Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On the Incarnation
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-of-alexandria" aria-label="More works by Athanasius of Alexandria"> —
⋯
More
Original / primary: Textus receptus
53.1
Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός, ὃς τῇ ἑαυτοῦ ἀγάπῃ πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὑπέστη; Καὶ γὰρ καὶ ἄνωθεν ἦν προφητευόμενον περὶ τῆς παρ' αὐτοῦ πρυτανευομένης εἰρήνης, λεγούσης τῆς γραφῆς·“ Συγκό ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.” Καὶ οὐκ ἄπιστόν γε τοιοῦτον, ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων ἔμφυτον ἔχοντες βάρβαροι, ἔτι μὲν θύοντες παρ' αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται κατ' ἀλλήλων, καὶ χωρὶς ξίφους οὐδεμίαν ὥραν ἀνέχονται μένειν. Ὅτε δὲ τῆς Χριστοῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀντὶ μὲν πολέμων εἰς γεωργίαν τρέπονται, ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι· καὶ ὅλως, ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτούς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται, σωφροσύνῃ καὶ ψυχῆς ἀρετῇ τούτους καταπολεμοῦντες. Τοῦτο δὲ τῆς μὲν θειότητος τοῦ Σωτῆρός ἐστι γνώρισμα· ὅτι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ ἄνθρωποι, τοῦτο παρ' αὐτοῦ μεμαθήκασι· τῆς δὲ δαιμόνων καὶ τῆς εἰδώλων ἀσθενείας καὶ οὐθενείας ἔλεγχος οὐκ ὀλίγος ἐστὶν οὗτος. Εἰδότες γὰρ ἑαυτῶν οἱ δαίμονες τὴν ἀσθένειαν, διὰ τοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους καθ' ἑαυτῶν πολεμεῖν, ἵνα μὴ παυσάμενοι τῆς κατ' ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων μάχην ἐπιστρέψωσιν. Ἀμέλει, μὴ πολεμοῦντες πρὸς ἑαυτούς, οἱ Χριστῷ μαθητευόμενοι κατὰ δαιμόνων τοῖς τρόποις καὶ ταῖς κατ' ἀρετὴν πράξεσιν ἀντιπαρατάσσονται, καὶ τούτους μὲν διώκουσι, τὸν δὲ τούτων ἀρχηγὸν διάβολον καταπαίζουσιν, ὥστε ἐν νεότητι μὲν σωφρονεῖν, ἐν πειρασμοῖς δὲ ὑπομένειν, ἐν πόνοις δὲ καρτερεῖν, καὶ ὑβριζομένους μὲν ἀνέχεσθαι, ἀποστερουμένους δὲ καταφρονεῖν, καὶ τό γε θαυμαστόν, ὅτι καὶ θανάτου καταφρονοῦσι, καὶ γίνονται μάρτυρες Χριστοῦ.

Intertext edge

Open linked passage

Note