ἐπειδὴ δὲ οὐ τοῦτο μόνον ἦν περισπούδαστον τῷ καλλίστῳ διδασκάλῳ τῆς εὐσεβείας, τὸ πολυάνθρωπον τὸν τοῦ Θεοῦ λαὸν ἀπεργάζεσθαι, ἀλλὰ πολλῷ πλέον τὸ ζῆν ἀκριβῶς τοὺς μαθητὰς ἐν τοῖς δοθεῖσι νόμοις, εἶδε δὲ τὸν Ἀνανίαν ἐκεῖνον, τὸν τῶν ἰδίων καρπῶν κλέπτην καὶ παράδοξον ἱερόσυλον μέλλοντα κακὴν ἐμποιεῖν τοῖς χρισ τιανοῖς ἁμαρτίας συνήθειαν, ἀποτόμως αὐτὸν τῆς ἐκκλησίας ἐξέκοψεν· οὐκ ὠμὸς ὢν καὶ φονικὸς τὴν γνώμην, ἀλλὰ κατὰ σκοπὸν ὠφελείας οὕτως ἰατρεύσας τὴν ἁμαρτίαν.
8.7.2
Ἐπειδὴ γὰρ νεοπροσήλυτος ἦν καὶ νεοπαγὴς ὁ λαός, ἐκ τῆς ἑλληνικῆς καὶ ἰουδαϊκῆς ἀδιαφορίας ὑπόγυον τοὺς εὐαγγελικοὺς δεξάμενος νόμους, εἰκότως ἐνόμισεν οὐ τῆς ἐκ λόγων νουθεσίας μόνον χρῄζειν τοὺς μαθητάς, ἀλλὰ καὶ φόβου τινὸς ἐμπράκτου εἰώθασι γάρ πως οἱ ἄνθρωποι, ὅπως ἂν ἐν ἀρχαῖς τῶν ἐπιτηδευμάτων κανονισθῶσιν, οὕτω μέχρι τέλους αὐτῶν τηρεῖν τὴν συνήθειαν·
8.7.3
καὶ διὰ τοῦτο ἐλέγξας τὴν ἁμαρτίαν εὐθὺς θάνατον τὴν τιμωρίαν ἐπήγαγεν οὐ ξίφει χρησάμενος, οὐδὲ δημίοις αὐτὸν παραδούς, ἀλλὰ τότε διαφερόντως τὴν τοῦ Χριστοῦ δύναμιν δείξας ἐν τῷ τρόπῳ τῆς ἀναιρέσεως. Ἐνεκάλεσε γὰρ μόνον καὶ ὁ ἐγκληθεὶς πεσὼν ἀπέψυξεν. Τοῦτο δὲ ἡλίκον ἐστὶ καὶ ὅσην τῇ ἐκκλησίᾳ ἐνεποίησε τὴν εὐλάβειαν, οὐ χρῄζομεν μαθεῖν.
8.7.4
Δύο γὰρ ἐν ἑνὶ κατωρθώθη, τὸ καὶ τὸν Σωτῆρα ἡμῶν πιστευθῆναι εἶναι Θεὸν καὶ τὸ τὸν παιδευτὴν τῶν ἐκείνου νόμων παρεπομένους ἔχειν ἀγγέλους πρὸς τὴν βούλησιν τοῦ ἀποστόλου ἐνεργοῦντας ἑτοίμως. Ἠθέλησεν εὐεργετῆσαι τὸν χωλὸν καὶ οὐκ ἐβράδυνεν ἡ χάρις· ἐβουλήθη κολάσαι τὸν ἱερόσυλον καὶ παρεγένετο ἡ τιμωρία.
8.8.1
Ταῦτα ἱκανὰ λιθίνας καταπλῆξαι ψυχὰς καὶ πεῖσαι βεβαίως, ὡς οὐκ ἀπάτης ἦν τὰ ῥήματα τὰ παρὰ τοῦ Πέτρου λεγόμενα· ἀλλὰ Θεὸς ἦν μετ' αὐτοῦ καὶ ἅγιον ὑπῆρχε καὶ ἀληθὲς τὸ μυστήριον ὃ κατήγγελλε. Καὶ τοῦτο δὲ προσέχειν ἀναγκαῖον, ὅτι τὸ μὲν ἐπὶ τιμωρίᾳ καὶ φόνῳ σημεῖον ἅπαξ παρὰ τοῦ ἀποστόλου διὰ τὴν χρείαν γεγένηται, ἵνα τοῖς κακῶς προαιρουμένοις τῆς κολαστικῆς δυνάμεως παράσχηται τὴν ἀπό δειξιν·
8.8.2
τὰ δὲ τῶν εὐεργεσιῶν καὶ τῶν ἰάσεων καθ' ἡμέραν καὶ συνεχῶς ἐπετέλει, καὶ τοσαύτη τις αὐτῷ περιῆν τοῦ θεραπεύειν εὐκολία καὶ χάρις, ὥστε οὐδεὶς τῶν προσελθόντων ἀρρωστούντων ἀνέλυσε ψευσθεὶς τῆς ἐλπίδος, ἀλλ' ἄρτιος καὶ ὑγιὴς ἐπὶ τὴν οἰκίαν ἀπῄει. Καὶ πᾶς τόπος τῆς Ἰερουσαλὴμ ἔνθα Πέτρος ἐφαίνετο τὸν Χριστὸν ἐλάλει· καὶ τὸ πλῆθος ἔσχεν ἀκολουθούντων ἀρρώστων καὶ θέατρον καθ' ἡμέραν παράδοξον ἐκ δήμου συμμίκτου, τῶν μὲν συναγομένων ἵνα τῶν ὀχλούντων κακῶν ἀπαλλαγῶσι, τῶν δὲ ἵνα τοὺς θεραπευομένους θεάσωνται.
8.8.3
Οὕτω τοι κἀκεῖνο περὶ τοῦ ἀποστόλου τὸ θαυμαστὸν ἀναγέγραπται ὃ ἐπ' οὐδενὶ τῶν ἄλλων ἐλέχθη, ὅτι οἱ συγγενεῖς καὶ οἱ τῶν ἀσθενούντων οἰκεῖοι ἔφερον αὐτοὺς ἐπὶ κλίνων δημοσίᾳ, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο μὲν οὖν ἤδη μεῖζον καὶ τῶν δεσποτικῶν θαυμασίων καὶ ὁ δοῦλος εὐφημεῖται ὑπὲρ τὸν Κύριον. Καὶ τάχα ἐν τούτῳ τῷ σημείῳ συμπληροῦται ἡ προφητεία, ἣν ὁ Σωτὴρ πρὸς τοὺς μαθητὰς ἐποιήσατο· Ἀμήν, ἀμὴν λέγω ὑμῖν· Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει.
8.8.4
Τοῦτο δὲ ὅταν λέγω, οὐ τὸν δοῦλον τῷ Δεσπότῃ συγκρίνω. Ἄπαγε! Μαινομένου τὸ νόημα· ἀλλ' ὅτι διὰ τῶν ἑαυτοῦ θεραπόντων ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος οὐδένα τῶν μαθητῶν ὡς Πέτρον ταῖς ἰδίαις δωρεαῖς κατεπλούτησεν, ἀλλὰ καὶ πάντων αὐτὸν προὔθηκεν ὑψώσας ταῖς ἄνωθεν δωρεαῖς· καὶ ὥσπερ πρῶτος μαθητὴς κατὰ τὴν τάξιν τῶν χρόνων ἐγένετο, οὕτω καὶ μείζων τῶν ἀδελφῶν ἐπὶ τῆς πείρας τῶν πραγμάτων ἐδείχθη τῇ δυνάμει τοῦ Πνεύματος.
8.8.5
Πρῶτος ἐκλήθη καὶ ταχέως ὑπήκουσε· πρὸς τοῖς αἰγια λοῖς εὑρεθεὶς ἐν τῷ ταραχώδει τοῦ κόσμου χωρίῳ ὁ τοῖς κύμασιν ἀεὶ τῆς ἀνθρωπικῆς ζάλης περιψοφούμενος, ἀδιάλειπτον ἔχει τὴν βοῶσαν περὶ τὰς ἠϊόνας ἠχήν. Πρῶτος ἐν χριστιανοῖς τῶν κοσμικῶν ὑλῶν κατε φρόνησε καὶ τῶν ἐν ποσὶ πάντων ὑπεριδὼν πρὸς τὰ νοητὰ καὶ ὑπερ κόσμια μετετάξατο.
8.9.1
Καὶ τυχὸν ἐρεῖ τις τῶν πένητα καὶ ἀφανῆ τὸν τρισμακάριον ἐκεῖνον ἀποκαλούντων· Τί γὰρ ἀπέθετο; Τί δὲ ἀπεκτήσατο; Πάντα ὅσα εἶχεν, ὦ ἄνθρωπε· ἑκάστῳ δὲ ὃ κέκτηται μέγα· κἀκεῖνο πλοῦτος, ὃ ἔχει ἀκτήμων. Ὅμοιος παρὰ τῷ Θεῷ φαίνεται καὶ ὁ τὰ ἅρματα ἀποθέμενος καὶ ὁ καταφρονήσας τοῦ ὄνου. Ὅπερ γάρ ἐστι τῷ πλουσίῳ τὸ τέθριππον, τοῦτο τῷ πένητι ὁ εὐτελὴς κανθήλιος.
8.9.2
Φιλόσοφος δέ ἐστιν ὁμοίως καὶ ὁ τὴν ἀργυρᾶν καταλιπὼν τράπεζαν τήν τε ἱστορίαις κεκοσμημένην καὶ ὁ τὴν ξυλίνην τὴν εὔωνον· ὁμοίως ὁ τὴν κώμην τὴν πολυάνθρωπον καὶ ὁ τὸ μικρὸν κηπίον, ὁ τὴν ἐσθῆτα τὴν χρυσόπαστον καὶ ὁ τὸν πεπαλαιωμένον χιτῶνα. Οὐ γὰρ ἐν τῷ πλήθει καὶ τῇ ποιότητι τῶν διδομένων ὁ Θεὸς τὸν μεταδοτικὸν καὶ φιλάνθρωπον κρίνει, ἀλλὰ τὴν προαίρεσιν ἀποδέχεται τοῦ διδόντος.
