Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 7.1
Choose a text
More by Athanasius the Great of Alexandria
—
Pg Scrape Grc
7.1
Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; Ὅτι τὸν ἴδιον δεσπότην ἀνεῖλε, καὶ περὶ τοὺς ἑαυτοῦ φίλους ἄπιστος γέγονε, καὶ ὅρκους μὲν παρέβη, εἰς δὲ τὸν Θεὸν ἠσέβησε φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπινοῶν κατὰ τῆς τοῦ Θεοῦ κρίσεως; Ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ, οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην ἐλύπησε; Μεγάλην γε χάριν καὶ πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακαρίτης ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος δὲ αὐτὸν ἀποστέλλοντα πεφόνευκε. Καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη, οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται· ἀλλ' ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς ἐμάνη κατ' αὐτοῦ. Τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον· ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος κατὰ τὸν Κάϊν στένων καὶ τρέμων ἐδιώκετο, ἵνα καὶ τὸν Ἰούδαν ἐν τῷ θανάτῳ μιμήσηται, δήμιος καθ' ἑαυτοῦ γινόμενος, καὶ διπλῆν ἐποίσηται καθ' ἑαυτοῦ τὴν τιμωρίαν ἐν τῇ μετὰ ταῦτα κρίσει.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).