Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ταῦτα μὲν περὶ Ἀρσενίου· ποτήριον δὲ μυστικόν, ποῖον ἢ ποῦ κατεαγὲν
11.1.2
παρὰ Μακαρίου; τοῦτο γὰρ ἄνω καὶ κάτω περιιόντες θρυλοῦσι. καίτοι Ἀθανά σιον
11.1.3
μὲν οὐδὲ οἱ κατήγοροι τετολμήκασιν αἰτιάσασθαι, εἰ μὴ οἳ παρ' αὐτῶν ὑπεβλήθησαν,
11.1.4
ἀλλ' ὅμως αὐτοὶ τὸ τέλος τῆς μέμψεως ἐπ' αὐτὸν ἄγουσιν, ὃ 11. 2 μηδὲ ἐπὶ Μακάριον
11.1.5
ἔδει χωρεῖν οὐκ ἐλεγχθέντα. καὶ οὐκ αἰσχύνονται ταῦ τα ἐπὶ κατηχουμένων, καὶ τό
11.1.6
γε χείριστον, ἐπὶ Ἑλλήνων τραγῳδοῦντες τὰ μυ στήρια, δέον, ὡς γέγραπται,
11.1.7
«μυστήριον βασιλέως καλὸν κρύπτειν», καὶ ὡς ὁ κύριος παρήγγειλε «μὴ δῶτε τὰ
11.1.8
ἅγια τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων». οὐ χρὴ γὰρ τὰ
11.1.9
μυστήρια ἀμυήτοις τραγῳδεῖν, ἵνα μὴ Ἕλ ληνες μὲν ἀγνοοῦντες γελῶσι,
11.1.10
κατηχούμενοι δὲ περίεργοι γενόμενοι σκανδαλίζωνται. 11. 3 ἀλλὰ καὶ ὅμως ποῖον ἢ
11.1.11
ποῦ ἢ παρὰ τίσι κατεαγὲν ποτήριον; Μελιτιανοὶ μὲν γάρ εἰσιν οἱ κατηγοροῦντες
11.1.12
καθόλου πιστεύεσθαι μὴ ὀφείλοντες. σχισματικοὶ γὰρ καὶ ἐχθροὶ τῆς ἐκκλησίας
11.1.13
γεγόνασιν οὐ νῦν, ἀλλ' ἀπὸ τοῦ μακαρίου Πέτρου ἐπισκόπου καὶ μάρτυρος
11.1.14
γενομένου, οἱ καὶ αὐτῷ Πέτρῳ ἐπιβουλεύσαντες καὶ Ἀχιλλᾶν τὸν μετ' ἐκεῖνον διαβα
11.4.1
λόντες καὶ Ἀλεξάνδρου κατηγορήσαντες μέχρις αὐτοῦ τοῦ βασιλέως. οὕτως γὰρ
11.4.2
δὴ μελετήσαντες λοιπὸν καὶ εἰς Ἀθανάσιον διέβησαν οὐδὲν ξένον τῆς πονηρίας
11.4.3
ἑαυτῶν ποιοῦντες, καὶ γὰρ ὥσπερ τοὺς πρὸ αὐτοῦ, οὕτως καὶ τοῦτον
11.4.4
ἐσυκοφάντησαν. ἀλλὰ νῦν αὐτῶν καὶ οὐ πρότερον ἡ συκοφαντία καὶ αἱ διαβολαὶ
11.4.5
κεκρατήκασιν, ὅτι τοὺς περὶ Εὐσέβιον ἔσχον συνεργοὺς καὶ προστάτας διὰ τὴν
11.4.6
οἰκείαν ἀσέβειαν τῶν Ἀρειομανιτῶν, 11. 5 δι' ἣν ὥσπερ πολλοῖς ἐπισκόποις οὕτω καὶ
11.4.7
Ἀθανασίῳ συνεσκευάσαντο. καὶ γὰρ ὁ τόπος ἐκεῖνος, ἐν ᾧ κεκλάσθαι τὸ ποτήριόν
11.4.8
φησιν, οὐκ ἦν ἐκκλησία· πρεσβύτερος οὐκ ἦν ὁ τὸν τόπον οἰκῶν· ἡμέρα, καθ' ἣν
11.4.9
Μακάριον τοῦτο πεποιηκέναι φασίν, οὐκ ἦν κυριακή. μήτε τοίνυν ἐκκλησίας οὔσης
11.4.10
ἐκεῖ μήτε τοῦ ἱερουργοῦντος μήτε τῆς ἡμέρας 11. 6 ἀπαιτούσης ποῖον ἢ πότε ἢ ποῦ τὸ
11.4.11
ποτήριον κέκλασται μυστικόν; ποτήρια μὲν γὰρ εἶναι πολλὰ καὶ κατὰ τὰς οἰκίας καὶ
11.4.12
ἐν ἀγορᾷ μέσῃ δῆλον καὶ τούτων οὐδὲν ὁ θραύων ἀσεβεῖ, τὸ δὲ μυστικὸν ποτήριον, ὃ
11.4.13
κἂν θραυσθῇ παρ' ἑκόντος, ἀσεβῆ ποιεῖ τὸν ἐπικεχει ρηκότα, παρὰ μόνοις τοῖς
11.4.14
νομίμως προεστῶσιν εὑρίσκεται. οὗτος ὁ τρόπος τούτου τοῦ 11. 7 ποτηρίου μόνος,
11.4.15
ἄλλος οὐδείς. τοῦτο ὑμεῖς νομίμως προπίνετε τοῖς λαοῖς, τοῦτο ὑμεῖς ὑπὸ τοῦ
11.4.16
ἐκκλησιαστικοῦ κανόνος παρελάβετε, τοῦτο μόνον ἐστὶ τῶν τῆς καθολικῆς
11.4.17
ἐκκλησίας προεστώτων. μόνων γὰρ ὑμῶν ἐστι προπίνειν τὸ αἷμα τοῦ Χριστοῦ, τῶν
11.4.18
δὲ ἄλλων οὐδενός. ἀλλ' ὅσον τὸ μυστικὸν ὁ θλάων ἀσεβής, τοσοῦτον ἀσεβέστερος ὁ
11.4.19
ἐνυβρίζων τὸ αἷμα τοῦ Χριστοῦ· ἐνυβρίζει γὰρ ὁ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν
11.4.20
τοῦτο ποιῶν. (καὶ ταῦτά φαμεν οὐχ ὅτι κἂν σχισματικῶν ποτήριον κέκλασται παρὰ
11.4.21
Μακα ρίου, ἀλλ' ὅτι μηδὲν ἦν ὅλως ἐκεῖ· πῶς γάρ; ὅπου μήτε τόπος κυριακῆς μήτε
11.4.22
τις ἐκεῖ τῆς ἐκκλησίας, ἀλλὰ μήτε ὁ καιρὸς μυστηρίων ἦν.) οὗτος δέ ἐστιν ὁ
11.4.23
πολυθρύλητος Ἰσχύρας ὁ μήτε ὑπὸ τῆς ἐκκλησίας χειροτονηθεὶς καί, ὅτε τοὺς ὑπὸ
11.4.24
Μελετίου καταστα θέντας πρεσβυτέρους Ἀλέξανδρος ἐδέχετο, μηδὲ ἐκείνοις
11.4.25
συναριθμηθείς· οὕτως οὐδὲ ἐκεῖθεν κατεστάθη.