Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Μόνοι τοίνυν μετὰ τοῦ κατηγόρου τὴν Ἀλεξάνδρειαν εἰσελθόντες
14.1.2
σύνοικον αὐτὸν καὶ συνέστιον καὶ συμπότην ἔχοντες καὶ τὸν ἔπαρχον τῆς Αἰγύπτου
14.1.3
Φιλάγριον παραλα βόντες ἐπὶ τὸν Μαρεώτην ἀπῆλθον. κἀκεῖ δῆθεν ἐποιοῦντο τὴν
14.1.4
ἐξέτασιν μόνοι, ὡς ἤθελον, μετὰ τοῦ προειρημένου, πολλὰ τοὺς πρεσβυτέρους
14.1.5
παρεῖναι παρακαλέσαντας οὐκ ἐπι τρέψαντες. ἠξίουν δὲ παρεῖναι οἵ τε τῆς πόλεως
14.1.6
καὶ τῆς χώρας πάσης πρεσβύτεροι, ἵνα 14. 2 τοὺς ὑποβαλλομένους ὑπὸ Ἰσχύρα
14.1.7
διελέγξωσι, πόθεν καὶ τίνες εἰσί. καὶ τοὺς μὲν λειτουργοὺς ἐκώλυον παρεῖναι, ἐπὶ δὲ
14.1.8
τῶν ἐθνικῶν ἐξήταζον περὶ ἐκκλησίας, περὶ πο τηρίου, περὶ τραπέζης καὶ τῶν ἁγίων,
14.1.9
καὶ τὸ δεινότερον, ἐθνικοὺς ἐκάλουν μάρτυρας περὶ ποτηρίου μυστικοῦ ζητοῦντες·
14.1.10
καὶ οὓς ἡρπάσθαι παρὰ Ἀθανασίου διωρίζοντο ἐκ μετακλήσεως τοῦ καθολικοῦ καὶ
14.1.11
μηδὲ ὅποι γῆς εἰσι γινώσκειν, τούτους εἰσῆγον ἐφ' ἑαυτῶν καὶ τοῦ ἐπάρχου μόνον
14.1.12
καὶ οὐκ ᾐδοῦντο τούτους ἠφανίσθαι παρὰ τοῦ ἐπισκόπου 14. 3 Ἀθανασίου λέγοντες,
14.1.13
ὧν ταῖς μαρτυρίαις συγχρῆσθαι δοκοῦσιν. ἀλλὰ κἀνταῦθα μόνον φονεῦσαι
14.1.14
βουλόμενοι πάλιν τοὺς ζῶντας ὡς ἀποθανόντας τὸν ἐπὶ Ἀρσενίου τρόπον
14.1.15
μιμούμενοι πλάττονται. ὄντας γὰρ τοὺς ἀνθρώπους καὶ φαινομένους ἐπὶ τῆς ἰδίας
14.1.16
ὑμῖν τοῖς μακρὰν ὡς ἀφανεῖς ἐκτραγῳδοῦσιν, ἵνα μακρὰν ὄντων τῶν ἐλέγχων τὸν
14.1.17
συλλειτουρ γὸν ἡμῶν διαβάλλωσιν ὡς βίᾳ καὶ δυναστείᾳ χρώμενον, καίτοι πάντα
14.1.18
αὐτοὶ μετὰ δυ 14. 4 ναστείας καὶ προστασίας πράττοντες. καὶ γὰρ ὅμοια πάλιν τὰ κατὰ
14.1.19
Μαρεώτην τοῖς κατὰ Τύρον ἐγίνετο. ὥσπερ γὰρ ἐκεῖ κόμης ἦν μετὰ στρατιωτικῆς
14.1.20
ὑπηρεσίας οὐδενὶ ἐπιτρέπων παρὰ τὰ ἐκείνοις δοκοῦντα ἢ λέγεσθαι ἢ πράττεσθαι,
14.1.21
οὕτως καὶ ἐνταῦθα ὁ τῆς Αἰγύπτου ἔπαρχος μετὰ τῆς τάξεως ἦν πάντας μὲν τοὺς τῆς
14.1.22
ἐκκλησίας ἐκφοβῶν, μηδένα δὲ μετὰ ἀληθείας ἐπιτρέπων μαρτυρεῖν· καὶ τὸ
14.1.23
παραδοξότερον, ἐν αὐτῷ τῷ τόπῳ καὶ τῇ οἰκίᾳ τοῦ κατηγόρου καὶ ᾤκουν καὶ
14.1.24
ἐξετάζειν ἐδόκουν, ἃ ἠβούλοντο, οἱ εἴτε δικασταὶ εἴτε μάρτυρες εἴτε τῆς ἑαυτῶν καὶ
14.1.25
Εὐσεβίου σπουδῆς, ὅπερ ἀληθέστερον, ὑπηρέται παραγενόμενοι.