Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 14.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
14.1
Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομαι τῇ σῇ εὐσεβείᾳ· εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. Ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην, καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. Ἀλλ' ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα. Καί μοι συγχώρησον εἰπεῖν, οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε· τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι· οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν· οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται, ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ. Ἀλλ' οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν. Ἀλλὰ τὸ γενόμενον ἴσασι πάντες· ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ ἐπιεικείᾳ καὶ μακροθυμίᾳ. Ἑορτὴ μὲν γὰρ ἦν τὸ Πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ τοσοῦτος ἦν ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν φιλόχριστοι βασιλεῖς. Τῶν τοίνυν ἐκκλησιῶν ὀλίγων καὶ βραχυτάτων οὐσῶν, θόρυβος ἦν οὐκ ὀλίγος, ἀξιούντων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν, κἀκεῖ πάντας εὔχεσθαι καὶ ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. Ἀλλ' ἐμοῦ παρακαλοῦντος τέως ἐπισχεῖν, καὶ ὅπως δήποτε μετὰ θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκουσαν, ἀλλ' ἕτοιμοι γεγόνασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν, βέλτιον ἡγούμενοι κάματον ἐνεγκεῖν ὁδοῦ, ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.

Intertext edge

Open linked passage

Note