Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέβεια συνορᾷ· ὅτι, εἰ ζητούμεθα, ἵνα εὑρεθέντες παραπεμφθῶμεν πρὸς τοὺς ἐπάρχους, κώλυσίς ἐστι τοῦ μὴ παρὰ τὴν σὴν φιλανθρωπίαν ἐλθεῖν. Καὶ εἰ οἱ μὴ θελήσαντες ὑπογράψαι καθ' ἡμῶν, τοιαῦτα καὶ τοσαῦτα πεπόνθασιν, οἵ τε μὴ θέλοντες τῶν λαϊκῶν κοινωνεῖν τοῖς Ἀρειανοῖς ἐκελεύσθησαν ἀποθνῄσκειν· οὐκ ἀμφίβολον, ὅτι πάντως ἐπινοηθήσονται παρὰ τῶν συκοφαντῶν καινότεροι καὶ μυρίοι θάνατοι κατ' ἐμοῦ· καὶ μετὰ θάνατον κινήσουσι λοιπὸν οἷς βούλονται καὶ ἃ βούλονται πράγματα οἱ ἐχθροί, ψευδόμενοι καθ' ἡμῶν μειζόνως, ὡς μηκέτι ἔχοντες τοὺς ἐλέγχοντας αὐτούς. Οὐ γὰρ τὴν σὴν εὐσέβειαν δεδιὼς ἔφευγον (οἶδα γάρ σου τὴν ἀνεξικακίαν καὶ τὴν φιλανθρωπίαν), ἀλλ' ὁρῶν ἐκ τῶν γινομένων τὸν θυμὸν τῶν ἐχθρῶν, καὶ λογιζόμενος ὅτι φοβούμενοι μήποτε ἐλεγχθῶσιν ἐφ' οἷς ἔπραξαν παρὰ γνώμην τῆς σῆς καλοκἀγαθίας, πάντα πράξουσιν ὥστε καὶ ἀποκτεῖναι. Ἰδοὺ γὰρ ἡ μὲν σὴ φιλανθρωπία μόνον ἔξω τῶν πόλεων καὶ τῆς ἐπαρχίας προσέταξεν ἐκβάλλεσθαι τοὺς ἐπισκόπους· οἱ δὲ θαυμαστοὶ πλέον τι τῆς σῆς προστάξεως τολμῶντες, ὑπὲρ τρεῖς ἐπαρχίας εἰς ἐρήμους καὶ ἀήθεις καὶ φοβεροὺς τόπους ἐξώρισαν γέροντας ἀνθρώπους καὶ πολυετεῖς ἐπισκόπους. Οἱ μὲν γὰρ ἀπὸ τῆς Λιβύης εἰς τὴν μεγάλην Ὄασιν, οἱ δὲ ἀπὸ τῆς Θηβαΐδος εἰς τὴν Ἀμμωνιακὴν τῆς Λιβύης ἀπεστάλησαν. Καὶ οὐ δεδιὼς πάλιν ἀποθανεῖν, ἔφυγον· μὴ δειλίας μου τίς αὐτῶν καταγινωσ κέτω· ἀλλ' ὅτι καὶ τοῦ Σωτῆρός ἐστι παράγγελμα, διωκομέ νους μὲν ἡμᾶς φεύγειν, ζητουμένους δὲ κρύπτεσθαι, καὶ μὴ εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐκδιδόναι, μηδὲ φαινομένους πλέον ἐκκαίειν τὸν θυμὸν τῶν διωκόντων. Ἴσον γάρ ἐστι τὸ φονεύειν ἑαυτὸν καὶ διδόναι πάλιν ἑαυτὸν τοῖς ἐχθροῖς εἰς τὸ φονεύειν. Τὸ δὲ φεύγειν, ὡς παρήγγειλεν ὁ Σωτήρ, γινώσκειν ἐστὶ τὸν καιρὸν καὶ ἀληθῶς κήδεσθαι τῶν διωκόν των, ἵνα μὴ καὶ μέχρις αἵματος φθάσαντες ὑπεύθυνοι γένωνται τῷ «Μὴ φονεύσῃς»· καὶ τὰ μάλιστα καὶ τὸ παθεῖν οἱ ἡμᾶς διαβάλλοντες βούλονται. Ἃ γὰρ καὶ νῦν πάλιν πεποιήκασι, δείκνυσιν αὐτῶν ταύτην εἶναι τὴν σπουδὴν καὶ μιαιφόνον τὴν προαίρεσιν. Ἀκούσας δέ, εὖ οἶδ' ὅτι, θεοφιλέστατε Αὔγουστε, θαυμάσεις· καὶ γὰρ ἄξιον ἀληθῶς ἐκπλήξεως τὸ τόλμημα. Ἡλίκον δ' ἐστὶ τοῦτο, ἄκουσον ἐν βραχεῖ λόγῳ.

Intertext edge

Open linked passage

Note