8.9.3
Διὸ καὶ τὴν χήραν ἐκείνην ὡς εὐγνώμονα κηρύσσει τὸ εὐαγγέλιον, τὴν τὸν ὀβολὸν ἐπιδοῦσαν, ἐπειδὴ μηδὲν παρακατέσχεν ὧν εἶχεν. Καὶ ὁ τὸ ποτήριον δὲ ὀρέξας τοῦ ψυχροῦ ὕδατος λαμβάνει μισθὸν τῆς οὕτως εὐκόλου δεξιώσεως τὴν βασιλείαν· ᾧ γὰρ εἶχεν ἐθεράπευσε τοῦ διψῶντος τὴν χρείαν, εἰ καὶ μὴ παρῆν αὐτῷ οἶνος ἀνθοσμίας διὰ πενίαν.
8.9.4
Ταῦτα δὲ λέγω κατὰ συγχώρησιν, ἐπεὶ οὐ πάντως, εἴ τις ἁλιεύς, οὗτος καὶ πένης. Οὐκ οἶδας ὡς ἁλιεὺς μαργαριτῶν ἐστι θηρευτής; Μαργαρῖται δὲ ἄνθος εἰσὶ τοῦ γαύρου καὶ ὑψαύχενος πλούτου, οἷς βασιλεῖς κοσμοῦνται, οἷς γυναῖκες φιλόπλουτοι καὶ φιλόκοσμοι ἐπαγάλλονται. Ἁλιεὺς βάπτει τὴν ἁλουργίδα τὴν πολυθρύλητον καὶ ἀφιερωμένην τῇ βασιλείᾳ· ἁλιεῖς βάπτουσι τὰ ὑπόχρυσα τῶν ἐρίων τὴν ξανθὴν πίνναν θηρεύοντες.
8.9.5
Οὐ τοίνυν δεῖ προσέχειν τοῖς ὀργάνοις τῆς τέχνης αὐτῶν ὡς εὐώνοις καὶ εὐκαταφρονήτοις, τῷ δικτύῳ, φημί, καὶ τοῖς ἀγκίστροις· οὐ γὰρ ἐκ εὐτελείας τῶν ὀργάνων παρ' ἑκάστοις, ἀλλ' ἐκ τῆς τελουμένης ἐργασίας αἱ εὐπορίαι καταμανθάνονται· ἐπεὶ τοί γε κατ' ἐκεῖνον τὸν λόγον οὐδὲν πενέστερον εὕρῃς πρώτης τῆς γεωργίας, εἰ ἀπὸ τῆς δικέλλης καὶ τῆς σκαπάνης ὁ πλοῦτος αὐτῆς δοκιμάζοιτο. Ἄποροι δὲ παντελῶς καὶ οἱ τὸν χρυσὸν ὀρύττοντες, τὸν βασιλέα τοῦ πλούτου. Μία γὰρ αὐτοῖς ἀξίνη συνεργεῖ· ξύλινος πίναξ, ὁ τῆς γῆς τὸν χρυσὸν ἀποκρίνων.
8.9.6
Σιγά τωσαν τοίνυν ἐθνικοὶ καὶ Ἑβραῖοι, οἱ Πέτρῳ πενίαν ὀνειδίζοντες καὶ ἀπὸ τοῦ ἁλιέως σμικρύνειν τὸν μέγαν πειρώμενοι· καὶ καταλιπόντες τὰ τοιαῦτα κομψεύεσθαι λεγέτωσάν μοι πυνθανομένῳ· Τίς ἁλιέων ἢ τῶν πάντων ἀνθρώπων ἐπέζευσε θαλάτταν; Τίς ἔστησε πόδα κατὰ λίμνης ἑστώσης, ὡς ἐκεῖνος κατὰ κυμάτων τοῖς ἀνέμοις τινασσομένων;
8.9.7
Τοῦ γὰρ Θεοῦ ἡμῶν τοῦ ἀγαθοῦ πολλὰ θαύματα διὰ τῶν ἰδίων δούλων τελέσαντος ἐπί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ τὸ ἀρχαῖον κἀν τοῖς ὕστερον χρόνοις, ἐν οἷς ἡ φιλάνθρωπος οἰκονομία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη τῷ κόσμῳ, οὐδεὶς τῶν ἐξ ἀρχῆς εἰς τέλος ἁγίων τοιαύτην διὰ πίστεως ἰδίας καὶ τῆς ἄνωθεν χάριτος πρᾶξιν ἐπιτελέσας φαίνεται.
8.10.1
Θαυμαστὸς ὁ Μωϋσῆς πέλαγος ἄνευ πλοίων περαιωθείς· ἀλλὰ γῆν ἐπέζευσεν, ἣν νόμος ἀνθρώποις, ἔνθεν καὶ ἔνθεν τοῦ ὕδατος ἀνασταλέντος πρὸς ἑαυτό. Μέγας καὶ Ἰησοῦς ὁ τούτου διάδοχος, ὅτι τὸν Ἰορδάνην ἐπεραιώθη ὑπὲρ τὰς ὄχθας πλημυροῦντα· ἀλλ' ὁμοίως τῆς Ἐρυθρᾶς θαλάσσης κἀκεῖνος διασχὼν ἑαυτὸν καὶ ἀνακόψας τὸ ῥεῖθρον ἔδωκε τῷ περαιουμένῳ λαῷ γυμνὴν τὴν ξηρὰν εἰς ἐπίβασιν.
8.10.2
Οὐδεὶς δὲ πώποτε ἀνδρῶν κατὰ ὕδατος ἤρεισε πόδα. Οὐδὲ γὰρ ὁ νόμος τῆς φύσεως κατα δέχεται τὴν ὑγρὰν οὐσίαν καὶ μεταρρέουσαν ἀντέχειν τῷ στερεῷ καὶ πιέζοντι. Δοκεῖ δέ μοι ὁ τῶν ὅλων Κύριος καὶ Δεσπότης ὑπεραγασθεὶς τηνικαῦτα τὴν ὑπερζέουσαν τοῦ ἀνδρὸς προθυμίαν μεθ' ἧς ἀνέκραγε λέγων· Κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα, μισθὸν αὐτῷ τῆς πολλῆς ἀγάπης καὶ πίστεως ἐκείνην δοῦναι τὴν καινὴν καὶ παράδοξον χάριν, ἧς Πέτρος ἐφάνη δεκτικὸς μόνος ἀπὸ τῶν ἐξ Ἀδὰμ μέχρι τέλους ἀνθρώπων.
8.10.3
Καὶ γὰρ ἀληθὴς καὶ ἐξαίρετος τοῦ Θεοῦ ἡ τῆς τοιαύτης μεγαλουργίας ἐπίδειξις ὑπερέχουσα τὴν τῆς κτίσεως ταπει νότητα, καθὼς καὶ τῷ Δαβὶδ δοκεῖ τῷ βελτίστῳ τῶν προφητῶν. Κἀκεῖνος γὰρ ἔν τινι τῶν ψαλμῶν ἀνυμνῶν τὸν Θεὸν καὶ τὴν ἄφατον αὐτοῦ καὶ ἀπερινόητον ἐξηγούμενος δύναμιν ταῦτ' εἶπεν, ἃ συνήθως μελῳδοῦντες γνωρίζετε· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
8.10.4
Ὃ τοίνυν εἶχεν ἴδιον ὁ δεσπότης ἐν τοῖς τῆς θεότητος ἐξαιρέτοις γνωρίσ μασι, τοῦτο κοινὸν ἐποιήσατο πρὸς τὸν δοῦλον, ἄξιον κρίνας τῆς τοσαύτης τιμῆς.
8.11.1
Ζηλωτὸς μὲν οὖν καὶ ὁ μέγας Ἰωάννης ἐπὶ τῶν τοῦ Κυρίου στέρνων ἀναπαυόμενος· μέγας καὶ Ἰάκωβος ὡς υἱὸς ὀνομασθεὶς βροντῆς· λαμπρὸς ἐν ταῖς τιμαῖς καὶ ὁ Φίλιππος, ὁ παρὰ τοῦ Πνεύματος ἁρπασθεὶς ἡνίκα τὸν Αἰθίοπα πρὸς τὴν ἐπίγνωσιν τοῦ Σωτῆρος ἐμυσταγώγησεν· ἀλλ' ὅμως οἱ πάντες ὑποχωρείτωσαν Πέτρῳ καὶ δευτερεύειν ὁμολογεί τωσαν, ὅταν ἡ τῶν χαρισμάτων σύγκρισις δοκιμάζῃ τὸν προτιμότερον.
8.11.2
Ἀναθεωρῶν δὲ πάντα τὰ καθ' ἕκαστον καὶ σκοπούμενος εὑρίσκω τὸν ἄνδρα τοῦτον ἐπί τε τῶν λογικῶν διαλέξεων καὶ τῶν πρακτικῶν ἐνεργη μάτων πανταχοῦ προπηδῶντα τῶν ἄλλων μαθητῶν καὶ προεξαλλόμενον καὶ κατόπιν ἀφιέντα τοὺς τὸ αὐτὸ τοῦ βίου στάδιον τρέχοντας.
