Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatorem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1
Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἐχαρίσατο πρὸς τοῖς ἄλλοις πᾶσι καὶ εἰκόνα τῆς τῶν ἀγγέλων ἁγιότητος ἔχειν ἡμᾶς ἐπὶ γῆς τὴν παρθενίαν. Τὰς γοῦν ταύτην ἐχούσας τὴν ἀρετὴν νύμφας τοῦ Χριστοῦ καλεῖν εἴωθεν ἡ καθολικὴ Ἐκκλησία. Ταύτας καὶ Ἕλληνες ὁρῶντες ὡς ναὸν οὔσας τοῦ Λόγου θαυμάζουσι· παρ' οὐδενὶ γὰρ ἀληθῶς τοῦτο τὸ σεμνὸν καὶ οὐράνιον ἐπάγγελμα κατορθοῦται ἢ παρὰ μόνοις ἡμῖν τοῖς Χριστιανοῖς. Μάλιστα γὰρ καὶ τοῦτο μέγα τεκμήριόν ἐστι τοῦ παρ' ἡμῖν εἶναι τὴν ὄντως καὶ ἀληθῆ θεοσέβειαν. Ταύτας καὶ πρὸ τῶν ἄλλων καὶ ὁ τῆς μακαρίας μνήμης ὁ εὐσεβέστατός σου πατὴρ Κωνσταντῖνος ὁ Αὔγουστος ἐτίμα· ταύτας καὶ ἡ σὴ εὐσέβεια γράφουσα πολλάκις τιμίας καὶ ἁγίας ὠνόμασεν. Ἀλλὰ νῦν οἱ θαυμαστοὶ Ἀρειανοὶ οἱ καὶ ἡμᾶς διαβάλλοντες, δι' οὓς καὶ πλεῖστοι τῶν ἐπισκόπων ἐπεβουλεύθησαν, ὑπουργοὺς ἔχοντες καὶ ὑπακούοντας αὐτοὺς τοὺς δικαστάς, ταύτας γυμνώσαντες, ἐποίησαν ἐπὶ τῶν καλουμένων ἑρμηταρίων κρεμασθῆναι, καὶ τοσοῦτον αὐτῶν τρίτον ἔξεσαν τὰς πλευρὰς, ὅσον οὐδὲ οἱ ἀληθῶς κακοῦργοι πώποτε πεπόνθασι. Πιλᾶτος μὲν οὖν, καθηκεύων τοῖς τότε Ἰουδαίοις, λόγχῃ μίαν πλευρὰν τοῦ Σωτῆρος ἔνυξεν· οὗτοι δὲ καὶ τὴν μανίαν Πιλάτου νενικήκασιν, ὅτι μὴ μίαν ἀλλ' ἀμφοτέρας ἔξεσαν· τὰ γὰρ μέλη τῶν παρθένων ἐξαιρέτως ἴδια τοῦ Σωτῆρός ἐστι. Πάντες μὲν οὖν, καὶ μόνον ἀπαγγελλόντων τινῶν, φρίττουσιν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ· μόνοι δὲ οὗτοι οὐ μόνον οὐκ ἐφοβήθησαν γυμνοῦντες καὶ ξέοντες ἄχραντα μέλη, ἃ μόνῳ τῷ Σωτῆρι ἡμῶν τῷ Χριστῷ ἀνατεθείκασιν αἱ παρθένοι, ἀλλὰ καὶ τό γε χείριστον, ὀνειδιζόμενοι παρὰ πάντων διὰ τὴν τοσαύτην ὠμότητα, ἀντὶ τοῦ ἐρυθριᾷν προφασίζονται τοῦτο πρόσταγμα τῆς σῆς εὐσεβείας εἶναι· οὕτως εἰσὶ πρὸς πάντα τολμηροὶ καὶ τὴν προαίρεσιν πονηροί. Οὐδὲ γὰρ οὐδὲ ἐν τοῖς γενομένοις διωγμοῖς τοιοῦτον ἠκούσθη πραχθέν. Εἰ δὲ καὶ ἐγεγόνει ποτὲ τοιοῦτον, ἀλλ' οὐκ ἔπρεπεν ἐπὶ σοῦ χριστιανοῦ ὄντος οὔτε τὴν παρθενίαν τοσαύτην ὕβριν καὶ ἀτιμίαν παθεῖν, οὔτε τούτους τὴν ἑαυτῶν ὠμότητα εἰς τὴν σὴν εὐσέβειαν ἐπιρρίπτειν· μόνοις γὰρ αἱρετικοῖς οἰκεῖον τὸ τοιοῦτον κακὸν ἀσεβεῖν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ πλημμελεῖν κατὰ τῶν ἁγίων αὐτοῦ παρθένων.

Intertext edge

Open linked passage

Note