Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatorem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο πράξαντα. Ἰδοὺ γοῦν, τῶν παροξυνόντων πεπαυμένων, πέφηνεν ἡ σὴ θεοσεβὴς ἀνεξικακία, καὶ δέδεικται πᾶσιν ὅτι μηδὲ τὴν ἀρχὴν ἐδίωκες σὺ τοὺς Χριστιανούς· ἀλλ' ἐκεῖνοι ἦσαν οἱ τὰς ἐκκλησίας ἐρημώσαντες, ἵνα τὴν ἰδίαν ἀσέβειαν ἐπισπείρωσι πανταχοῦ, δι' ἣν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν φυγόντες, πάλαι ἂν ἐπεβουλεύθημεν παρ' αὐτῶν. Οἱ γὰρ τοιαύτας διαβολὰς εἰπεῖν κατ' ἐμοῦ μὴ παραιτησάμενοι παρὰ τηλικούτῳ Αὐγούστῳ, οἱ τοιαῦτα κατ' ἐπισκόπων καὶ παρθένων ἐπιχειρήσαντες, εὔδηλον ὡς καὶ τὸν ἡμῶν θάνατον ἐθήρευον. Ἀλλὰ χάρις τῷ Κυρίῳ τῷ τὴν βασιλείαν σοι δεδωκότι· πάντες γὰρ ἐπιστώσαντο περί τε τῆς σῆς φιλανθρωπίας καὶ τῆς ἐκείνων πονηρίας, ἧς ἕνεκα καὶ κατὰ τὴν ἀρχὴν ἔφυγον, ἵνα ταῦτα μὲν ἐγώ σοι προσφωνήσω, σὺ δὲ εὕρῃς τίνα φιλανθρωπεύσῃ. Παρακαλῶ τοίνυν, ἐπειδὴ καὶ γέγραπται· «Ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργήν»· καὶ, «Δεκτοὶ βασιλεῖ λογισμοὶ δίκαιοι»· δεξάμενος καὶ ταύτην τὴν ἀπολογίαν, ἀπόδος ταῖς πατρίσι καὶ ταῖς Ἐκκλησίαις πάντας τοὺς ἐπισκόπους καὶ τοὺς ἄλλους κληρικοὺς ἵνα τῶν μὲν διαβαλλόντων ἡ πονηρία δειχθῇ, σὺ δὲ καὶ νῦν καὶ ἐν ἡμέρᾳ κρίσεως ἔχῃς παρρησίαν εἰπεῖν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν καὶ παμβασιλεῖ Ἰησοῦ Χριστῷ· «Οὐδένα τῶν σῶν ἀπώλεσα»· ἀλλ' οἱ μὲν ἐπιβουλεύσαντες πᾶσιν οὗτοί εἰσιν· ἐγὼ δὲ ἐπὶ μὲν τοῖς τετελευτηκόσι, καὶ ταῖς ξεσθείσαις παρθένοις, τοῖς τε ἄλλοις τοῖς κατὰ τῶν Χριστιανῶν γενομένοις ἠχθέσθην· τοὺς δὲ ἐξορισθέντας ἐπανήγαγον καὶ ἀποδέδωκα ταῖς ἰδίαις Ἐκκλησίαις.

Intertext edge

Open linked passage

Note