Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδελφόν σου (τοῦτο γὰρ οἱ ἐχθροὶ θρυλοῦσι, καὶ γράψαι τετολμήκασιν), ἱκανὰ τὰ πρῶτα δεῖξαι καὶ ταῦτα μὴ ἀληθῆ. Εἰ μὲν γὰρ ἄλλοι τινὲς ἦσαν οἱ τοῦτο λέγοντες, δικάσιμον ἦν τὸ πρᾶγμα, χρεία τε πολλῆς ἀποδείξεως, καὶ τῶν εἰς πρόσωπον ἐλέγχων· εἰ δὲ οἱ τὰ πρῶτα πλάσαντες αὐτοὶ καὶ ταῦτα συνέθηκαν, πῶς οὐκ ἐξ ἐκείνων εἰκότως καὶ ταῦτα πεπλασμένα δείκνυται; Διὰ τοῦτο γὰρ πάλιν κατὰ μόνας λαλοῦσι, νομίζοντες ὑφαρ πάζειν δύνασθαι τὴν σὴν θεοσέβειαν. Ἀλλ' ἐσφάλησαν· οὐ γὰρ ὡς ἠθέλησαν ἤκουσας, ἀλλὰ τῇ μακροθυμίᾳ δέδωκας καὶ ἡμῖν χώραν ἀπολογεῖσθαι. Τὸ γὰρ μὴ παραυτὰ κινηθῆναι, καὶ τιμωρίαν ἀπαιτῆσαι, οὐδὲν ἦν ἕτερον ἤ, ὡς δίκαιον βασιλέα, περιμεῖναι καὶ τὴν τοῦ διαβληθέντος ἀπολογίαν· ἧς ἐὰν καταξιώσῃς ἀκοῦσαι, τεθάρσηκα ὡς καὶ ἐν τούτοις καταγνώσῃ τῶν προπετευσαμένων καὶ μὴ φοβηθέντων τὸν Θεόν, ἐντειλά μενον μηδὲν ψεῦδος ἀπὸ στόματος βασιλεῖ λέγεσθαι.