Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρινε· ἡ γὰρ ὑπερβολὴ τῆς διαβολῆς ἐξίστησί με, καὶ εἰς πολλὴν ἀσάφειαν ἄγει. Καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος ἠπίστουν εἰ ἄρα τις ἐμάνη τοσοῦτον ὥστε καὶ τοιαῦτα ψεύσασθαι. Ἐπειδὴ δὲ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτο καὶ τοῦτο, καὶ ὡς αὐτοὶ δεδωκότες ἀντίγραφον ἐπιστολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως, καὶ ἀΰπνους νύκτας διατελῶν, ὡς πρὸς παρόντας τοὺς κατειπόντας ἐμαχόμην· καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην, καὶ ηὐχόμην εὐθὺς στενάζων μετὰ δακρύων, εὑρεῖν τὰς σὰς ἀκοὰς εὐμενεῖς. Ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ Κυρίου ταύτας εὑρών, πάλιν ἀπορῶ ποίαν ἀρχὴν τῆς ἀπολογίας ποιήσομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. Ὅλως μὲν γὰρ περὶ τοῦ μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς συκοφάνταις, ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν καὶ περὶ ἡμῶν ἠξίου τὴν σὴν ἀδελφικὴν διάθεσιν, καὶ παρόντας μὲν ἐτίμα πολλάκις, καὶ ἀπόντας δὲ μετεπέμπετο. Τὸν δὲ διάβολον Μαγνέντιον, μάρτυς ὁ Κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ, οὔτε γινώσκω οὔτε ὅλως ἠπιστάμην αὐτόν. Ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ; Ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον, γράφων αὐτῷ; Ὅτι· Τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε ἐπιλαθοίμην, τοῦτον φονεύσας καλῶς ἐποίησας; καὶ ἀποδέχομαί σε τοὺς γνωρίμους ἡμῶν Χριστιανοὺς καὶ πιστοτάτους ἄνδρας ἀνελόντα; καὶ θαυμάζομέν σε σφάξαντα τοὺς ἐν Ῥώμῃ γνησίως ἡμᾶς ὑποδεξαμένους, τὴν μακαρίαν σου θείαν τὴν ἀληθῶς Εὐτρόπον, καὶ Ἀβουτήριον τὸν γνήσιον ἐκεῖνον, καὶ Σπειράντιον τὸν πιστότατον, καὶ ἄλλους πολλοὺς καλούς;

Intertext edge

Open linked passage

Note