Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ πλῆθος τῶν λαῶν, πλεῖστα παιδία, καὶ οὐκ ὀλίγαι νεώτεραι γυναῖκες πλεῖσταί τε γραΐδες καὶ οὐκ ὀλίγοι νεανίσκοι θλιβέντες ἀπηνέχθησαν εἰς τοὺς οἴκους· καὶ τοῦ Θεοῦ παρασχόντος, τέθνηκε μὲν οὐδείς· πάντες δὲ ἐγόγγυσαν, καὶ ἠξίωσαν διὰ τὴν μεγάλην ἐκκλησίαν. Εἰ δὲ καὶ ἐν ταῖς προεόρτοις τοσαύτη γέγονε θλίψις, τί ἂν ἐγεγόνει ἐν αὐτῇ τῇ ἑορτῇ; Πάντως που τὰ ἔτι τούτων χαλεπώτερα. Ἀλλ' οὐκ ἔπρεπεν ἀντὶ χαρᾶς λύπην, ἀντ' εὐφροσύνης πένθος, ἀντὶ τῆς ἑορτῆς κλαυθμὸν τοῖς λαοῖς γενέσθαι· εἰδὼς καὶ μάλιστα τύπον ἔχων τῶν πατέρων. Ὁ γὰρ μακαρίτης Ἀλέξανδρος, στενῶν ὄντων τῶν ἄλλων τόπων, καὶ οἰκοδομῶν τὴν τότε μείζονα νομιζομένην ἐκκλησίαν τὴν καλουμένην Θεωνᾶ, συνῆγεν ἐκεῖ διὰ τὸ πλῆθος, καὶ συνάγων οὐκ ἠμέλει τῆς οἰκοδομῆς. Τοῦτο καὶ ἐν Τριβέροις, καὶ ἐν Ἀκυληΐᾳ γενόμενον ἑώρακα· κἀκεῖ γὰρ ἐν ταῖς ἑορταῖς διὰ τὸ πλῆθος, ἔτι τῶν τόπων οἰκοδομουμένων, συνῆγον ἐκεῖ· καὶ οὐχ εὗρον τοιοῦτον κατήγορον. Ἀλλὰ καὶ ὁ μακαρίτης σου ἀδελφός, ἐν Ἀκυληΐᾳ, τοιαύτης οὔσης συνάξεως, συνήχθη. Οὕτω κἀγὼ πεποίηκα, καὶ γέγονεν οὐκ ἐγκαίνια, ἀλλὰ σύναξις εὐχῆς. Σὺ μὲν οὖν, εὖ οἶδα ὅτι, φιλόθεος ὤν, τῶν μὲν λαῶν, ἀποδέχῃ τὴν προθυμίαν, καὶ συγγινώσκεις ἐμοὶ μὴ, κωλύσαντι τοσούτου λαοῦ τὰς εὐχάς.

Intertext edge

Open linked passage

Note