Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοις χρώμενος, αὐτόν σοι πρεσβευτὴν ὑπὲρ ἐμαυτοῦ ποιοῦμαι· εἰδὼς αὐτὸν μὲν κήρυκα τῆς ἀληθείας, σὲ δὲ τῶν αὐτοῦ ῥημάτων φιλήκοον, θεοφιλέστατε Αὔγουστε. Περὶ μὲν οὖν τῶν ἐκκλησιαστικῶν καὶ τῆς κατ' ἐμοῦ γενομένης συσκευῆς, αὐτάρκη τὰ γραφέντα παρὰ τῶν τοσούτων ἐπισκόπων μαρτυρῆσαι τῇ σῇ εὐλαβείᾳ· ἱκανὰ δὲ καὶ τὰ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος δεῖξαι πᾶσιν, ὅτι μηδὲν ὧν ἐπέστησαν καθ' ἡμῶν εἶχεν ἀληθές. Τί γὰρ τοσοῦτον ἄλλοι δύνανται μαρτυρεῖν, ὅσον οὗτοι γράφοντες εἰρήκασιν; «Ἐψευσάμεθα, ἐπλασάμεθα, καὶ πάντα τὰ κατὰ Ἀθανασίου συκοφαντίας γέμει». Προσθήκη δὲ πρὸς φανερὰν ἀπόδειξιν, εἰ καταξιώσειας μαθεῖν, ὅτι, παρόντων μὲν ἡμῶν, οὐδὲν ἀπέδειξαν οἱ κατηγοροῦντες κατὰ Μακαρίου τοῦ πρεσβυτέρου· ἀπόντων δὲ ἡμῶν, κατὰ μόνας ἔπραξαν ἅπερ ἠθέλησαν. Τὰ δὲ τοιαῦτα προηγουμένως μὲν ὁ θεῖος νόμος, ἔπειτα δὲ καὶ οἱ ἡμέτεροι νόμοι μηδεμίαν ἔχειν δύναμιν ἀπεφήναντο. Ἀπὸ μὲν οὖν τούτων οἶδας ὅτι καὶ ἡ σὴ εὐσέβεια, φιλαλήθης οὖσα καὶ φιλόθεος, ἡμᾶς μὲν ἐλευθέρους ἀπὸ πάσης ὑποψίας συνορᾷ, τοὺς δὲ καθ' ἡμῶν γενομένους συκοφάντας ἀποφαίνει.

Intertext edge

Open linked passage

Note