8.12.1
Ἐρωτῶντος γάρ ποτε τοῦ Κυρίου τοὺς δώδεκα καὶ ἀπόπειραν ποιουμένου ὅπως ἔχουσι πληροφορίας καὶ γνώμης περὶ τῆς εἰς αὐτὸν ὑπολήψεως, καὶ κελεύοντος σαφῶς εἰπεῖν τίνα λέγουσι αὐτὸν εἶναι, τῶν ἄλλων ἁπάντων σιωπῇ βουλευομένων καὶ βραδυνόντων καὶ δεικνύντων ὡς διά τινος ἐπισκέψεως ὠδίνουσι τὴν ἀποκρίσιν, ἀνοίξας τὸ στόμα ταχέως ὁ τὸν ζώπυρον ἐπὶ τῆς ψυχῆς φέρων τῆς πίστεως ἄνθρακα, ᾧ καὶ Ἡσαΐας πρότερον ἐκαθάρθη τὰ χείλη, τὴν μακαρίαν ἐκείνην καὶ σοφὴν ἀληθῶς ῥῆσιν καθωμολόγησε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
8.12.2
Τίνα ἄν τις πρὸς ἀξίαν τῶν λόγων τούτων θαυμάσειεν, ἀξιόπιστος γενόμενος ἑρμηνεὺς τοῦ μεγίστου τῶν ἀποστόλων; Ὁρᾶτε γὰρ πρῶτον ὅπως ἀπέριττος ὁ λόγος καὶ σύντομος, ἐν ἐκφωνήσει βραχείᾳ μυρίων πραγμάτων καὶ μεγάλων δύναμιν ἐκτιθέμενος. Πᾶς γὰρ λόγος οὗτος ἄριστος, οὗπερ ἀνήκει καὶ μὴ περιρρέῃ ἡ φράσις ἐπ' ὀλίγῳ καὶ πενιχρῷ τῷ νοήματι·
8.12.3
τοὐναντίον δὲ πλῆθος πραγμάτων ἐν βραχυλογίᾳ σημαίνει κατὰ τὴν ὁμοίωσιν τοῦ κόκκου τοῦ νάπυος, ὃς μικρότατος μὲν ἔστιν ἐν τῷ κρατεῖσθαι καὶ βλέπεσθαι, εἰ δὲ προσαγάγοις αὐτὸν τῇ αἰσθήσει τοῦ στόματος, ὅλον τὸ ζῷον ἐκ ποδῶν εἰς κεφαλὴν πρὸς τὴν οἰκείαν μεθέλκει θερμότητα. Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
8.12.4
Ἅπας λόγος ὁ συντελῶν πρὸς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πρὸς δύο ταῦτα θεωρεῖται καὶ στρέφεται· ἓν μὲν τὸ τῆς ἀρχεγόνου θεότητος, ἥτις ἐστὶν ὁ ἐν ἀρχῇ Λόγος, ὁ ὢν ἀεὶ καὶ πρὸς τὸν Πατέρα ὢν καὶ Θεὸς ὤν, καθὼς ἡμᾶς ὁ μέγας Ἰωάννης ὁ θεολόγος ἐμυσταγώγησεν, οἷον σπογγία τις τῷ στήθει τοῦ Μονογενοῦς παρακείμενος κἀκεῖθεν ἑλκύσας τῆς κεκρυμμένης ἀληθείας τὴν γνῶσιν· ἕτερον δὲ τὸ τῆς οἰκονομίας, ἣν ἀγαθὸς ὁ Θεὸς πρὸς συγκατάβασιν τῆς ἀσθενείας ἡμῶν κατεδέξατο.
8.12.5
Ἄξιον τοίνυν θεωρῆσαι τὴν ἀπόκρισιν, ὅπως ἐν βραχυλογίᾳ καὶ ὀλιγορημοσύνῃ πάντως ἀκριβῶς τὴν διάνοιαν ἐν ὀλίγῳ παρεδήλωσεν, ἀρξάμενος ἀπὸ τῶν κάτω καὶ πρὸς τὰ ὑψηλὰ κατὰ μέρος ἀναγαγὼν τὴν διάνοιαν.
8.13.1
Σὺ εἶ ὁ Χριστός. Τοῦτο τῆς οἰκονομίας δήλωσις καὶ τῆς ἐνσάρκου θεοφανείας ἐξήγησις. Τοῦτο γὰρ οὐκ ἔστιν ὄνομα τοῦ προαιω νίου Λόγου, ἀλλὰ τῆς τῶν χριομένων χάριτος μήνυμα. Διὸ καὶ ὁ Κύριος ἡμῶν καταδεξάμενος ὅλως τὸ ἄνθρωπος γενέσθαι καὶ τὰ ἄλλα πάντα ὅσα στρέφεται περὶ τὴν σάρκα, συγκαταδέχεται καὶ καλεῖται Χριστὸς ὡς χρισθεὶς εἰς βασιλέα, οὐ τῷ ἐλαίῳ τοῦ κέρατος ὡς Σαμουὴλ καὶ Δαβὶδ καὶ οἱ καθεξῆς ἄνθρωποι, ἀλλὰ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, καθ' ἣν καὶ ὁ Κυριακὸς ἄνθρωποςοὕτω γὰρ τοῖς πολλοῖς φίλον προσαγορεύειν τὸν Ἰησοῦν θαυμαστῶς ἐκυήθη καὶ παραδόξως ἐν τῇ γαστρὶ τῆς παρθένου.
8.13.2
Ὁμολογήσας δὲ τὸν Ἰησοῦν τὸν ὑπὲρ ἡμῶν γενόμενον ἄνθρωπον οὐκ ἔστησε μέχρι τούτου τὸν λόγον, ἀλλὰ διὰ τῆς κλίμακος τοῦ Ἰακὼβ τῆς νοητῆς πρὸς τὸν οὐρανὸν ἀναβὰς καὶ γενόμενος ἐν θεωρίᾳ τοῦ ἐν ἀρχῇ Θεοῦ Λόγου, προστίθησιν αὐτῷ τὸ ἐξαίρετον καὶ ἀληθινὸν ἀξίωμα υἱὸν τοῦ Θεοῦ προσαγορεύσας τοῦ ζῶντος. Ἀκριβῶς δὲ οὕτως καὶ [ὡς] οὐχ ἑτέρως· αὐτός τε ὁμολογήσας τὸν εὐθὺν καὶ ἀδιάστροφον κανόνα τῆς πίστεως καὶ πᾶσιν ἡμῖν παραδοὺς τὸν τῆς εὐσεβείας λόγον ἀπαράβατον νόμον οὐκ ἄμισθος ἀπῆλθεν οὐδὲ ἀγέραστος· μακάριος δὲ ὀνο μασθεὶς παρὰ τοῦ ὄντως μακαρίου, πέτρα καλεῖται τῆς πίστεως καὶ θεμέλιος καὶ ὑποβάθρα τῆς κατὰ Χριστὸν ἐκκλησίας.
8.13.3
Λαμβάνει δὲ διὰ τῆς ὑποσχέσεως τῆς βασιλείας τὰς κλεῖς καὶ κύριος γίνεται τῶν ἐκείνης πυλῶν, ὥστε αὐτὰς ὑπανοίγειν οἷς ἂν ἐθέλοι καὶ κλείειν οἷς ἂν δίκαιον ᾖ, πάντως δὲ τοῖς βεβήλοις καὶ ἀνιέροις καὶ τοῖς ἀρνουμένοις τὴν ὁμολο γίαν ἐκείνην δι' ἣν αὐτὸς ὡς ἀκριβὴς τῶν ἀγαθῶν φύλαξ ἐπιστατεῖν ταῖς εἰσόδοις τῆς βασιλείας ἐτάχθη.
8.14.1
Ὢ τοῦ ζόφου καὶ τῆς ἀχλύος, ἣ πολλὴ κέχυται πρὸ τῶν ἀνθρω πικῶν ὀφθαλμῶν, δι' ἣν οὐ βλέπουσιν αἱρετικοὶ τῶν πατέρων τὰ ἴχνη οὐδὲ βαδίζειν ἐκείνην δύνανται, ἣν ἔτριψαν τῶν ἀποστόλων οἱ πόδες. Ἰδοὺ γὰρ Πέτρος ὁ κατ' ἐκλογὴν γνήσιος τοῦ Χριστοῦ μαθητής, ὁ πανταχοῦ τὴν πρώτην ψῆφον καὶ τῶν τιμῶν καὶ τῶν κατορθωμάτων δεξάμενος, ὁ μέγας ἐκεῖνος ὁ πάνυ, οὗ τὸ κλέος πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν,
8.14.2
κελευσθεὶς εἰπεῖν ὅπως δοξάζει περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐκ ἀπὸ μακρᾶς τινος ἤρξατο περινοίας οὐδὲ κύκλον συλλογισμῶν καὶ πραγμάτων περιβαλόμενος ἀπεκρίνατο πρὸς τὴν πεῦσιν ὥσπερ δὴ νῦν ποιεῖν εἰώθασιν οἱ δεινοὶ σοφισταὶ καὶ τεχνολόγοι τῆς πίστεως, ἀλλ' ἐν ἁπλότητι καρδίας σύντομον ἐξέθετο τὴν ἀλήθειαν, οὐ τὸν ἀγέννητον διαστείλας τῷ γεννητῷ, οὐ τὰ περὶ ὁμοίου καὶ ἀνομοίου λεπτολογήσας ἐμπλήκτως, οὐδὲ τῶν ὑπὲρ πᾶσαν οὐσίαν πολυπραγμονήσας διαφοράν, οὐδὲ τὴν ἀμέτρητον θεότητα μετρήσας συλλογισμοῖς οἷον δὴ τὰ Ἀρείου παίγνια καὶ τοῦ Εὐνομίου παρεγχειρήματα.
8.14.3
Ζηλώσωμεν τοίνυν, ὦ χριστιανοίὧν πίστις, οὐ πολυλογία τὸ γνώρισματὸν ἁλιέα, τὸν ἀπερίεργον, τὸν ἐκ Βεθσαϊδὰ γέροντα, τὸ πρῶτον θήρευμα τοῦ Χριστοῦ. Μελετήσωμεν λέγειν· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὰ δὲ πλείονα τούτων ἀφιέναι τοῖς λογομάχοις, ὧν ἔρις τὸ ἔργον καὶ τὸ τέλος ἀπώλεια.
8.15.1
Ἆρ' οὖν μέχρι τῶν λεχθέντων ἵσταται τοῦ ἀποστόλου τὰ θαύματα; ἢ πᾶν τοὐναντίον οὐδὲ ἦρχθαι δοκοῦμεν, εἴ τις τοῖς εἰρημένοις παραμε τροίη τὰ λείποντα. Ἀλλ' ἐγὼ τὰ πολλὰ τῇ ὑμετέρᾳ γνώσει καταλιπών ἴστε γὰρ τὸν Πέτρον καὶ τὰ ἐκείνου, κἂν μηδεὶς ἐπαινεῖν τὸν ἄνδρα προέληταιμικρὰ περὶ τῆς ἀναπαύσεως αὐτοῦ εἰπεῖν βούλομαι καὶ ὅπως ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν μετῴκησεν, ἵν' ἐκεῖ τοῦ λέγειν παύσωμαι ἔνθα κἀκεῖνος τὸν βίον.
8.15.2
Ὁ μὲν οὖν Σωτὴρ ἡμῶν ἡνίκα ἔμελλεν ἐγγίζειν τῷ αὐθαιρέτῳ θανάτῳ, ὥσπερ τινὰ παρακαταθήκην ἐξαίρετον τὴν καθόλου καὶ οἰκουμενικὴν ἐκκλησίαν τούτῳ τῷ ἀνδρὶ παρατίθεται τρίτον αὐτοῦ πυθόμενος τὸ Φιλεῖς με; Ὡς δὲ ταῖς ἐρωτήσεσι μάλα προθύμως ἰσαρίθμους τὰς ὁμολογίας ἐξέθετο, ἔλαβεν τὸν κοσμὸν εἰς ἐπιμέλειαν ὡς μίαν ἀγέλην εἷς ποιμὴν ἀκούσας· Βόσκε τὰ ἀρνία μου· καὶ σχεδὸν ἀνθ' ἑαυτοῦ τὸν πιστότατον μαθητὴν ἔδωκεν ὁ Κύριος τοῖς προσηλύτοις πατέρα καὶ νομέα καὶ παιδευτήν.
8.15.3
Ταύτης τοίνυν ἀκούσας τῆς φωνῆς οὐκ ἐν ῥᾳθυμίᾳ τὸν βίον ἔζησεν οὐδὲ ἠγάπησε τὴν ἔξω κινδύνων ζωήν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην περινοστῶν τὸν Χριστὸν τοῖς τυφλώττουσιν ἀπεκάλυπτεν, τοὺς μὲν πλανωμένους ὁδηγῶν, τοὺς δὲ γευσαμένους τῆς σωτηρίας στηρίζων, τοῖς ἐχθροῖς μαχόμενος, τοὺς οἰκείους παρακα λῶν, διωγμῶν ἀνεχόμενος, φέρων ἀχθηδόνα δεσμωτηρίων, πολυτρόπως τοῦ εὐαγγελίου προκινδυνεύων.
8.16.1
Χρόνου δὲ προϊόντος τὴν βασιλεύουσαν τῶν ἀνθρώπων πόλιν καταλαβὼν ἐκεῖθεν ἐπὶ τὴν βασιλείαν ἀνέδραμεν. Ἀναρριπισθεὶς γὰρ ὁ Νέρων εἰς ὀργὴν ὥς ποτε κατὰ τὴν Παλαιστίνην Ἡρώδης ἡνίκα βασιλέα τὸν Χριστὸν οἱ μάγοι διήγγελλον, ὑπερβαίνει μὲν τοὺς ἄλλους τῶν κολάσεων τρόπους, ψηφίζεται δὲ τὸν τρισμακάριον ξύλῳ προσηλω θῆναι σταυροῦ, ἵνα μὴ μόνον πεζεύων θάλασσαν Πέτρος τὸν Δεσπότην μιμῆται, ἀλλὰ καὶ ἐπὶ τοῦ ξύλου κρεμάμενος.
8.16.2
Ὅμως ὡς εὐλαβὴς καὶ σοφὸς κἀν τῷ καιρῷ τῆς ἀγωνίας εἰδὼς τίς διαφορὰ Κυρίου πρὸς δοῦλον μίαν ᾔτησε παρὰ τῶν ἐχθρῶν χάριν μήτοι γε ἐν ὁμοίῳ τῷ σχήματι τῷ ξύλῳ προσαγαγεῖν, ἀλλὰ τὴν κεφαλὴν τῷ προσγείῳ μέρει τοῦ σταυροῦ προσηλώσαντας. Οὐ γὰρ ἄξιον οὐδὲ ἐν πάθει τῶν ἴσων τὸν δοῦλον τῷ Δεσπότῃ τυχεῖν. Εἶπεν καὶ ἔτυχεν ὧν ἐβούλετο καὶ διὰ τοῦ σταυροῦ πρὸς τὸν σταυρωθέντα καὶ ἀναστάντα ἀπῆλθεν, αὐτὸς μὲν τὸν τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, ἡμῖν δὲ τούτων τῶν ἑορτῶν καταλιπὼν τὰς αἰτίας.
8.17.1
Ταῦτά σοι καὶ ἡμεῖς κατὰ δύναμιν, ὦ φίλη καὶ ἱερὰ κεφαλή, τῶν πολλῶν κατορθωμάτων ἀπεδώκαμεν χαριστήρια· ὥρα δὲ λοιπὸν ἐπ' ἄλλον ἀγωνιστὴν τρέψαι τὸν λόγον, τὸν κοινωνὸν τῆς σῆς ἀρετῆς, τὸν Ταρσέα, τὸν διαφόρῳ μὲν τρόπῳ τῆς τιμωρίας, ἑνὶ δὲ σκοπῷ τῆς εὐσε βείας μετά σου πρὸς Χριστὸν ἀναλύσαντα. Παῦλος ὁ θεσπέσιος, ἡ μεγαλόφωνος τοῦ εὐαγγελίου σάλπιγξ, ὁ πρότερον μὲν πικρὸς δυσμενὴς χριστιανῶν, ἰσχυρὸς δὲ τελευταῖον τῆς ἐκκλησίας συνήγορος, νεώτερος μὲν ἐπετέχθη τοῖς ἀποστόλοις παρὰ τῆς χάριτος· καὶ τῷ χρόνῳ δεύτερος ἦν τῶν μαθητῶν τοῦ Χριστοῦ, ἴσος δὲ κατὰ τὸ δόκιμον τῆς ἀρετῆς, ἵνα μηδὲν εἴπω πλέον τὴν πολιὰν ἐρυθριάσας τῶν δώδεκα,
8.18.2
ζηλωτὴς δὲ θερμὸς τοῦ Μωϋσέως, εἴπερ τις ἕτερος, τεῖχος τοῦ νόμου, πύργος τῆς παλαιᾶς Διαθήκης καρτερὸς καὶ ἄσειστος· καὶ μέχρις οὗ τὴν γνώμην ἀμετάβλητον εἶχεν, μέγας ὑπῆρχε κίνδυνος τῶν τὸν Χριστὸν λαλούντων καὶ πανταχοῦ διεπτόει τοὺς ἡμετέρους καὶ ἐφυγάδευεν· ὄντως κατὰ τὴν πρόρρησιν τοῦ Ἰακὼβ Βενιαμὶν λύκος ἅρπαξ, σπαράσσων τῆς νέας Διαθήκης τοὺς ἀρνειοὺς καὶ σκορπίζων τὰ ποίμνια.
8.19.1
Ἐπειδὴ δὲ καὶ τὸ δρᾶμα τὸ κατὰ τὸν ἅγιον Στέφανον ἐξειργάσατο, καὶ τὰς χεῖρας ἔχων ἔτι μεμολυσμένας τῷ αἵματι τὴν ἐπὶ Δαμασκὸν ἔτρεχε διωγμῷ διωγμὸν καὶ φόνοις φόνους συνάψαι βουλόμενος καὶ ἀνασπάσαι τὸν χριστιανισμὸν πρόρριζον ἄρτι τὴν πρώτην ἀνθοῦντα φυήν. Εἶδεν καλῶς ὁ Θεὸς ἡμῶν ὃ πεποίηκεν, ὅτι ὁ ἰσχυρὸς ἐχθρὸς γένοιτ' ἂν καὶ φίλος γενναῖος·
8.19.2
καὶ περιλάμψας αὐτὸν αἰφνίδιον τῷ φωτὶ καταπλήττει καὶ μεταβάλλει πρὸς ταπεινότητα στήσας μὲν τοῦ δρόμου διὰ τὸν φόβον, τοὺς δὲ τὸ πυρῶδες καὶ θυμοειδὲς βλέποντας ὀφθαλμοὺς σωφρονίσας τῷ σκότῳ. Τιμωρεῖται δὲ αὐτὸν οὐ μετὰ σιωπῆς, ἀλλὰ καὶ λόγον τῷ ἔργῳ προσέθηκεν εἰπὼν ἐκεῖνο τὸ γεγραμμένον·
8.19.3
Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν· οὐχ ὡς αὐτὸς διαλέξεως χρῄζωντί γὰρ ἔδει λόγων τῶν πραγμάτων ἀρκούντων, ἀλλ' ἵνα πρόφασιν ἐνδῷ τοῦ ἐρωτῆσαι καὶ μαθεῖν ὅτι ὁ νομιζόμενος τεθνάναι καὶ κεῖσθαι Χριστὸς ζῇ καὶ ἐξ οὐρανῶν ἐπιφαίνεται καὶ οὕτως ἀπ' ἐξουσίας τοὺς λυποῦντας ἀμύνεται. Οὐδὲν δὲ οἷον αὐτὰ τὰ ῥήματα παραθέσθαι τὰ τοῦ Ἑβραίου λύκου τὴν θήραν ἡμῖν ἐξηγούμενα. 8.. 1 20̔ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου. Ὑπογράφει μοι ὁ λόγος ἄνδρα θυμῷ ῥηγνύμενον ἐκ τῆς προλαβούσης μιαιφονίας ἔτι πνευστιῶντα μετὰ τὰς τῶν λίθων βολάς, ὕφαιμον καὶ ἄγριον βλέποντα οἷον ἐπάναγκες τὸν φονέα, σώζοντα ἐν ἀρχῇ τῆς τοῦ πατριάρχου προφητείας τὰ σύμβολα. Ἐκεῖνος γάρ, ἐπειδὴ τελευτᾶν ἔμελλεν, πάντοθεν τοὺς αὑτοῦ παῖδας περιστήσας τῇ κλίνῃ Πνεύματι προηγόρευσεν. 8.. 2 Οὕτως οὖν τὸν Ἰούδαν εὐλογῶν ἐκείνῳ μὲν διελέγετο, ἀλληγορικῶς δὲ ὕμνησε τὸν ἀπ' ἐκείνου Χριστόν. Ἑξῆς δὲ τοῖς πᾶσι προμαντευσάμενος τὰ εἰς ὕστερον τελευταῖον ἦλθεν ἐπὶ τὸν Βενιαμὶν ὡς καὶ τῷ χρόνῳ νεώτερον· καὶ δῆθεν μὲν πρὸς τὸν υἱὸν ἐφθέγγετο, τῷ ὄντι δὲ τὸν Παῦλον ἐσήμαινεν ἐκ τῆς φυλῆς, ὡς ἔγνωμεν, τῆς ἐκείνου κατάγοντα. Βενιαμὶν λύκος ἅρπαξ τὸ πρωῒ ἔδεται καὶ εἰς ἑσπέραν διαδώσει τροφήν. 8.. 3 Τί ἐστι τὸ λεγόμενον ἐρευνήσωμεν· ἢ τοῦτο πάντως, ὅτι τὰ πρῶτα φαγών, τούτεστι διώξας, φονεύσας, ἐκχέας αἷμα, σκορπίσας ὡς ἀγέλην τὴν ἐκκλησίαν, τελευταῖον ἐγένετο νομεὺς καὶ ποιμὴν ἀγαθὸς ἀποθέμενος τὸν διώκτην καὶ ἐνδυσάμενος τὸν ἀπόστολον, πᾶσι δὲ ὡς τροφὴν διανέμων τὸν Λόγον καὶ τὴν ἁγίαν ἡμῖν ταύτην ἱδρυσάμενος τράπεζαν. 8.. 4 Ἡ γὰρ τοῦ Κυρίου δύναμις τοιαύτη ἀφοπλίζουσα τοῦ θυμοῦ καὶ τῶν δυσσεβῶν νοημάτων τοὺς στασιάζοντας, προσαγομένη δὲ εὐμηχάνως καὶ τιθασσεύουσα καὶ πρόβατα ἥμερα ἀντὶ θηρίων δακ νόντων ἐργαζομένη. Ἐπὶ τούτοις τί φησιν ἡ Γραφή; ὅτι Προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως τοὺς χριστιανοὺς ἀγάγῃ εἰς Ἰερουσαλήμ.
