Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς ἐμὲ περὶ τούτου γένηται· σοὶ δέ, φιλάληθες βασιλεῦ, θαρρῶν ἀπολογοῦμαι· παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε· καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέντας ποτὲ παρ' ἐκείνου πρὸς σὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος οἱ ἐπίσκοποι, καὶ οἱ σὺν αὐτοῖς· καὶ Κλημέντιος καὶ Βάλης. Μάθε, παρακαλῶ, εἰ γράμματά μοι κεκομίκασιν· ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ. Εἰ δὲ μὴ ἔγραψε, μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ μὴ ἐπιστάμενος αὐτόν; Ἐρώτησον εἰ μή, ἑωρακὼς τοὺς περὶ Κλημέντιον, ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης, καὶ κατὰ τὸ γεγραμμένον, ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον, ἐνθυμούμενος τὴν φιλάνθρωπον καὶ τὴν φιλόχριστον αὐτοῦ ψυχήν. Μάθε πῶς, ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου, καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας, ἐφοβούμην μὴ κἀκεῖνος πειράσαι τολμήσῃ καὶ ὡς λῃστὴς φονεύσῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακαρίου· ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι.