Apologia ad Constantium imperatorem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως παρέλθῃ ἡ ὀργὴ Κυρίου». Καὶ αὕτη γάρ μοι πάλιν πρόφασις γέγονε τῆς ἀναχωρήσεως, θεοφιλέστατε Αὔγουστε, καὶ οὐ παρῃτησάμην οὔτε εἰς τὴν ἔρημον ἀπελθεῖν, οὔτε, εἰ ἀνάγκη γένοιτο, διὰ σαργάνης ἀπὸ τείχους χαλασθῆναι. Πάντα γὰρ ὑπέμεινα, καὶ θηρίοις συνῴκησα, καὶ ὑμᾶς περιελθεῖν, ἐκδεχόμενος τούτων τῶν λόγων καιρόν, καὶ θαρρῶν ὅτι οἱ μὲν διαβάλλοντες καταγνωσθήσονται, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται. Ὦ μακάριε καὶ θεοφιλέστατε Αὔγουστε, τί ἐβούλου; ἐλθεῖν με φλεγμαινόντων καὶ ζητούντων ἀποκτεῖναι τῶν συκοφαντούντων ἡμᾶς, ἢ κατὰ τὸ γεγραμμένον, ἀποκρυβῆναι μικρόν, ἵνα ἐν τῷ τοσούτῳ διαστήματι οἱ μὲν συκοφάνται καταγνωσθῶσιν αἱρετικοί, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται; Τί δέ, ὦ βασιλεῦ, ἐβούλου με ὀφθῆναι τοῖς σοῖς δικασταῖς, ἵνα, εἰ καὶ σὺ μέχρι μόνης ἀπειλῆς ἔγραψας, ἐκεῖνοι μὴ νοοῦντες τὴν σὴν διάνοιαν, ἔχοντες δὲ τοὺς Ἀρειανοὺς παροξύνοντας αὐτοὺς ἐκ τῶν γραμμάτων σου ἀποκτείνωσι καὶ εἰς σὲ τὸν φόνον ἀναθῶνται διὰ τὰ γράμματα; Οὐκ ἔπρεπεν οὔτε ἐμὲ αὐτομολεῖν, καὶ εἰς αἵματα ἐμαυτὸν ἀποδιδόναι, οὔτε σε φιλόχριστον ὄντα βασιλέα ἐπὶ φόνοις Χριστιανῶν, καὶ ταῦτα ἐπισκόπων, ἐπιγράφεσθαι.