8.21.1
Ὢ μάχη καὶ διαφορὰ ἐπιστολῶν τῶν τότε παρὰ Παύλου ζητουμένων καὶ ἃς τὸν Χριστὸν καταγγέλλων ὕστερον ἔγραψεν! Αἱ μὲν ἐδεσμοῦν χριστιανούς, αἱ δὲ τὰς ἁλύσεις ὑπὲρ Χριστοῦ περιέθηκαν τῷ διώκτῃ πολλὰς καὶ βαρείας καὶ χαλεπὰς ἐνεγκεῖν· κἀκεῖ μὲν ἐγέγραπτο· Σαῦλος Ἑβραῖος, τοῦ νόμου προστάτης, ἐχθρὸς τοῦ σταυροῦ, τοῦ εὐαγγελίου πολέμιος· ἐν δὲ ταῖς μεταγενεστέραις ἐπιστολαῖς καὶ σωφρονούσαις· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Ποίου; Πρόσθες· τοῦ ἐσταυ ρωμένου.
8.21.2
Ὢ τοῦ θαύματος! Ὃ πρὸ ὀλίγου ὄνειδος νῦν γέγονε καύχημα καὶ τὸ ἐξουθενούμενον ὡς δόξα σήμερον μνημονεύεται. Οὐδεὶς γὰρ δοξοκόπος καὶ γαυριῶν βασιλεὺς οὕτως ἐνεπόμπευσε τῇ περιφανείᾳ τῆς ἀρχῆς, ὡς Παῦλος τῷ σταυρῷ καὶ τοῖς ἥλοις γράφων ἑαυτὸν πᾶσι δεσμώτην καὶ πλέον τῷ σιδήρῳ καλλυνόμενος ἢ αἱ κόραι τῷ κοσμοῦντι χρυσῷ.
8.22.1
Ἐξαίφνης τε περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ. Διὰ τί οὐ φαίνεται αὐτῷ ἐν μορφῇ ἀνθρώπου ὥσπερ καὶ Στεφάνῳ ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ἐν εἴδει πυρὸς ἢ φωτός; Ὅτι Στεφάνῳ μὲν ὡς τελείῳ καὶ εἰδότι τὸ τῆς ἐνανθρωπήσεως μυστήριον καὶ μηδὲν βλαπτομένῳ ἐκ τῆς εὐτελείας τῆς καθ' ἡμᾶς καλῶς οὕτως ἑαυτὸν ἐπεδείκνυ ὥσπερ οὖν καὶ ἀνῆλθεν ἐπὶ τὸν οὐρανόν,
8.22.2
Παύλῳ δὲ ὡς διὰ τοῦτο μὴ καταδε χομένῳ Θεὸν ὀνομάζειν τὸν Ἰησοῦν, ἐπειδὴ ἐν σώματι παρεγένετο πρὸς ἡμᾶς, οὐ φαίνεται ἄνθρωπος, ἵνα μὴ βεβαιώσῃ ἀπίστῳ τὸ πρόσκομμα, ἀλλὰ μᾶλλον ἐν ἰδέᾳ ἀστραπῆς καὶ φωτός, ἵν' ἐκ τοῦ νόμου καὶ Μωϋσέως αὐτὸν ἐφελκύσηται. Κἀκεῖ γὰρ ὁ αὐτὸς οὗτος Θεὸς τῷ Μωϋσεῖ ἑαυτὸν ἐμφανίζων ἐν πυρὶ ἐλάλει· καὶ τὸν νόμον διδοὺς ἐπὶ τοῦ Σινᾶ, πυρὶ κατα λάμπων τὸν Ἑβραῖον ἐνεχείριζε τὰς πλάκας αὐτῷ.
8.22.3
Περιαυγάζει τοίνυν αὐτόν, ἵνα τὸν νοῦν ἐπιβαλὼν τῇ ὁμοιότητι τῶν τότε γενομένων καὶ νῦν καὶ ὥσπερ ἐκ λήθης τινὸς ἑαυτὸν ἀφυπνίσας γνωρίσῃ τῆς μιᾶς δυνάμεως ὄντα τὰ θεοφάνια· ἀποστέλλει δὲ ἐξ οὐρανοῦ τὴν αὐγήν, ἵνα μηκέτι περὶ τὴν Βηθλεὲμ καὶ τὴν Γαλιλαίαν στρεφόμενος τῇ διανοίᾳ ὁ Παῦλος υἱὸν τοῦ Δαβὶδ ὀνομάζῃ τὸν Χριστὸν καὶ ἄνθρωπον καὶ πάντα τὰ ἄλλα, τὰ τῆς οἰκονομίας ὀνόματα, διδαχθῇ δὲ σαφῶς ὅτι Θεὸς ὢν ἄνωθεν ἀφίκετο πρὸς ἡμᾶς, ὅθεν καὶ νῦν ἐπιφαίνεται.
8.23.1
Εἶτα προστίθησι σοφῶς· Ἐγώ εἰμι Ἰησοῦς· οὐκ εἶπεν ἐγώ εἰμι ὁ Θεὸς ἢ ὁ υἱὸς τοῦ Θεοῦ, ἀλλ' Ἰησοῦς· τὸ τῆς συγκαταβάσεως ὄνομα, ἵνα βεβαιώσῃ τὴν τῆς σαρκώσεως πίστιν πρὸς ἣν Ἰουδαῖοι ἐσκανδαλίζοντο. Ἐγώ εἰμι ἐκεῖνος ὃν ἐρραπίζετε, ὃν ἐφραγελλοῦτε, ὃν εἵλκετε καὶ ἐφέρετε νῦν μὲν πρὸς Καϊάφαν, ὕστερον δὲ πρὸς Πιλᾶτον, ὃν ἀπεκαλεῖτε συνεχῶς υἱὸν τοῦ τέκτονος, ὃν ἐν τοῖς νεκροῖς ἠριθμεῖτε γελῶντες μεγάλα πρὸς τοὺς κηρύττοντας τὴν ἀνάστασιν.
8.23.2
Ἐκείνοις νῦν λαλῶν οὐ φαίνομαι· παρὼν οὐχ ὁρῶμαι· φωτίζων ψυχὴν ὀφθαλμοῖς ἐπάγω [ν] τυφλότητα. Πίστευσον οὖν, ὅτι καὶ Στεφάνῳ ἐφαινόμην ὅτε τοῦτο λέγων πρὸς ὑμᾶς ἠπιστεῖτο. Σκλῆρον οὖν σοι πρὸς κέντρα λακτίζειν. Κέντρα λέγει τοῦ σταυροῦ τοὺς ἥλους. Ὡς γὰρ ὁ σιδήρῳ τεθηγμένῳ ἐνρηγνύμενος οὐκ ἐκεῖνον διαφθείρει πῶς γὰρ τὸν σκληρόν; ἑαυτὸν δὲ τιτρώσκει, οὕτω καὶ ὁ πρὸς Θεὸν φιλονεικῶν αὐθαίρετον ἐπισπᾶται τὸν ὄλεθρον.
8.23.3
Σωφρόνησον οὖν τοῦ λοιποῦ καὶ τὴν ὄψιν ἀπολέσας διὰ τῆς θαυμαστῆς λαμπηδόνος νῦν μάλιστα νόησον, ὅτι διὰ τοῦτο ἐνεδυσάμην σῶμα καὶ ἐγενόμην ἄνθρωπος, ἵνα μὴ πάντες τυφλωθῶσιν οἱ γυμνοὶ παραπετάσματος προσομιλοῦντες θεότητι.
8.24.1
Ταῦτα· καὶ χειραγωγούμενος ὁ Παῦλος ἀπήγετο ἐλεεινὸν θέαμα, μᾶλλον δὲ χάριεν καὶ θυμηδίας ἄξιον. Ἐδέθη ὁ λύκος, ἐσωφρονίσθη ὁ ἅρπαξ, ἡμερώθη ὁ ἄγριος, ἐβάδιζε πράως ὁ τρέχων, ἀπήγετο μαθητὴς ὁ τῶν μαθητῶν τύραννος, ἤγετο πιεῖν τοῦ ἄλλου τὸ αἷμα ὁ τῷ αἵματι Στεφάνου μεμολυσμένος τὰς χεῖρας. Ἐπὶ τρεῖς δὲ ἡμέρας διετέλεσεν ἐν τυφλότητι ζῶν. Καὶ μάλα εἰκότως. Ὁ γὰρ εἰς τὴν Τριάδα διαμαρτὼν δικαίως ἰσάριθμον τῆς ἁμαρτίας κατεδικάσθη τὴν τιμωρίαν. Οὕτως μὲν οὖν ὁ θεσπέσιος ἐμυσταγωγήθη πρὸς τὴν εὐσέβειαν. Ἐπειδὴ δὲ τῆς ἀληθείας ἐγεύσατο καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι ζῇ ὁ Χριστὸς καὶ ἔστιν καὶ βασιλεύει τῶν ὅλων, οὔτε δὲ ἐφθάρη παρὰ τοῦ θανάτου οὔτε ἐκλάπη παρὰ τῶν μαθητῶν, ταχέως ἐκ τοῦ νόμου μεταταξάμενος πρὸς τὸ εὐαγγέλιον πᾶσι κατήγγελλε Θεὸν τὸν Χριστόν, ὃν χθὲς καὶ πρώην ἐλοιδόρει ταῖς βλασφημίαις, καὶ τοιοῦτος ἦν σύμμαχος οἷος καὶ πολέμιος· ἰσχυρὸς γὰρ ἀμφότερα.
