Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 23.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
23.1
Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι, οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν. Ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀτοπωτάτων ἀνῃρῆσθαι ἔγνων, πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέρα φρόνησις δυνήσεται κρῖναι. Καὶ ἐπειδή τινές εἰσιν, οἵτινες ἐν τῷ παρόντι καιρῷ τῷ οὕτω δακρυτικῷ δράματι καταπτοεῖν σε πειράζουσι, διὰ τοῦτο τὰ παρόντα ταῦτα γράμματα πρὸς τὴν σὴν τιμιότητα στεῖλαι ἔκρινα· προτρέπων σε ἵνα, ὥσπερ πρέπει ἐπισκόπῳ, εἰς τὴν κεχρεωστημένην θρησκείαν συντρέχειν διδάξειας τὸν δῆμον, καὶ μετ' αὐτοῦ κατὰ τὸ ἔθος ταῖς εὐχαῖς σχολάσειας· καὶ ἵνα μὴ θρύλοις εἴ τινες κατὰ τύχην συνδράμοιεν πιστεύσειας. Ἡμῖν γὰρ τοῦτο ἀρέσκει τὸ σὲ κατὰ τὴν ἡμετέραν βούλησιν, ἐν παντὶ καιρῷ ἐν τῷ σῷ τόπῳ, ἐπίσκοπον εἶναι. Καὶ ἄλλῃ χειρί· Ἡ θεότης φυλάξειέ σε πολλοῖς ἐνιαυτοῖς, Πάτερ προσφιλέστατε.

Intertext edge

Open linked passage

Note