Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 4.1
Choose a text
More by Athanasius the Great of Alexandria
—
Pg Scrape Grc
4.1
Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ' ἐμαυτὸν παραθέμενος (τούτου γὰρ μόνου μοι φροντὶς ἦν), ἐσχόλαζον ταῖς συνάξεσι. Τῷ ἀδελφῷ σου οὐκ ἔγραψα, ἢ μόνον ὅτε οἱ περὶ Εὐσέβιον ἔγραψαν αὐτῷ κατ' ἐμοῦ, καὶ ἀνάγκην ἔσχον ἔτι ὢν ἐν τῇ Ἀλεξανδρείᾳ ἀπολογήσασθαι· καὶ ὅτε, πυκτία τῶν θείων Γραφῶν κελεύσαντος αὐτοῦ μοι κατασκευάσαι, ταῦτα ποιήσας ἀπέστειλα· χρὴ γὰρ ἀπολογούμενόν με ἀληθεύειν τῇ σῇ θεοσεβείᾳ. Τριῶν τοίνυν ἐτῶν παρελθόντων, τῷ ἐνιαυτῷ γράφει κελεύσας ἀπαντῆσαί με πρὸς αὐτόν· ἦν δὲ ἐν τῇ Μεδιολάνῳ. Ἐγὼ δέ, διερωτῶν τὴν αἰτίαν (οὐ γὰρ ἐγίνωσκον, μάρτυς ὁ Κύριος), ἔμαθον ὅτι ἐπίσκοποί τινες, ἀνελθόντες, ἠξίωσαν αὐτὸν γράψαι τῇ σῇ εὐσεβείᾳ ὥστε σύνοδον γενέσθαι. Πίστευε, βασιλεῦ, οὕτω γέγονε, καὶ οὐ ψεύδομαι. Κατελθὼν τοίνυν εἰς τὴν Μεδιόλανον, εἶδον πολλὴν φιλανθρωπίαν· κατηξίωσε γὰρ ἰδεῖν με, καὶ εἰπεῖν ὅτι ἔγραψε καὶ ἀπέστειλε πρὸς σὲ ἀξιῶν σύνοδον γενέσθαι. Διάγοντα δέ με ἐν τῇ προειρημένῃ πόλει, μετεπέμψατο πάλιν εἰς τὰς Γαλλίας, ἐκεῖ γὰρ καὶ ὁ Πατὴρ Ὅσιος ἤρχετο, ἵνα ἐκεῖθεν εἰς τὴν Σαρδικὴν ὁδεύσωμεν. Μετὰ δὲ τὴν σύνοδον, ἐν τῇ Ναϊσσῷ μοι διάγοντι γράφει· καὶ ἀνελθὼν ἐν Ἀκυληΐᾳ λοιπὸν διέτριβον, ἔνθα με τὰ γράμματα τῆς σῆς θεοσεβείας κατέλαβον. Κἀκεῖθεν κληθεὶς πάλιν παρὰ τοῦ μακαρίτου, καὶ ἀνελθὼν εἰς τὰς Γαλλίας, οὕτως ἦλθον παρὰ τὴν σὴν εὐσέβειαν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).