8.25.2
Ἀθρόον δὲ καὶ ἀδοκήτως εἰσελθὼν εἰς τὰς συναγωγὰς Δαμασκοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἐδημηγόρει τοὺς λόγους, οὐ νόμον κρατύνων, ἀλλ' ἀπ' ἐκείνου τὸν Χριστὸν συγκροτῶν καὶ συγκρίνων τοῖς γινομένοις πράγμασι τὰς προσαγορεύσεις τῶν προφητῶν καὶ διὰ νόμου νόμον ἐκβάλλων. Ὥσπερ οὖν καὶ περὶ ἑαυτοῦ φησιν ἐπιστέλλων Ῥωμαίοις· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· τούτεστιν, Ἀπὸ τῶν Μωσαϊκῶν γραμμάτων ὁδηγηθεὶς ἐπέγνων τὴν τοῦ εὐαγγελίου εὐσέβειαν.
8.25.3
Ἔκπληξις οὖν εἶχε τὴν Δαμασκὸν καὶ πάντες πρὸς ἑαυτοὺς ἐξεθείαζον· Δεῦτε, θεᾶσθε τὸν Ταρσέα Ἑβραῖον, τὸν τοῦ πατρῴου νόμου ζέοντα μαθητήν, σφοδρὸν τοῦ Ἰησοῦ συνήγορον καὶ Θεὸν αὐτὸν ἀνακαλοῦντα καὶ ἐκ τῶν ἡμετέρων γραμμάτων ἀποδεικνύντα, ὅτι οὗτός ἐστιν ὁ κατ' ἐπαγγελίαν Σωτήρ. Δέος οὖν μὴ πᾶσαν καταπείσῃ τὴν πόλιν, μὴ καὶ ὅλον τὸν δῆμον ἐπαγάγηται καὶ ἀποστήσῃ τοῦ νόμου.
8.25.4
Καὶ γάρ ἐστι τῆς Γραφῆς ἀσκητὴς καὶ τὸν νοῦν ὀξὺς καὶ γοργὸς τὸν λόγον καὶ τὸν τρόπον εὐμήχανος καὶ πολὺ κεκτημένος τὸ ἀξιόπιστον· ἀφ' ὧν ἀκριβῶς εἰδὼς τὰ ἡμέτερα οὐκ ἀγνοίᾳ δοκεῖ πλανᾶσθαι, ἀλλὰ δοκιμασίᾳ καὶ κρίσει τὸ ἀληθὲς εὑρηκέναι. Εἰς ταύτην τὴν ἀμηχανίαν ἐνέβαλε πόλιν μεγάλην, δῆμον πολυάνθρωπον, τὸ πρῶτον τοῦ γενναίου προσηλύτου κήρυγμα καὶ πλέον τότε Δαμασκὸς ἐταράττετο ἢ πρώην ἐν Ἱεροσολύμοις χριστιανοί, ἡνίκα Στέφανον Παῦλος ἐλίθαζεν.
8.25.5
Ὡς γὰρ οἱ θαυμαστοὶ τῶν ἀριστέων ὅπου δ' ἂν μετατάξωνται, ἐκεῖ τὴν νίκην μετάγουσιν, οὕτως ὁ θεσπέσιος ἀνὴρ ἐκείνους πάντως ἐποίει μεγάλους οἷς τὴν ἑαυτοῦ παρεῖχε ῥοπήν.
8.26.1
Οὕτω τοίνυν καταγγείλας ἐν τῇ Φοινίκῃ τὸ εὐαγγέλιον καὶ τὰ πρῶτα σπέρματα τῆς ἀποστολῆς ἐκεῖ καταβαλόμενος ἔνθα καὶ αὐτὸς ἐφωτίσθη τῇ γνώσει, ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, ξένον τοῖς ἐκεῖ καὶ καλὸν θέαμα. Οἱ μὲν γὰρ προπέμψαντες αὐτὸν καὶ δόντες τὰ δεσμὰ φέρειν κατὰ χριστιανῶν οὐκ εἰδότες τὰ ἐν μέσῳ συμβάντα, θεασάμενοι πρῶτον ἡδέως τε εἶδον καὶ ἀπῄτουν τὴν θήραν πλῆθος χριστιανῶν δεσμωτῶν ἐλπίσαντες ὄψεσθαι καὶ τῶν πολλῶν ὑποσχέσεων ζητοῦντες τὸ ἔργον.
8.26.2
Ἐπεὶ δὲ λόγου προβαίνοντος εὗρον Παῦλον τὸν Σαῦλον συναμεί ψαντα τῇ κλήσει τὴν γνώμην καὶ τοῦ Χριστοῦ δοῦλον καὶ τῶν ἄλλων ἀποστόλων μαθητὴν θερμότερον, τὰ μὲν πρῶτα παιδιὰν καὶ χλεύην ἡγοῦντο τὰ λεγόμενα, ἐπεὶ δὲ δοκιμάσαντες εὗρον ὁμολογοῦσαν τῇ φωνῇ τὴν γνώμην ἓν ἐβουλεύσαντο μόνον, ὅπως ὁ νεανίας ἀπόλοιτο, ὡς οὐκ ἐνὸν εἶναι τὴν Ἑβραίων θρησκείαν καὶ χρηματίζειν ζῶντος Παύλου καὶ φθεγγομένου. Καὶ τοῦτο σαφῶς ἔδειξε σύμπας ὁ ὕστερον χρόνος.
8.27.1
Ἔτι γὰρ τῶν πολλῶν, εἰ καὶ ὑπῆρχον χριστιανοί, οὐκ ἀρκούντων καθαρῶς ζῆν κατὰ τὸ εὐαγγέλιον, ἀλλ' ἐπαμφοτεριζόντων καί που καὶ τῇ περιτομῇ προσχρωμένων, ἵν' ἐκ μέρους κεχαρισμένα τοῖς Ἑβραίοις ποιοῦντες τὸν θυμὸν αὐτῶν ἐκμειλίξωνται, μόνος οὗτος ἀκαταπλήκτῳ φρονήματι οὐδὲν ὑφείμενον ἐδίδαξεν,
8.27.2
ἀλλὰ καθαρᾷ τῇ φωνῇ ἀνόθευτον τὸν λόγον ἐκήρυσσεν καὶ εἰς τοσοῦτόν γε προὔβη τοῦ ἐλευθερίου φρονήματος, ὥστε ποτὲ τῶν Γαλατῶν οἰκείᾳ κουφότητι καὶ ὀλιγωρίᾳ τῶν διδασκόντων εἰς τὴν κατὰ νόμον παλινδρομούντων ζωὴν τὴν θαυμαστὴν αὐτοῖς γράφων ἐπιστολήν, δι' ἧς ἐν καινότητι τῆς κατὰ Χριστὸν πολιτείας εὐσεβεῖν αὐτοὺς καὶ θρησκεύειν ἐδίδαξε μηκέτι προσέχοντας τοῖς γράμ μασιν τοῖς ἀπὸ τῶν λιθίνων πλακῶν,
8.27.3
συνεπλάκη διὰ τῶν λεγομένων αὐτῷ τῷ κορυφαίῳ τῶν ἀποστόλων καὶ πανταχοῦ καθαπτόμενος διετέλεσε καὶ ἁψιμαχῶν πρὸς τὸν Πέτρον ὡς τὴν νέαν ἐπιθολοῦντα πολιτείαν τῇ προσχρήσει τῶν παλαιῶν καὶ πεπαυμένων δογμάτων· καὶ οὔτε τὴν πολιὰν ᾐδέσθη τοῦ γέροντος οὔτε τὰ τῆς ἀποστολῆς πρεσβεῖα, ὅτε εἶδε κινδυνεύουσαν τὴν ἀλήθειαν. Ἀλλὰ τῶν μὲν Γαλατῶν ἀντεξανέστη σφοδρῶς, τὸν δὲ πολλάκις ἔπληξεν, ὡς ἐνῆν, τὴν παρρησίαν εὐπρεπείᾳ κεράσας.
8.27.4
Καὶ πανταχοῦ μὲν διετέλει λέγων καὶ πείθων· εἰ δέ που
8.27.5
καὶ πονηροῖς ἤθεσιν ἐντυχὼν ἔπαθέν τι δεινὸν ἢ δεσμωτήριον οἰκήσας ἢ μάστιγας λαβὼν ἢ λίθοις βληθείς, οὐ κατέλυσεν τὴν προθυμίαν διὰ τὴν γενομένην ἀποτυχίαν· ἀλλὰ μικρὸν διαλιπὼν πάλιν ἤγγιζε τοῖς ἐχθροῖς καὶ τοὺς αὐτοὺς συναναστρέφων λόγους καὶ πολλοὺς τρόπους τῶν ἐπιχειρήσεων ἐξευρίσκων, εὐμηχάνως δὲ λίαν πρὸς τὰς ἐμπιπτούσας χρείας μεθαρμοζόμενος πάντως ἀπῄει πείσας ἢ πάντας ἢ τοὺς πολλούς.
8.27.5
Πολλάκις γ' οὖν εὑρεθεὶς μετὰ πληγὰς ἀνηκέστους καὶ ῥιφεὶς ἐν προαστείοις τῆς πόλεως ἐκείνης ἣν ἐμυσταγώγει πρὸς τὴν εὐσέβειαν, νομισθεὶς δὲ καὶ τεθνάναι διὰ τὸ μέγεθος τῶν δεινῶν, τῇ ὑστεραίᾳ τὴν ἀγορὰν καταλαβὼν καὶ τὴν δεξιὰν προτείνας πάλιν ἐδίδασκε τοὺς ἐγγὺς ἀγαγόντας θανάτου· οὕτως οὐδὲν αὐτῷ τοῦ σώματος ἔμελε· πρὸς δὲ τὸν σκόπον βλέπων τῆς ἄνω κλήσεως καρτερὸς ἠγωνίζετο χώραν ἐκ χώρας ἀμείβων, πόλιν ἐκ πόλεως,
8.27.6
τοῖς κατὰ γῆν πόνοις ἐναθλῶν, πρὸς τοὺς κινδύνους τοὺς ἐκ θαλάττης παραταττόμενος, πρὸς δήμους φλεγμαίνοντας ῥητορεύων σοφῶς, δικασταῖς ὀργιζομένοις ἀπολογούμενος· Ἑβραίους ἐνάγων εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ τῶν παρ' αὐτοῖς τιμωμένων γραμ μάτων, Ἑλλῆνας τοῖς ἔξωθεν δυσωπῶν λόγοις καὶ τοῖς ἀγράφοις νόμοις τῆς φύσεως· χριστιανοὺς βεβαιῶν, προσηλύτους οἰκοδομῶν καὶ τρέφων τοῖς προσφόροις παιδεύμασιν ὡς φυτουργοὶ τὰ νεαρὰ τῶν φυτῶν τῇ συμμέτρῳ καὶ πεφεισμένῃ τῶν ὑδάτων ἐπιρροῇ. Ὃ δὲ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἐν λόγοις ἰσχύν, καταμάθωμεν.
8.28.1
Ἀθῆναι πόλις ἐστὶ προκαθημένη τῆς Ἀχαΐας, ἑστία λόγων, ὡς προεῖπον αὐτὴν οἱ εὐφημοῦντες, σοφῶν ἀνδρῶν καὶ τῶν ἐν λόγοις ζώντων παλαιὸν ἐργαστήριον. Ἐπεὶ τοίνυν ὁ Παῦλος τὸ Ἰλλυρικὸν διαδραμὼν καὶ πανταχοῦ ῥίψας τοὺς σπινθῆρας τῆς πίστεως, οὓς τὸ Πνεῦμα παρα λαβὼν ἀνερρίπιζε καὶ ἀσβέστους ἐτήρει, ἦλθε κατὰ τὴν χρείαν τῆς περιόδου καὶ πρὸς τοὺς σοφοὺς Ἀθηναίους. Καὶ πρᾶγμα ἦν πολλῆς μερίμνης ἄξιον, πῶς ἂν ὁ σκηνορράφος τοὺς περὶ Θεοῦ λόγους ἐκείνοις δημηγορήσειε, τοῖς ἀξιοῦσι κατὰ παίδευσιν πάντων ὁμοῦ βασιλεύειν ἀνθρώπων.
8.28.2
Ὁ δὲ μεγέθει φύσεως καὶ πλούτῳ τῆς ἄνωθεν δωρεᾶς ἐπαιρόμενος οὐχ ἕνα τῶν ὑποστέγων δόμων κατέλαβεν οὐδὲ ἐφ' ἑνὸς ἐργαστηρίου καθίσας διάλεξιν ἐποιήσατο, ὡς εἰώθεσαν καὶ οἱ πρῶτοι τῶν παρ' αὐτοῖς φιλοσόφων συνεῖναι τοῖς πλησιάζουσιν, ἀλλὰ πρὸς τὸν Ἄρειον πάγον ἀναδραμών, ἔνθα ἦν βουλὴ σκληρὰ καὶ ἐπίφοβος ταῖς φονικαῖς δίκαις δικάζουσα, εὑρὼν δὲ πλῆθος ἐκεῖ συνειλεγμένον πολύ, στὰς ἐδημηγόρει ὑπὲρ τοὺς ἐθάδας ῥήτορας, τοὺς καθ' ἡμέραν παρ' αὐτοῖς ἀγωνιζομένους.
8.28.3
Λαβὼν δὲ τὴν ἀρχὴν ἐξ ἐπιγράμματος ὅπερ ἦν ἐγκεκολλαμμένον βωμῷ, κἀκεῖθεν αὐτοῖς εὐαφόρμως τὸν ἄγνωστον καταγγείλας Θεὸν καὶ σύμπαντα τὸν λόγον συμπερανάμενος τοσοῦτον ἀπέσχε τοῦ ὡς ἰδιώτης τῆς ἔξωθεν σοφίας διαμαρτεῖν τι περὶ τοὺς λόγους, ὥστε τὸν κορυφαῖον τῶν Ἀρεοπαγιτῶν Διονύσιον ἅμα τῇ γυναικὶ πείσας μετέστησε καὶ τοῦ Χριστοῦ εἰργάσατο δούλους, ἐξ ἑνὸς βωμοῦ καὶ μικροῦ ἐπιγράμματος πολλῶν ἀποστήσας βωμῶν.
8.29.1
Κατελθὼν νικητὴς ἐκεῖθεν ἔνθα μάλιστα ἴσχυσεν ὁ πολεμικὸς τῶν Ἑλλήνων δαίμων, ἐκεῖθεν δὲ μεταβὰς πρὸς τὴν γείτονα πόλιν τὴν Κόρινθον οὖσαν τῆς Ἀχαΐας μητρόπολιν, καὶ λαλήσας ἐν ταῖς συναγωγαῖς τὸ σωτήριον δίδαγμα ᾤχετο ἄγων προσήλυτον, οὐχ ἕνα τῶν πολλῶν οὐδὲ τῶν ἐπιτυχόντων, ἀλλὰ αὐτὸν τὸν ἀρχισυνάγωγον μετὰ παντὸς τοῦ πλήθους τῆς οἰκίας, καὶ νικήσας ἀπὸ κορυφῆς τὸν νόμον καὶ μεγαλύνας τὸν σταυρὸν ὡς ὑψηλὸν τρόπαιον, οὕτω κἀκείνην ἀφῆκε τὴν πόλιν τῷ Χριστῷ ὑποκύψασαν.
8.29.2
Τοῦ δὲ χρόνου προϊόντος καὶ τοῦ λόγου τῆς εὐσεβείας προσκόπτοντος ὥσπερ τις στρατηγὸς διετέλει προσκτώ μενος τῷ βασιλεῖ καθ' ἡμέραν πόλεις, κώμας, ἀγρούς, ὑποκόπτων τὰ νεῦρα τοῦ πρότερον κρατοῦντος τυράννου.
8.30.1
Μετῆλθεν γ' οὖν ἐκ Κορίνθου πρὸς τὴν Πισίδων χώραν, εἶτα τὴν Λυκαονίαν καὶ τὰς τῆς Φρυγίας πόλεις καταλαβών, κἀκεῖθεν τὴν Ἀσίαν ἐπισκεψάμενος, εἶτα τὴν Μακεδονίαν, κοινὸς ἦν τῆς οἰκουμένης διδάσ καλος, τοὺς μὲν ὁρωμένους ἀπὸ γλώττης ὠφελῶν, τοὺς δὲ ἀπόντας διὰ τῶν ἐπιστολῶν ἐπιστρέφων· μόνου δὲ ἐκείνου οὐ γόνυ ἔκαμνεν ὁδεῦον ἀεί, οὐ γλῶττα ἐνάρκα πρὸς ἐχθροὺς καὶ φίλους ἀνελλιπῶς διεξιοῦσα τὰ τοῦ εὐαγγελίου μυστήρια.
8.30.2
Ἀλλὰ τὴν μὲν διδασκαλίαν τοιοῦτος· τὴν δὲ ἄλλην τοῦ βίου φιλοσοφίαν οἷος ἄνθρωπος; Ἀεὶ καὶ συνεχῶς τῷ λόγῳ προσκαρτερῶν καὶ τῷ εὐαγγελίῳ δουλεύων οὐδὲ ἄρτον οὗ μετελάμβανε δωρεὰν παρά τινος ἐκομίζετο, ἀλλ' ἡμέρα μὲν εἶχε τὸν ἀγῶνα τὸν πρὸς μυρίους ἐχθρούς, νὺξ δὲ τὴν σμίλην καὶ τὰ σκύτη καὶ τὴν ἀπὸ τῆς τέχνης ἐργασίαν, ἵν' ἐκεῖθεν μὲν ἔχῃ τὸν ἐπισιτισμόν, φαίνηται δὲ πᾶσιν ἀν επαχθὴς ἀπόστολος, ἀδάπανος κῆρυξ καὶ μέχρις ἄρτου τῶν ξενιζόντων φειδόμενος.
8.31.1
Τούτων τῶν λόγων, ἱερεῖς, ἀκούσωμεν, οἱ μὴ συμμεριζόμενοι τοῖς θυσιαστηρίοις μόνον, ἀλλὰ καὶ πλουτοῦντες ἀπ' ἐκείνων καὶ τρυ φῶντες καὶ τὴν ἱερὰν περιουσίαν ἴδιον κτῆμα ποιούμενοι καὶ τοῖς ὑπη κόοις διὰ τὸν Χριστὸν οἷα δούλοις φορτικῶς ἐπιτάττοντες. Οὔκ ἐστιν ἱερωσύνη δεσποτεία, ἀλλὰ μᾶλλον τῷ συνιέντι δουλεία· οὐκ ἀρχοντικῆς αὐθαδείας ἀξίωμα, ἀλλ' εὐλαβοῦς διακονίας οἰκονομία.
8.31.2
Μὴ οὐκ εἶχεν ἐξουσίαν ὁ θεσπέσιος Παῦλος ἐσθίειν καὶ πίνειν ἀπὸ τῶν ἱερῶν καὶ μικρὸν γοῦν λαμβάνειν τῶν μυρίων πόνων γέρας εἰς θεραπείαν τυπτομένου τοῦ σώματος καθ' ἡμέραν; Ἀλλ' οὐκ ἐχρήσατο τῇ ἐξουσίᾳ, ἵνα μηδὲν ἐπὶ γῆς λαβὼν πάντα ἐν τοῖς οὐρανοῖς ἀπαιτήσῃ. Διὸ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἠξιώθη ἔτι τῇ φθαρτῇ συνδεδεμένος σαρκί.
8.31.3
Καὶ ἵνα καὶ τῶν μελ λόντων ἀγαθῶν καὶ τῶν ἐκεῖ τιμῶν ἀρραβῶνα θεάσηται, ἀναλαμ βάνεται μὲν ἄχρι τρίτου οὐρανοῦ, βλέπει ὀπτασίας ὑπερβαινούσας τὸν ἐνθάδε κλῆρον, ἀκούει δὲ ῥημάτων ἀρρήτων, ὡς αὐτός φησιν, καὶ ταῦτα μετριάζων καὶ ἀποδιδράσκων πανταχοῦ τὸ μεγαλαυχεῖσθαι καὶ ἐμπομ πεύειν τοῖς ἰδίοις πλεονεκτήμασιν. Ἵνα δὲ μόνον τὰ φρονήματα καταστείλῃ τῶν ἐπὶ μικροῖς φυσωμένων χαρίσμασιν, ἐξ ἀνάγκης ὀλίγα τῶν οἰκείων παραγυμνοῖ καὶ ταῦτα ἑτέρῳ προσώπῳ περιθεὶς καὶ πόρρω τῆς περὶ αὐτὸν ὑπονοίας ἀπαγαγών.
8.31.4
Ἡλίας μὲν οὖν ὁ Θεσβίτης, ἐπειδὴ ἐν ἰδέᾳ ἅρματος πυρίνου εἰς τὸ ὕψος ἀνήχθη, ᾄδεται πανταχοῦ καὶ πολὺ τὸ θαῦμα τῷ βίῳ κατέ λιπε· μέχρι πόσου δὲ ἔφθασεν οὐδεὶς ἡρμήνευσε λόγος. Τυχὸν γὰρ καὶ ὀλίγον τῆς γῆς ἐπαρθεὶς παρὰ τῆς ἀγούσης δυνάμεως ἀπεδόθη τῷ τόπῳ, ὃν ἔλαχεν κατοικεῖν. Παύλου δὲ ἡ μετάθεσις ἐπὶ πλέον εὑρέθη λαμπροτέρα καὶ εὐκλεὴς προσκειμένου καὶ τοῦ μέτρου ἐφ' ὅσον ἀνήχθη. Ἑπτὰ γὰρ οὐρανῶν ᾀδομένων μικροῦ δέοντος ἀφίκετο τοῦ ἡμίσεως.
8.31.5
Καί μοι λοιπὸν Ἑβραῖοι καταβαλέτωσαν τοῦ φρονήματος ἐπὶ Μωϋσεῖ μέγα φρονοῦντες, ὅτι μόνος ἕως τῆς κορυφῆς ἔφθασε τοῦ Σινᾶ καὶ ἐντὸς ἐγένετο τοῦ γνόφου καὶ τῶν νεφῶν. Παῦλος γὰρ ὁ ἐμὸς ἀντὶ μὲν ὄρους πρὸς οὐρανοὺς ἀνῆλθεν, ἀντὶ δὲ νεφέλης ἐπέκεινα τοῦ ὑπὲρ νέφους ἀέρος ἤλασεν. Καὶ μάλα εἰκότως. Ἔδει γὰρ τὸν κατὰ Χριστὸν ἄνθρωπον τοσοῦτον νικῆσαι Μωϋσέα, ὅσον τὸ εὐαγγέλιον ὑπερβαίνει τὸν νόμον.
8.32.1
Ἐν δὲ ταῖς θεοφανείαις καὶ τοῖς παρὰ Θεοῦ λαλουμένοις καὶ ὅπως δεδεμένος ἐλύετο καὶ ἀθυμῶν ἐπερρώννυτο ὕπαρ καὶ ὄναρ αὐτῷ τοῦ Θεοῦ χρηματίζοντος, τί δεῖ καὶ λέγειν, ὁπότε οὐδὲ αὐτὸς τὴν ἑαυτοῦ χάριν ἀπέκρυψεν, ἀλλὰ πᾶσιν ὁμοῦ σαφῶς ἀπεκάλυψεν εἰπών· Εἰ δοκι μὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Οἱ μὲν γὰρ ἄλλοι τῶν εἴτε προφητῶν εἴτε ἀποστόλων ἐμπροθέσμους εἶχον καὶ χρονικὰς τὰς ἄνωθεν ἐνεργείας, καὶ ποτὲ μὲν αὐτοῖς συνῆν τὸ θεῖον, ποτὲ δὲ καὶ οὐ παρῆν.
8.32.2
Ὁ δὲ θεσπέσιος οὗτος ὥσπερ ἅπαξ ναὸς ἐξαίρετος τοῦ Θεοῦ ἀποκληρωθεὶς αὐτῷ πρὸς ἐνοίκησιν, οὕτως ἀεὶ τὸν Χριστὸν εἶχε καὶ βουλῆς εὑρετὴν καὶ λόγου διδάσκαλον καὶ συνεργὸν τῶν πραγμάτων. Καὶ Ἰωάννης μὲν ὁ τοῦ Ζεβεδαίου μέγας ἔδοξεν, ὅτι παρὰ τοὺς ἄλλους μαθητὰς θαρρῶν τῷ Κυρίῳ ἐπὶ τοῦ στήθους αὐτοῦ ἀνεπαύετο· καὶ διὰ τοῦτο μάλιστα παρὰ πᾶσίν ἐστιν ἀοίδιμος.
8.32.3
Οὗτος δέ, πῶς οὐκ ἂν καὶ ὑπὲρ ἀνθρώπων νομισθείη δικαίως, ὅς γε οὐ τὸν ἐν σώματι Ἰησοῦν, ἀλλὰ τὸν γυμνὸν τῆς σαρκὸς Λόγον καθ' ἡμέραν ἀνέπαυεν σκεῦος εὔ χρηστον καὶ καθαρὸν ἑαυτὸν τῷ δημιουργῷ καταστήσας; Ἔχων δὲ πολλὰ καὶ παντοδαπὰ λέγειν, ὅσα ὁ θεσπέσιος οὗτος πάντα τὸν κόσμον παιδεύων εἶπε καὶ ἔπραξεν ἐπὶ γῆς καὶ θαλάσσης, ἐν δικαστηρίοις, ἐν ἀγοραῖς, ἐν δήμοις, ἐν αὐλαῖς βασιλέων, ἑκὼν ὑπερβαίνω τὸ πλῆθος.
8.32.4
Οὔτε γὰρ συγγραφὴν προὐθέμην ποιῆσαι τῶν ἐκείνῳ κατωρθωμένων, ἵνα λείπῃ μηδέν, ἀλλ' εὐφημίαν ἐργάσασθαι, καὶ ταύτην ἐφ' ὅσον ἡ ἐμὴ δύναμις ἐξικνεῖται. Ἑνὸς δὲ μόνου τοῦ τελευταίου μνησθεὶς καταπαύσω τὸν λόγον.
8.33.1
Ἐπειδὴ γὰρ πᾶσαν ἐμπεριελθὼν τὴν οἰκουμένην καὶ θεὶς ἐπὶ τῆς λυχνίας τὸν λόγον μέγαν ἀνῆψε τῆς εὐαγγελικῆς γνώσεως τὸν πυρσόν, ἀφίκετο μὲν καὶ πρὸς Ῥωμαίους, ὡς βασιλεύουσαν πόλιν, ἵνα τοὺς κρατοῦντας τῶν πάντων ἀνθρώπων μυσταγωγήσας καὶ πείσας καὶ κτησάμενος μαθητὰς ἐκ τοῦ περιόντος καὶ τοῖς ἄλλοις ἀνθρώποις προσο μιλοίη.
8.33.2
Εὑρὼν δὲ καὶ τὸν Πέτρον ἐκεῖ, τῆς αὐτῆς ἐργάτην σπουδῆς, καὶ ἱεράν τινα καὶ ἔνθεον ξυνωρίδα ζευξάμενος ἐν συναγωγαῖς τοὺς ὑπὸ νόμον ἐπαίδευεν, ἐν ἀγοραῖς τοὺς ἐθνικοὺς προσεκτᾶτο· καὶ ποικίλος ἦν τῶν ἀγαθῶν διδάσκαλος Θεοῦ γνῶσιν ἐμφανίζων τὴν καθαρὰν καὶ ἀκίβδηλον, ἠθικῆς ἀρετῆς κανόνας θεσμοθετῶν ἀκριβεῖς, ἀπελαύνων πόρρω τῶν ἀνθρώπων χορείας καὶ μέθην καὶ πᾶσαν τὴν ἀκόλαστον ἡδυπάθειαν, ᾗ μάλιστα καὶ τὸ πλῆθος ἅπαν καὶ ὁ τότε βασιλεύων ἐνείχετο.
8.33.3
Καθήψατο τοίνυν σφοδρῶς τοῦ Νερῶνος ἡ τῆς ἀρίστης καὶ σώφρονος πολιτείας εἰσαγωγή· καὶ πλέον ἀλγήσας τῆς ἡδονῆς καταλυομένης ἢ εἰ τῆς βασιλείας αὐτῆς ἐξεβάλλετο. Καὶ γὰρ ἦν, εἴπερ τις ἄλλος, σοφιστὴς ἡδονῶν, τρυφῶν καὶ καταυλούμενος, βλὰξ καὶ θηλυδρίας, πορνῶν ἐπι στάτης, οὐ βασιλεὺς ἀνδρῶν. Πῶς γὰρ ἂν ἑτέρων ἐκράτησεν ὁ ἄρχειν ἑαυτοῦ μὴ μαθών; Μίαν ἔθετο φροντίδα, ὅπως ἂν ἐκκόψειε ἐκ τῆς πόλεως τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης διδάσκαλον.
8.33.4
Καὶ ζηλώσας τὸν Ἡρώδην τῆς γνώμης ἀπάγει τοὺς ἀποστόλους εἰς δεσμωτήριον, ὡς τὸν Ἰωάννην ἐκεῖνος, ἔχων δὲ καθ' ὁμοιότητα ἄλλην Ἡρωδιάδα τὴν ἀκόλαστον καὶ φιλήδονον γνώμην ζητοῦσαν Πέτρου καὶ Παύλου τὴν κεφαλὴν ἀμφοτέρους ἀνέδησε τῷ στεφάνῳ τοῦ μαρτυρίου· τὸν μὲν τῷ ξύλῳ προσηλώσας, τοῦ δὲ Παύλου τὴν κεφαλὴν ἐκτεμών, ἡμῖν δὲ καὶ τῷ κόσμῳ καταλιπὼν τὸ τῶν ἁγίων πάθος πανήγυριν καὶ τοσαύτης ἑορτῆς ἀφορμήν.
8.34.1
Ταῦτα ὑμῖν, ὦ τρισμακάριοι, ἤνεγκεν ὁ ἐτήσιος νόμος ὑμᾶς μὲν ἀνακηρύττων πανταχοῦ ὡς κοινοὺς τῆς οἰκουμένης ἀθλητάς, βελτιῶν δὲ τὰς τῶν ἀνθρώπων γνώμας διὰ τῆς ὑμετέρας τιμῆς. Ἀρετὴ γὰρ τιμω μένη πολλοὺς ἐγείρει πρὸς ζῆλον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note